← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§31.26-33.11

对我们而言可知之物与听者的资质

埃乌斯特拉提奥斯解释了亚里士多德的伦理探究是如何从“对我们而言可知”的实践上升至作为原因的幸福与德性(即关于事实的证明),并阐明了为何听者必须预先通过良好的习惯与经验受到良好教养(1095b2–1095b7)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34

" Ἀρκτέον μὲν γὰρ ἀπὸ τῶν γνωρίμων·" Περὶ τούτων εἴρηται μὲν ἤδη, ῥητέον δὲ καὶ εἴ τι ἐν ταῖς διδασκαλίαις καὶ ταῖς μαθήσεσι τὰ σαφῆ δεῖ προηγεῖσθαι τῶν ἀσαφῶν.1 ἐπεὶ δὲ διττῶς ἔχει ταῦτα, ὡς εἶναι τὰ μὲν ἁπλῶς καὶ κυρίως ἔχοντα τὸ σαφὲς καὶ κατὰ τὴν τῶν πραγμάτων ἀκολουθίαν ὡς τὰ αἴτια πρὸς τὰ αἰτιατά, οἷον οἱ τῶν ἐπιστημῶν ὅροι καὶ αἱ ἀρχαὶ πρὸς τὰ ἐξ αὐτῶν θεωρούμενα, τὰ δὲ πρὸς ἡμᾶς, ὡς ἔν τισι τῶν ἐπιστημῶν τὰ αἰτιατὰ τῶν αἰτίων ἡμῖν σαφέστερα φαίνονται, ὡς ἐπὶ τῆς σελήνης ἔχει καὶ τῶν διαφόρων φωτισμάτων αὐτῆς (τοῦ γὰρ σφαιρικοῦ τῆς σελήνης αἰτίου ὄντος τῶν τοιῶνδε φωτισμάτων αὐτῆς, ἡμῖν ἐξ ἀρχῆς σαφέστερα τὰ φωτίσματα γίνεται, ἐναργῆ ὄντα καὶ τῇ αἰσθήσεως προσβολῇ γινωσκόμενα)· διὸ καὶ ἐκ τῶν αἰτιατῶν τεκμηριωδῶς συλλογιζόμενοι τὸ αἴτιον ἑαυτοῖς ἀποδεικνύομεν, τὰ αἰτιατὰ τοῦ αἰτίου ποιούμενοι πρότερα διὰ τὸ εἶναι πρὸς ἡμᾶς γνωριμώτερα. τοίνυν ἐπεὶ ἀρχὴ μὲν τελικὴ ἡ εὐδαιμονία, αἱ δὲ πρὸς αὐτὴν ὡς τέλος ἄγουσαι αἱ κατὰ τὰς ἀρετάς εἰσι πράξεις, αὗται δὲ ὕστεραι μὲν τῇ φύσει ὡς τῆς εὐδαιμονίας αἰτιαταί, ἡμῖν δὲ σαφέστεραι καὶ γνωριμώτεραι, ἐκ τούτων ἡμῖν ἀρκτέον καὶ ἀνιτέον δι’ αὐτῶν πρὸς τὸ αἴτιον. ἀκούσαι δ’ ἄν τις ταῦτα καὶ καθόλου περὶ τῶν ἀρετῶν. ἕξεις γὰρ αἱ ἀρεταὶ καὶ ἀρχαὶ καὶ αἴτια τῶν κατ’ αὐτὰς πράξεων. ἐπεὶ οὖν τὰς ἀρετὰς τίς τε ἑκάστη καὶ ὁποία ἐκ τῶν κατ’ αὐτὰς πράξεων ὡς ἡμῖν σαφεστέρων γνωρίζομεν, δῆλον ὡς ἐκ τῶν αἰτιατῶν καταλαμβάνομεν τὰ αἴτια καὶ ἡ ὁδὸς ἡμῖν οὕτω γίνεται ἀπὸ τῶν ἀρχῶν ἐπὶ τὰς ἀρχάς.

“因为必须从可知的事物开始。” 关于这些事固然已经谈过,但还应当说明,在讲授与学习中是否应当让明晰的事物先于不明显的事物。由于这些[可知的事物]具有双重含义,以至于有些事物是绝对且本来地具有明晰性,并且依循事物的自然次序,如同原因相对于由原因产生的结果,例如各门科学的定义与本原相对于由它们推求的事物;而另一些则是就我们而言的,正如在某些科学中,由原因产生的结果在我们看来比原因更为明晰,正如在月亮及其各种受光现象中所体现的那样(因为月亮的球形是它产生此类受光现象的原因,但对我们而言,这些受光现象从一开始就更为明晰,因为它们是显而易见的,并且是通过感觉的直接触及而被认识的);因此,我们通过由原因产生的结果进行征兆式的推论,向我们自己证明原因,由于由原因产生的结果对我们而言更为可知,从而将结果置于原因之先。因此,既然幸福是目的因本原,而依德性而行的诸实践则是引向作为目的的幸福的事物,且这些实践就本性而言作为幸福的结果是后天的,但就我们而言则是更为明显和可知的,那么我们必须从这些实践开始,并通过它们上升至原因。人们对于德性总体也可以这样理解;因为德性是性向,且是依德性而行的诸实践的本原与原因。因此,既然我们根据依德性而行的诸实践(作为对我们而言更为明晰者)来认识各个德性是什么以及具有何种性质,显然我们是从结果来把握原因的,而我们的道路也就这样从本原通向本原。

§1.35

"Διὸ δεῖ τοῖς ἤθεσιν ἦχθαι καλῶς." Ἐπεὶ ἀπὸ τῶν ἀγαθῶν πράξεων τὸν περὶ ἀρετῆς καὶ εὐδαιμονίας λόγον μέλλει συστήσασθαι, αἱ δὲ πράξεις αἰτιαταὶ καὶ ὕστεραι, τοῦτο δ’ οὐκ ἔστι τοῦ διότι ἀλλὰ τοῦ ὅτι ἀπόδειξις (ἐκ τῶν προτέρων γὰρ τὸ διότι συνίστασθαι πέφυκε· τὸ δὲ ἐκ τῶν ὑστέρων δεικνύμενον, ὅτι ἔστι δείκνυται, οὐ διότι ἔστι· τὸ γὰρ διότι ἐστὶν ἀπόδοσις αἰτίας, ἡ δ’ αἰτία προτέρα)· διὰ τοῦτό φησιν ὅτι δεῖ τοῖς ἔθεσιν ἦχθαι καλῶς τὸν περὶ καλῶν καὶ δικαίων καὶ ὅλως τῶν πολιτικῶν ἀκουσόμενον ἱκανῶς, τουτέστι δεῖ γεγυμνασμένον εἶναι καὶ εἰθισμένον ταῖς ἀγαθαῖς πράξεσι τὸν περὶ τῶν ἀγαθῶν ἕξεων καὶ ἐνεργειῶν ἀκουσόμενον, ἵν’ ἐξ αὐτῆς τῆς συνηθείας καὶ τῆς πείρας ἔχοι τοῖς λεγομένοις ἕπεσθαι καὶ μὴ ἐνίσταιτο εὐθὺς πρὸς ἃ λέγομεν περὶ ἀρετῆς καὶ εὐδαιμονίας, ἀηδῶς ἔχων διὰ τὸ συνειθίσθαι πρὸς τἀναντία· τὸ δὲ ὅλως τῶν πολιτικῶν ἐπήνεγκε τῷ περὶ καλῶν καὶ δικαίων λόγῳ ἢ διὰ τὰ λοιπὰ τελικὰ ἃ καὶ αὐτὰ ἐν ταῖς πολιτείαις ζητοῦνται ἢ περὶ τῶν παρωνύμως ἐκ τῶν ἑτέρων ἀρετῶν ὀνομαζομένων, οἷον ἀνδρείων σωφρονικῶν καὶ τῶν τοιούτων. ἀρχὴ γάρ φησι τὸ ὅτι, τουτέστιν ἐκ τῶν ὑστέρων ἀρχόμεθα καὶ αἰτιατῶν καὶ τὸ ὅτι δείκνυμεν· καὶ εἰ τοῦτο, ἤγουν τὸ ὅτι φαίνοιτο ἱκανῶς τῷ ἀκροατῇ ὡς καλῶς ἀχθέντι τοῖς ἔθεσιν, ἕψοιτο ἂν τοῖς λεγομένοις καὶ οὐδαμοῦ τοῦ διότι δεησόμεθα. μείζονος γὰρ τῆς θεωρίας ἢ κατὰ τὴν παροῦσαν πραγματείαν περὶ ἀρετῆς καὶ εὐδαιμονίας δεῖξαι τὸ ἀληθὲς ἐκ τῶν προτέρων καὶ αἰτίων ἀφορμωμένους.2 δεῖ γὰρ ὑπεραναβῆναι τὴν ψυχικὴν οὐσίαν καὶ εἰς νοῦν γενέσθαι καὶ θεόν, ἃ μόνα πρότερα τῆς ψυχῆς ἐστι, καὶ δεῖξαι ἐκεῖθεν, τίς τε ἡ τῆς λογικῆς ψυχῆς ἀρετὴ καὶ ὅπερ προσῆκον αὐτῇ μακάριον.

“因此必须在习惯上受到良好教养。” 既然他打算从善的实践建立关于德性与幸福的论述,而实践是由原因产生的结果且是后天的,且这不是关于‘为什么’的证明,而是关于‘事实’的证明(因为‘为什么’按其本性是从先天之物建立起来的;而从后天之物所显明的事物,显明的只是其实际存在的事实,而不是它为什么存在;因为‘为什么’是对原因的说明,而原因是在先的);因此他说,一个将要充分听取关于高尚与公正之事以及总体上关于政治事务之论述的人,必须在习惯上受到良好教养,这就是说,一个将要听取关于善的性向与活动的人,必须在善的实践中受到锻炼和熏陶,以便能够凭借这种习惯与经验本身跟上所讲的内容,而不至于因习惯于相反的事物而感到厌恶,并立即反对我们关于德性与幸福所说的话。他在关于高尚与公正之事的论述中附加了“总体上关于政治事务”,或者是因为在城邦政体中同样被探究的其余诸目的,或者是关于由其他德性同源衍生命名的事物,例如勇敢的、节制的事物等等。因为他说“事实是本原”,这就是说,我们从后天之物和结果开始,并显明事实;如果这一点,即事实,对一个在习惯上受到良好教养的听众显现得足够清楚,他就会跟上所讲的内容,而我们也就根本不需要‘为什么’了。因为若从先天之物与原因出发来显明关于德性与幸福的真理,属于比本论著更高的思索。因为必须超越灵魂的实体,达到理智与神(它们是唯独先于灵魂的),并从那里显明有理性的灵魂的德性是什么,以及何为适合于它的至福。

§1.36

"Ὁ δὲ τοιοῦτος ἢ ἔχει ἢ λάβοι ἄν." Ὁ ταῖς καλαῖς καὶ δικαίαις συνεθισθεὶς πράξεσιν ἢ ἔχει ἀρχὰς περὶ ἀρετῆς καὶ εὐδαιμονίας, ὡς ἤδη ἐν ἕξει τῶν καλῶν γεγονὼς ἐκ τῶν πράξεων, κἂν μήπω περὶ τούτων τεχνολογοῦντός τινος ἤκουσεν, ἢ λάβοι ἂν ῥᾳδίως, διὰ τὸ πλειστάκις ἀποσχέσθαι μὲν τῶν χειρόνων, προστεθῆναι δὲ τοῖς ἀμείνοσι, καὶ ἐν πείρᾳ γενέσθαι διαφόρων καλῶν καὶ φαύλων, ὃ ἔστιν ἰδεῖν ἐπὶ τῶν πῇ μὲν ἀπολαυστικῶς πῇ δ’ ἐγκρατῶς διαζώντων καὶ ἐφιστανόντων τῷ λόγῳ, πῶς ἔχουσι τῆς ψυχικῆς διαθέσεως ἐν ταῖς ἐναντίαις ταύταις διαγωγαῖς.

“而这样的人要么拥有,要么能获得[诸本原]。” 习惯于高尚与公正之实践的人,要么拥有关于德性与幸福的诸本原,如同因实践而已然处于高尚事物的性向之中(即使他尚未听过任何人对这些事物进行系统的理论讲授),要么能轻易获得它们,因为他屡次远离了较恶的事物而亲近了较善的事物,并亲身体验了各种高尚与低劣的事物;这在那些有时过着享乐生活有时过着自制生活的人身上可以看到,当他们运用理性留意在这些相反的生活方式中自己的灵魂状态究竟如何时。

语法注2 条
  1. 1.34ῥητέον δὲ καὶ εἴ τι ἐν ταῖς διδασκαλίαις καὶ ταῖς μαθήσεσι τὰ σαφῆ δεῖ προηγεῖσθαι τῶν ἀσαφῶν

    连词 εἴ τι 引出依附于 ῥητέον 的间接疑问从句(“也应当说明……是否/在何种程度上”),其内部支配带有不定词 προηγεῖσθαι、对格主语 τὰ σαφῆ 以及属格补足语 τῶν ἀσαφῶν 的无人称动词 δεῖ。虽然 εἴ τι 有时带有条件意味(“若有什么的话”),但此处主要起提出待论述论题的作用,即在讲授与学习中明晰之物是否应当先于不明显之物。

  2. 1.35μείζονος γὰρ τῆς θεωρίας ἢ κατὰ τὴν παροῦσαν πραγματείαν περὶ ἀρετῆς καὶ εὐδαιμονίας δεῖξαι τὸ ἀληθὲς ἐκ τῶν προτέρων καὶ αἰτίων ἀφορμωμένους

    该句的主语是不定词短语 δεῖξαι τὸ ἀληθὲς ἐκ τῶν προτέρων...(分词 ἀφορμωμένους 作不定词在意义上的宾格主语),表语是省略了系动词 ἐστί 的所有/属性属格 μείζονος τῆς θεωρίας(“属于更高的思索”)。比较连词 ἤ 之后跟着表示“符合/相应于”的介词短语 κατὰ τὴν παροῦσαν πραγματείαν(“相应于本论著的程度”),全句结构意为:从在先的原因出发显明真理,属于比切合本论著的思考更为重大的思考。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:31.26-33.11