← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§329.1-330.11

天体的神圣性与智慧同明智的区别

厄斯特拉吉奥解释了亚里士多德在Bekker 1141a33中的论证:即使人在动物中最为优秀,但这并未动摇明智与智慧的区别,因为存在着比人更为神圣的天体,它们拥有自身的明智,而智慧在一切存在者中始终是同一的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.54

" Εἰ δ’ ὅτι βέλτιστον ἄνθρωπος τῶν ἄλλων ζῴων, οὐδὲν διαφέρει·1 καὶ γὰρ ἀνθρώπου ἄλλα τινὰ θειότερα τὴν φύσιν, οἷον τὰ φανερώτατά γε ἐξ ὧν ὁ κόσμος συνέστηκεν." Ἀντίθεσίν τινα φέρει πρὸς ἑαυτόν. ἐπεὶ γὰρ ἐν τοῖς προλαβοῦσιν ἐκ τοῦ ταὐτοῦ καὶ ἑτέρου τὴν διαφορὰν ἐδείκνυ τῆς σοφίας καὶ φρονήσεως, τὴν μὲν σοφίαν λέγων παρὰ πᾶσιν εἶναι τὴν αὐτήν, τὴν δὲ τῶν ὠφελίμων καὶ συμφερόντων θεωρίαν, ἥ ἐστιν ἡ φρόνησις, οὐ τὴν αὐτὴν ἀλλὰ καθ’ ἑκάστην φύσιν ἑτέραν καὶ ἑτέραν, ὡς καὶ τὴν ἰατρικήν, διὰ τοῦτο ἐπιφέρει ταῦτα ἀντιθέμενος πρὸς ἐκεῖνα. εἶτα δὲ καὶ λύων τὴν ἀντίθεσιν. ἐκεῖ γὰρ τὴν τῆς φρονήσεως ἑτερότητα πρὸς ἑαυτὴν κατὰ τὰς διαφορὰς ἐδείκνυ τῶν ζῴων, ἄλλα καὶ ἄλλα λέγων τὰ ἑκάστῃ φύσει ὠφέλιμα, ὥστε καὶ διαφέρειν τὰς ἀντιποιουμένας αὐτῶν ἕξεις καθ’ ἕκαστον εἶδος ζῴου, ὡς κατὰ τὸ διάφορον τῶν φύσεων καὶ τῶν ὠφελίμων διαφερόντων καὶ τῶν ἕξεων, αἳ ταῦτα μεταδιώκουσιν. ἐπιφέρει τοίνυν, ὡς ἴσως ἄν τις ἐρεῖ, βέλτιστον εἶναι τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον, κἀντεῦθεν εἶναι δῆλον, ὅτι κρεῖττον πάσης ἕξεως τῆς τὸ ἑτέροις ζῴοις σκοπούσης ὠφέλιμον ἡ σκοποῦσα τὰ τοῖς ἀνθρώποις ὄνησιν φέροντα. εἴη ἂν οὖν καὶ σοφία ἡ φρόνησις, ὡς σκοποῦσα τὰ πάντων κρείττω, ἅ εἰσι τὰ τῇ κρείττονι τῶν ἄλλων φύσει τῶν ἀνθρώπων ὠφέλιμα. λέγει τοίνυν, ὡς οὐδὲν διαφέρει τοῦτο, τουτέστιν οὐκ οἰκεῖόν ἐστι πρὸς τὸ δεῖξαι μὴ ἑτέρας οὔσας πρὸς ἀλλήλας σοφίαν καὶ φρόνησιν. εἰ γὰρ καὶ τῶν ἐν τῇ κοινῇ γνώσει ζῴων κρείττων ὁ ἄνθρωπος, ἀλλ’ εἰσὶν ἄλλα ἐν τοῖς οὖσι τοῦ ἀνθρώπου πολὺ τὴν φύσιν θειότερα. καὶ οἱ μὲν περὶ Πλάτωνα ἥρωάς φασι καὶ δαίμονας καὶ ἑτέρας φύσεις καὶ αὐτὰ τὰ οὐράνια σώματα κρείττω εἶναι ἢ καθ’ ἡμᾶς, οὗτος δὲ μόνα παραλαμβάνει πρὸς τοῦτο τὰ φανερώτατα, ἐξ ὧν ὁ κόσμος συνέστηκε. ταῦτα δέ ἐστι τὰ οὐράνια σώματα. διδόασι γὰρ Ἕλληνες τούτων ἑκάστῳ ψυχὴν καὶ λόγον καὶ νοῦν καὶ φρόνησιν, κἀντεῦθεν προσάπτουσιν αὐτοῖς καὶ γνῶσιν τοῦ ἑκάστῳ αὐτῶν ἀγαθοῦ καὶ ἔφεσιν αὐτοῦ καὶ πρόνοιαν καὶ σπουδὴν περὶ αὐτό, ὃ φρονήσεως ἴδιον, ὡς εἶναι καὶ ἄλλην παρὰ τὴν τῶν ἀνθρώπων τὴν τούτων φρόνησιν θειοτέραν καὶ κρείττονα. ἀλλ’ οὐ παρὰ τοῦτο σοφίαν οὐδὲ αὐτήν, ὅτι ἡ σοφία ἐπιστήμη οὖσα, καὶ νοῦς τῶν τιμιωτάτων τῇ φύσει, ἡ αὐτή ἐστι παρὰ πᾶσιν, ἐν οἷς ἐστιν. εἰ γὰρ καὶ ἐξαλλάττεταί πως κατὰ τὸ ἐπιτείνεσθαι καὶ ἀνίεσθαι, ἀλλ’ ἡ αὐτὴ τὴν φύσιν ἐστίν, ὡς τὸ λευκὸν ἀνιέμενον καὶ ἐπιτεινόμενον. ἡ δὲ φρόνησις ἄλλη καὶ ἄλλη ἐστὶ διὰ τὸ εἶναι ἄλλο καὶ ἄλλο τὸ ἑκάστῳ ἴδιον ἀγαθόν, ὃ θεωρεῖν ἐπαγγέλλεται· τοῦτο ἐπὶ τῆς σοφίας οὐκ ἔστιν ἰδεῖν. τὰ γὰρ τῇ φύσει τιμιώτατα, ἃ παρ’ αὐτῇ πρὸς γνῶσιν ὑπόκειται, τὰ αὐτὰ παρὰ πᾶσίν ἐστιν, εἰ καὶ μᾶλλον καὶ ἧττον γινώσκεται κατὰ τὴν διαφορὰν τῶν ἐν τοῖς γινώσκουσιν ἕξεων ἢ καὶ φύσεων. τὸ δ’ εἶναι τὴν τῶν κυκλοφορικῶν σωμάτων κρείττω φρόνησιν καὶ πρόνοιαν καὶ τὸ ἑκάστου ἐκείνων ἀγαθὸν ἤπερ τὰ ἐν ἀνθρώποις ἐξετάζομεν ἐκ τῆς σωματικῆς οὐσίας ἐν ἄλλοις δείκνυσιν, ἐκ τῶν ἡμῖν σαφεστέρων τοὺς λόγους ποιούμενος, θειότατα μὲν λέγων ἐκείνων τὰ σώματα καὶ φθορᾶς ἀνώτερα καὶ γενέσεως, κἀντεῦθεν εἶναι δῆλον, ὅτι δεῖ ταῦτα καὶ ἔμψυχα εἶναι καὶ λογικῆς ψυχῆς καὶ νοερᾶς μετέχοντα καὶ φρονήσεως. καὶ ταῦτα κρείττω ἢ κατ’ ἄνθρωπον, ὡς ἄτοπον ὄν, χείρω εἶναι τῶν χειρόνων σωμάτων τὰ κρείττω ψυχῆς μὴ μετέχοντα,2 εἴπερ καὶ χεῖρον σώματος ἐμψύχου τὸ ἄψυχον καὶ ἄλλα τινὰ πλείω τούτων ἐπέκεινα οἱ τὰ οὐράνια σώματα καὶ τὰς αὐτῶν δυνάμεις τῶν ἡμετέρων δοξάζοντες κρείττονα, περὶ ὧν ἐξετάζειν νῦν περιττόν.

“即使[有人说]人在其他动物中是最好的,这也毫无区别;因为在自然本性上存在着比人更为神圣的其他某些事物,例如构成宇宙的最显明的事物至少就是如此。” 他提出了一个针对自身的反驳。因为在先前的论述中,他依据同一与相异指出了智慧与明智的区别,说智慧在一切存在者中是同一的,而作为明智的、对有益和有用之事的观照则不是同一的,而是依循各者的本性各不相同,正如医学一样;为此,他提出这些话作为对前述观点的反驳,随后又化解了这一反驳。因为在前一处,他依照动物的差异指出了明智相对于自身的差异,说对每种本性有益的事物各不相同,以至于按照动物的每个种,力求获得这些事物的品质也各不相同,正如有益之事以及追求这些事物的品质随着本性的相异而相异一样。因此他补充说,或许有人会说,人在其他动物中是最好的,由此显而易见,观照给人带来益处之事的品质胜过观照给其他动物带来有益之事的每一种品质;那么,明智既然观照一切事物中最好的东西——即对胜过其他本性的人的本性有益的事物——它也就成其为智慧了。因此他说,这毫无区别,也就是说,这并不适用于证明智慧与明智彼此并非不同。因为即使在通识中的动物里人是最优秀的,但在存在者中还有在自然本性上远比人更为神圣的其他事物。柏拉图学派的人说英雄、代蒙、其他本性以及天体本身都胜过我们,而他为此目的仅采纳了构成宇宙的最显明的事物;这些事物就是天体。因为希腊人赋予它们每一者以灵魂、理性、智性与明智,由此也归属于它们对自身每一者的善的认识、对其欲求、对其预见与专注(这正是明智所特有的),从而存在着另一种属于它们的、比人的明智更为神圣和卓越的明智。然而,即使这一明智也不会因此就是智慧,因为智慧作为关于本性上最尊贵事物的科学知识和智性,在其所存在的一切事物中都是同一的。因为即使它在张弛程度上有所变化,但在本性上仍是同一的,犹如在张弛变化中的白色一样。而明智之所以各不相同,是因为每一者特有的、它所宣称观照的善各不相同;这一点在智慧那里是看不到的。因为在智慧那里作为知识对象而奠定的本性上最尊贵的事物,在一切之中都是同一的,即使由于认识者身上的品质甚至本性的差异,它们被认识得有多有少。至于作圆周运动的物体的明智与预见以及它们每一者的善胜过我们在人身上所审视的那些,他在别处依据物体实体对此作出了证明,他是从对我们而言更为明了的事物出发进行论证的,说它们的物体是最为神圣的,超越于生灭之上,由此显而易见,它们必定也是有灵魂的,且分有理性和智性的灵魂以及明智。并且这些比属人的更为卓越,因为若无灵魂之物确实劣于有灵魂的物体,那么更卓越的物体因不分有灵魂而反倒劣于较下等的物体,这将是荒谬的;而那些主张天体及其能力胜过我们的人,在此之外还说了许多其他的话,关于那些话在当下进行审视是多余的。

语法注2 条
  1. 6.54Εἰ δ’ ὅτι βέλτιστον ἄνθρωπος τῶν ἄλλων ζῴων, οὐδὲν διαφέρει

    在引文开头的条件句中,连词 εἰ 与 ὅτι 连用。这构成了一个省略句,用以表达反驳者的假设(“即使[有人因为]人在其他动物中是最好的[而主张明智即智慧]”),其主句 οὐδὲν διαφέρει 意为“[对论题而言]毫无区别”。

  2. 6.54ὡς ἄτοπον ὄν, χείρω εἶναι τῶν χειρόνων σωμάτων τὰ κρείττω ψυχῆς μὴ μετέχοντα

    短语 ὡς ἄτοπον ὄν 是表示理由的独立分词结构,引出其后的宾格加不定式结构(χείρω εἶναι...)。其句法骨架为归谬论证:“因为更卓越的物体(天体)因不分有灵魂而反倒劣于较下等的物体(地上的物体),这将是荒谬的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:329.1-330.11