- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:330.12-332.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德将智慧定义为关于在自然本性上最尊贵事物的科学知识与智性(1141b2),并通过泰勒斯与阿那克萨戈拉的例子阐明智慧与明智的区别(1141b3),欧斯特拉提乌斯剖析了该定义的构成要素及最尊贵对象(自足现实)的形而上学特质,并进一步阐明了智慧的对象(超凡、惊人、艰深、神异)与明智的对象(人类的善与考量)之间的差异。
" Ἐκ δὴ τῶν εἰρημένων δῆλον, ὅτι ἡ σοφία ἐστὶ ἐπιστήμη καὶ νοῦς τῶν τιμιωτάτων τῇ φύσει." Πρότερον μὲν ἔδειξε τὸν ἐν ἡμῖν νοῦν ἕτερον τῆς φρονήσεως καὶ τῆς ἐπιστήμης ἐκ τοῦ αὐτὸν μὲν εἶναι εἰδήμονα τῶν ἀρχῶν, μηδετέραν δὲ ἐξ ἐκείνων. εἶτα περὶ τῆς σοφίας λέγειν ἀρξάμενος ἔδειξε καὶ αὐτὴν ἑτέραν μὲν οὖσαν ἐπιστήμης καὶ φρονήσεως, ἅμα δὲ οὖσαν καὶ τῶν ἀρχῶν, ἐπισταμένην τὰ δεικνύμενα ἐξ αὐτῶν, νῦν δὲ ἀποδίδωσι καὶ τὸν ὁρισμὸν αὐτῆς, συνάγων ἐκ τῶν εἰρημένων αὐτῷ καὶ φάσκων, δῆλον εἶναι ἐξ ἐκείνων, ὅτι ἡ σοφία ἐπιστήμη ἐστὶ καὶ νοῦς τῶν τιμιωτάτων τῇ φύσει, ὡς μὲν τῶν ἀρχῶν οὖσα ἀληθευτικὴ νοῦς, ὡς δὲ τὰ ἐκ τῶν ἀρχῶν ἀποδεικνύουσα ἐξ αὐτῶν τῶν ἀρχῶν ἐπιστήμη. ὑπεραίρων δὲ αὐτὴν τῆς ἁπλῶς ἐπιστήμης, τῶν τιμιωτάτων εἶναί τῇ φύσει φησὶν ἐπιστήμην, ἢ τὰς ἀρχὰς λέγων τιμιώτατα, ὡς πρὸς τὰ ἐξ αὐτῶν ἀποδεικνύμενα, ὡς αἰτίας ὑπαρχούσας ἐκείνοις τοῦ εἶναι καὶ γινώσκεσθαι, ἢ τιμιώτατα λέγων τὰ θεῖα ὡς ἀσώματα ὄντα καὶ ἄυλα καὶ καθ’ ἑαυτὰ ὑφεστηκότα τοῦ δυνάμει χωρίς. αὐτενέργειαι γὰρ ἐκεῖνα, ἅπερ εἰσὶν ἀεὶ ὄντα καὶ μηδέποτε, ἀφ’ οὗ εἰσι μεταβάλλοντα εἰς ἕτερον,1 ὃ ἔστιν ἰδεῖν ἐφ’ ἑκάστῳ τῶν ἐν γενέσει. τὰ γὰρ ἐν γενέσει καὶ φθορᾷ τὸ δυνάμει ἀεὶ συμπαρομαρτοῦν αὐτοῖς ἔχοντα οὐδέποτε ἵσταται ἐν τῷ αὐτῷ, ἀλλ’ ἀεί τε ῥεῖ καὶ τελευταῖον ἐξ οὗ ἔστιν εἰς ἕτερον μεταβάλλεται τῆς ὕλης, ἣ δύναμίς ἐστι, μηδέποτε ἐν ᾧπερ ἔχει στεγούσης.2 οὐ γὰρ ἂν ἐφύλαττε τὸ ἴδιον, εἰ ἐφ’ ἑνός τινος ἵστατο, ἀλλὰ διὰ παντὸς πρὸς ἕτερον τεινούσης τὴν ἔφεσιν, ὅτι καθ’ ἑαυτὴν δύναμίς ἐστιν, ἀλλ’ οὐκ ἐνέργεια. τὰ δὲ ταύτης ἀπηλλαγμένα αὐτὸ τοῦτο ὄντα ἐνέργειαι οὐδέποτε μεθίστανται τοῦ εἶναι ὃ εἰσί. περὶ ὧν ἡ σοφία διαλαμβάνουσα νοῦς καὶ ἐπιστήμη λέγεται τῶν τιμιωτάτων τῇ φύσει. νοῦς μὲν ὡς νοερῶς ἐνεργοῦσα καὶ τῶν νοητῶν, ὡς ἐφικτὸν ἀνθρώπῳ ποιουμένη κατάληψιν, ἐπιστήμη δὲ ὡς τὴν ἔμμεσον συναιροῦσα γνῶσιν καὶ προβαλλομένη καὶ ταύτην, ὅτε δέει διὰ συλλογισμοῦ παριστᾶν τὰ γνωστά.
“由此根据前述显然可知,智慧是关于在自然本性上最尊贵事物的科学知识与智性。” 此前,他依据我们身上的智性认知本原而那二者都不认知本原这一事实,指出了智性不同于明智和科学知识。随后他开始讨论智慧,指出智慧本身既不同于科学知识与明智,同时又关涉本原,认识由本原所证明的事物;而现在他也给出了智慧的定义,从他所说的话中得出结论,并断言依据这些显然可知,智慧是关于在自然本性上最尊贵事物的科学知识与智性:作为带来关于本原的真理者它是智性,而作为从这些本原本身出发来证明源于本原之事者它是科学知识。在将智慧提升至单纯的科学知识之上时,他说智慧是关于在自然本性上最尊贵事物的科学知识,这要么是将本原相对于由其证明的事物称为“最尊贵”,因为本原作为原因使后者得以存在并被认识;要么是将神圣的事物称为“最尊贵”,因为它们是非物体、非质料的,且脱离潜能而自存。因为那些事物是自足现实,它们永远存在,且绝不会从其所是的状态转变为其他状态——这〔转变为其他状态〕是可在每一个处于生成中的事物身上所见到的。因为处于生成与毁灭中的事物始终伴随着潜能,因而绝不停留在同一状态,而是永远流变,最终从其所是转变为其他状态,因为作为潜能的质料绝不会局限于它当下所持有的状态。因为如果质料停留在某一单一事物上,它就无法保持自身的特异性,而是始终将其欲求指向他物,因为它就自身而言是潜能而非现实。然而,那些脱离质料的事物作为现实本身而存在,绝不背离其所是之存在。智慧因论及这些事物,而被称作关于在自然本性上最尊贵事物的智性与科学知识:作为智性,它以智性方式活动,并在人类力所能及的范围内对可思事物进行把握;作为科学知识,它包容间接的认识,并在需要通过三段论呈现可知事物时将这种间接认识也提出。
"Διὸ Ἀναξαγόραν καὶ Θαλῆν καὶ τοὺς τοιούτους σοφοὺς μέν, φρονίμους δ’ οὔ φασιν εἶναι, ὅταν ἴδωσιν ἀγνοοῦντας τὰ συμφέροντα ἑαυτοῖς, καὶ περιττὰ μὲν καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια εἰδέναι αὐτούς φασιν, ἄχρηστα δὲ διότι οὐ τὰ ἀνθρώπινα ἀγαθὰ ζητοῦσιν. 〈ἡ δὲ φρόνησις περὶ τὰ ἀνθρώπινα〉 καὶ περὶ ὧν ἔστι βουλεύσασθαι." Δείκνυσι τὸ ῥηθέν, ὅτι ἑτέρα τῆς φρονήσεως ἡ σοφία, καὶ εἰσέτι διά τινος ἑτέρας κοινῆς ὑπολήψεως· περὶ δὲ ἄνδρας ὁμολογουμένους σοφοὺς Ἀναξαγόραν τε καὶ Θαλῆν. ἰδοὺ γὰρ οὗτοι σοφοὶ μὲν λέγονται, φρόνιμοι δ’ οὔ, διότι ἀγνοοῦσι τὰ συμφέροντα ἑαυτοῖς. περὶ γὰρ τὰ ὑπὲρ τὸν βίον τῶν ἀνθρώπων καὶ τὴν κοινὴν αὐτῶν διαγωγὴν ἀπασχολήσαντες ἑαυτοὺς τῶν κατὰ τὸν βίον συμφερόντων ὑπερεφρόνησαν. οὗτοι γάρ, φησίν, οἴδασι χαλεπὰ καὶ δαιμόνια καὶ περιττὰ καὶ θαυμαστά· περιττὰ μέν, ὅτι ἔξω τῶν συμβαλλομένων εἰσὶ πρὸς τὴν παροῦσαν ζωήν, θαυμαστὰ δέ, ὡς ἐπέκεινα τῶν ἀνθρώποις γινωσκομένων καὶ ὡς ἐπ’ ἔλαττον ἐν εἰδήσει τῇ φύσει αὐτῶν ἐρχόμενα, χαλεπὰ δέ, ὅτι πόνου δέονται πλείστου πρὸς κατόρθωσιν, δαιμόνια δέ, ὅτι ταῖς ψυχαῖς ἀλλοτριουμέναις ἀπὸ τοῦ σώματος κατὰ σχέσιν, ᾧ φύσει συνδέδενται οὕτως ἐν γνώσει, πεφύκασι γίνεσθαι,3 ὅτι καὶ δαιμονίαις ἐοίκασι φύσεσι γινόμεναι ὑπὲρ ἄνθρωπον. ταῦτα δέ εἰσι τὰ φυσικὰ καὶ μαθηματικὰ καὶ ἔτι μᾶλλον τὰ θεολογικά. τοιαῦτα δέ εἰσι τὰ πρὸς τῶν σοφῶν γινωσκόμενα, ἃ ἄχρηστά εἰσι τῷ ἀνθρωπίνῳ βίῳ. καὶ οἱ ζητοῦντες αὐτὰ σοφοὶ οὐ τὰ ἀνθρώπινα ἀγαθὰ ζητοῦσιν, ἀλλὰ τὰ ὑπὲρ ἄνθρωπον. τὸ δὲ τοιαῦτα ζητεῖν οὐκ ἔστι τῆς φρονήσεως, περὶ ἧς αὐτὸς ἐνταῦθα τὸν λόγον πεποίηται. ἥδε γὰρ ἡ φρόνησις περὶ τὰ ἀνθρώπινα ἀγαθὰ καταγίνεται, ἃ καὶ βουλεύσει ὑπόκεινται, ἐνδεχόμενα ὄντα καὶ ἐπαμφοτερίζοντα περὶ τὴν κατόρθωσιν. δεῖ δὲ μὴ λανθάνειν, ὅτι εὑρίσκομεν τοὺς παλαιοὺς πολλάκις φρόνησιν καὶ τὴν γνῶσιν ἁπλῶς ὀνομάζοντας, καὶ αὐτῶν τῶν τιμιωτάτων τῇ φύσει, ὅπου γε καὶ ἐπὶ θεοῦ ταύτην φέρουσιν. ὡς δὲ καὶ ὁ Χαιρωνεὺς Πλούταρχος ‘οὐ γὰρ ἀργυρίῳ,’ φησί, ‘καὶ χρυσίῳ μακάριον τὸ θεῖον οὐδὲ βρονταῖς καὶ ἀστραπαῖς ἰσχυρόν, ἀλλ’ ἐπιστήμῃ καὶ φρονήσει. τἄλλα μὲν γὰρ ὁ θεὸς ὧν δέονται ἀνθρώποις δίδωσι, νοῦ δὲ καὶ φρονήσεως οὐ μεταδίδωσιν οἰκεῖα κεκτημένος ταῦτα καὶ χρώμενος.’ καὶ οὐ δήπου ταῦτα λέγων οὑτωσὶ ὁ σοφὸς τὴν βουλευτικὴν ἕξιν περὶ τῶν ὠφελίμων ἀνθρώποις δηλοῖ, ἀλλὰ τὴν ἑνιαίαν γνῶσιν τῶν ὄντων, καθ’ ἣν ἐν ἑαυτῷ τὸ πρῶτον αἴτιον πάντα καὶ πρὸ τοῦ γενέσθαι προείληφε.
“因此人们说阿那克萨戈拉、泰勒斯以及这类人是智慧的,但不是明智的,每当人们看到他们不知道对自己有益的事物时;人们还说他们知道超凡的、惊人的、艰深的以及神异的事物,却是无用的事物,因为他们不寻求人类的善。〈而明智则关涉人类的事务,〉以及可以对其进行考量的事物。” 他通过另一种公认的看法,进一步指出了前述的主张——即智慧不同于明智;这是关于阿那克萨戈拉与泰勒斯这些公认的智者的看法。因为看哪,这些人被称为智者,却不被称为明智者,因为他们不知道对自己有益的事物。因为他们专注于超越人类生活及其共同处境的事物,轻视了生命中有益的事务。他说,他们确实知道艰深的、神异的、超凡的以及惊人的事物:“超凡的”,是因为它们外在于对当下生活有贡献的事物;“惊人的”,是因为它们超越了人类所能认识的范围,极少进入人类本性的认知之中;“艰深的”,是因为它们需要最大的劳作才能达成;“神异的”,是因为对于在关联上摆脱了在自然本性上与之结合的肉体的灵魂而言,它们自然地在认识中产生,因为这些灵魂超越了人类,变得类似于神异的本性。而这些就是自然学的、数学的、尤其是神学的事物。由智者所认识的事物就是这一类的,它们对人类生活是无用的。寻求这些事物的智者所寻求的不是人类的善,而是超越人类的事物。然而寻求这类事物并不属于明智,而明智正是他在此所论述的。因为这种明智致力于人类的善,这些善也是考量的对象,由于是偶然的,且在达成上具有两可性。但决不能忽视的是,我们发现古人常常将单纯的认识也称为“明智”,甚至包括关于在自然本性上最尊贵事物的认识,以至于他们甚至将此名称赋予神。正如喀罗尼亚的普鲁塔克也说:“因为神明并非因金银而幸福,亦非因雷霆与闪电而强大,而是因科学知识与明智而如此。因为神将人类所需要的其他事物赐予人类,却不分给智性与明智,而是将它们作为自身的固有之物来拥有并运用。”这位智者这样说时,决不是指关于对人有益之事的考量品质,而是指关于存在者的一体认识,根据这种认识,第一原因甚至在万物产生之前就已经在自身之中预先把握了万物。
- 6.55ἀφ’ οὗ εἰσι μεταβάλλοντα εἰς ἕτερον
介词短语 ἀφ' οὗ εἰσι 意为“从它们所是的状态(本质或样态)出发”。关系代名词 οὗ 指涉其所处之存在状态,整体表示“从其自身当下所是转变为他物”的流变过程。
- 6.55τῆς ὕλης, ἣ δύναμίς ἐστι, μηδέποτε ἐν ᾧπερ ἔχει στεγούσης
短语 τῆς ὕλης... μηδέποτε... στεγούσης 构成独立属格结构。动词 στέγω 此处取“容纳”、“留驻”或“局限于”之意,与关系从句 ἐν ᾧπερ ἔχει(“在它当下所持有的状态中”)结合,表明质料绝不会长久滞留于其所获得的特定形式或样态之中。
- 6.56ὅτι ταῖς ψυχαῖς ἀλλοτριουμέναις ἀπὸ τοῦ σώματος κατὰ σχέσιν, ᾧ φύσει συνδέδενται οὕτως ἐν γνώσει, πεφύκασι γίνεσθαι
该句的骨干为 πεφύκασι γίνεσθαι ταῖς ψυχαῖς ἀλλοτριουμέναις... ἐν γνώσει(“在认识中自然地产生于……灵魂之中”)。与格 ταῖς ψυχαῖς ἀλλοτριουμέναις(疏离的灵魂)与 τοῦ σώματος(肉体)形成对照,后者由关系从句 ᾧ φύσει συνδέδενται(“在自然本性上与之结合”)所修饰,表明这类神异认识是在灵魂脱离与肉体的依附关联(κατὰ σχέσιν)时才得以成立的。
