- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:327.25-328.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提奥斯注解了亚里士多德依据关照自身生命的动物之通念来确证明智在于认识自身之善的段落(1141a26),以及将政治学与智慧区分开来的段落(1141a28),指出若将智慧等同于对自身有益之事的认识,就会荒谬地导致智慧随动物物种的多样性而倍增。
" Διὸ καὶ τῶν θηρίων ἔνια φρόνιμά φασιν εἶναι, ὅσα περὶ τὸν αὑτῶν βίον ἔχοντα φαίνεται δύναμιν προνοητικήν." Πιστοῦται τὸν λόγον ἐκ τῆς κοινῆς ὑπολήψεως, ὅτι ἡ φρόνησις ἕξις ἐστὶ τοῦ θεωρεῖν ἕκαστον τὸ ἑαυτοῦ εὖ. κοινότερος οὗτος ὁ λόγος ἐστὶ τῆς φρονήσεως, ἐπὶ πάντα διήκων ὅσα ἔχοντα φαίνεται δύναμιν προνοητικήν. ἑκασταχοῦ γὰρ ἔνθα κοινὴν εὑρίσκομεν τῶν ἀνθρώπων ὑπόληψιν περί τινος πράγματος, ὡς βεβαίᾳ ταύτῃ πρὸς τὴν τῶν ζητουμένων πίστωσιν χρώμεθα. φησὶν οὖν ὅτι τοσοῦτόν ἐστι φύσει τῆς φρονήσεως ἴδιον τὸ θεωρεῖν ἕκαστον τὸ ἑαυτοῦ ἀγαθόν, ὥστε καὶ ἐπὶ τῶν θηρίων τοῦτο οἱ ἄνθρωποι φέρουσι· καὶ τῶν θηρίων γάρ τινά φασιν εἶναι φρόνιμα. τίνα ταῦτα; ὅσα περὶ τὸν ἑαυτῶν βίον ἔχοντα φαίνεται δύναμιν προνοητικήν. θηρία δὲ ὀνομάζει ἁπλῶς τὰ ἄλογα. ἐπὶ τούτων γὰρ 〈εὑρίσκομέν〉 τινα φύσει προνοούμενα ἑαυτῶν καὶ τὰ πρὸς οἰκείαν σωτηρίαν ἐπιτηδεύοντα, οὐ μόνον μεγέθει καὶ ῥώμῃ προὔχοντα ἀλλὰ καὶ βραχέα καὶ ἀσθενῆ. ἄρκτος τε γὰρ καταδύσεις εὑρίσκει καὶ σπήλαια χειμῶνος κατάδυσιν1 καὶ τὰ πρὸς βρῶσιν ἐναποτίθεται, ἵν’ ὅταν ἀπρόϊτος ἐκ ψύχους διατελῇ, ἔχῃ ἀποζῆν ἐξ ὧν ἀπέθετο· ταῦτά δ’ ἐστὶ βάλανοι καὶ μῆλα καὶ κάρυα καὶ εἴ τι τοιοῦτον ἕτερον πρὸς βρῶσιν αὐτῇ ἐπιτήδειον. ἐν γὰρ χειμῶνι ζῷα θηρεύειν ἢ ἁρπάζειν ἴσως οὐκ ἔχουσα, ἐκείνοις ἀρκεῖται οἷς ἀπέθετο. καὶ μέλιττα καὶ μύρμηξ ὡσαύτως· ἡ μὲν μέλι τοῖς σίμβλοις ἐναποτίθεται, ὁ δὲ καρποὺς ἐν ταῖς οἰκείαις συμφορεῖ καταδύσεσιν ἑαυτῷ, καὶ οὕτως ἔχειν τὴν τροφὴν προνοούμενος, ὅτε οὐκ ἔστιν αὐτῷ ἔξωθεν εὐπορεῖν βρώσεως. καὶ ὁ ἀράχνης ἱστὸν κατασκευάζει, ἵνα θηρεύῃ ζωύφια πρὸς βρῶσιν αὐτῷ συμβαλλόμενα. τὸ δὲ φαίνεται εἶπε καὶ τὸ δύναμιν, διότι μὴ κυρίως αὐτοῖς μήτε λόγος ἐστὶ μήτε πρόνοια, ἀλλὰ φυσικαί τινες ἰδιότητες, ὥς τινα λόγου ἀπηχήματα φύσει προσοῦσαι αὐτοῖς.
“因此人们说,即便某些野兽也是明智的,凡是在关涉自身生命方面显出具有预见能力者皆是如此。” 他依据普遍的通念来证实这一论证:明智是各者观照自身之善的品质。这是关于明智的一个更为普遍的定义,通达于所有显出具有预见能力者。因为无论在何处,只要我们发现人们关于某事物具有普遍的通念,我们便以此作为确凿的根据来证实所探究的事项。因此他说,观照各者自身的善,在自然本性上是如此属于明智所特有,以至于人们把这也运用到野兽身上;因为人们说甚至某些野兽也是明智的。这些是哪些野兽呢?即凡在关涉自身生命方面显出具有预见能力者。而他将无理性的动物统称为野兽。因为在这些动物中,〈我们发现〉有些动物出于本性而为自身预作筹划,致力于求得属于自身的持存,不仅那些在体量与力量上卓越者如此,而且微小软弱者也是如此。因为熊会寻找隐蔽处和洞穴作为冬日的藏身之地,并储存供食之物,以便在因严寒而无法外出时,能依靠所储备的食物存活;这些食物是橡实、苹果、坚果以及其他诸如此类适合于它食用的东西。因为在冬日它或许无法捕猎或掳掠动物,便满足于所储备的那些。蜜蜂和蚂蚁同样如此:前者在蜂巢中储存蜂蜜,后者在属于自身的潜藏处为自己积聚谷粒,预先筹划着保有养料,以备无法从外界获取食物之时。蜘蛛也结网,以便捕猎作为养料辅助自身的微小生灵。但他之所以说“显出”和“能力”,是因为严格说来它们既没有理性,也没有预见,而是作为理性的某种回响,本性上具有某些自然特质。
"Φανερὸν δ’ εἴη ὅτι οὐκ ἂν εἴη ἡ πολιτικὴ καὶ ἡ σοφία ἡ αὐτή. εἰ γὰρ τὴν περὶ τὰ ὠφέλιμα αὑτοῖς ἐροῦσι σοφίαν, πολλαὶ ἔσονται σοφίαι· οὐ γὰρ μία περὶ τὸ ἁπάντων ἀγαθὸν τῶν ζῴων ἀλλ’ ἑτέρα περὶ ἕκαστον, εἰ μὴ καὶ ἰατρικὴ μία περὶ πάντων τῶν ὄντων.2" Περὶ τοῦ αὐτοῦ καὶ πάλιν φησίν, οὐ μόνον τὴν φρόνησιν διιστῶν ἀπὸ τῆς σοφίας ἀλλὰ καὶ αὐτὴν ἁπλῶς τὴν πολιτικήν. ἔστι μὲν γὰρ φρόνιμος καὶ ὁ 〈πολίτης τὰ ἑαυτοῦ ζητῶν ὠφέλιμα, ὡς ἄνθρωπος, ἔστι δὲ φρόνιμος καὶ ὁ〉 πολιτικός, ἤτοι ὁ πολίτης προϊστάμενος καὶ ἢ νομοθετῶν ἢ ἐξετάζων καὶ συνιστῶν τὰ κοινῇ τῇ πόλει συμφέροντα καὶ ὠφέλιμα. εἰ γὰρ σοφίαν ἐροῦσι τὴν πολιτικήν, ὅτι τὰ κοινῇ τῆς πόλεως θεωρεῖ ὠφέλιμα, ἔσονται πολλαὶ σοφίαι, ὅτι καὶ ἑκάστη φύσις τῶν ζῴων κατὰ τὴν ἑαυτῆς ἰδιότητα οἰκεῖα ἔχει ὠφέλιμα. διότι καὶ οἰκεῖον ἀγαθὸν τὸ κατὰ φύσιν ἑκάστῳ, ὡς καὶ ἰατρικὴ ἄλλη καὶ ἄλλη καθ’ ἑκάστην φύσιν διὰ τὸ καὶ κρᾶσιν εἶναι τῶν ζῴων ἄλλην καὶ ἄλλην καὶ τὸ κατὰ φύσιν ἑκάστῳ εἴδει ἕτερον καὶ ἕτερον. δόξειε δ’ ἄν τῆς αὐτῆς εἶναι δυνάμεως τῷ πρὸ αὐτοῦ3 τὸ παρὸν ἐπιχείρημα, μόνον δὲ διαφέρειν κατὰ τὸ κοινὸν καὶ ἴδιον, ὅτι ἐκεῖ μὲν μερικώτερον τὴν φρόνησιν ἔλαβεν, ἐνταῦθα δὲ κοινότερον καὶ πολιτικώτερον.
“并且显而易见的是,政治学与智慧不可能是同一的。因为如果他们把关涉对自身有益之事的认识称为智慧,那么就会有许多种智慧;因为并非存在关于所有动物的善的单一智慧,而是关于每一者有不同的智慧,除非也存在关涉一切存在者的单一医学。” 他再次谈及同一主题,不仅将明智与智慧区分开来,而且将政治学本身也径直[与智慧]区分开来。因为不仅寻求对自身有益之事的公民作为人而言是明智的,政治家也是明智的,即居于统领地位、或是立法或是审视并确立对城邦共同有利和有益之事的公民。因为如果他们因政治学观照对城邦共同有益之事而称之为智慧,那么就会存在许多种智慧,因为动物的每种本性依照自身的特质也都拥有属于自身的有益之事。这是因为顺应本性之物乃是属于各者的特有之善,正如针对每种不同的本性医学也各不相同一样,因为动物的体质各不相同,且顺应本性之物在每个种上也各不相同。当前的论证似乎与它前面的论证具有相同的效力,只是在普遍与特有上有所不同:在前一处他是在更为局部的意义上把握明智,而在此处则是在更为普遍和政治性的意义上把握它。
- 6.52χειμῶνος κατάδυσιν
χειμῶνος(属格)与 κατάδυσιν(宾格)作为先行宾语 καταδύσεις καὶ σπήλαια 的同位语或限定性修饰语,表示“作为冬日的隐蔽处/藏身之地”。
- 6.53εἰ μὴ καὶ ἰατρικὴ μία περὶ πάντων τῶν ὄντων
在由 εἰ μή(“除非/若非”)引导的从句中,系动词(ἔστι 或 εἴη)被省略。逻辑上它构成归谬论证:正如不可能存在针对所有存在者的单一医学一样,智慧也不可能随物种不同而各异。
- 6.53δόξειε δ’ ἄν τῆς αὐτῆς εἶναι δυνάμεως τῷ πρὸ αὐτοῦ
δόξειε ἄν 采用祈愿语气加 ἄν,表达委婉的可能陈述(“似乎……”)。属格短语 τῆς αὐτῆς... δυνάμεως 是性质的表语属格(“属于相同的效力”),与格 τῷ πρὸ αὐτοῦ 由 αὐτῆς 所隐含的同一/相同比较所支配(“与在它之前的那个相同”)。
