- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:326.1-327.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德借助健康/善(可变、相对)与白/直(恒常)的比喻来论证智慧的普遍性与明智的相对性这一段落(1141a22),欧斯特拉提乌斯剖析了引文的句法结构,并阐明了明智为何不仅适用于人类、亦可扩展至无理性动物的求生本能。
" Εἰ δὴ ὑγιεινὸν μὲν καὶ ἀγαθὸν ἕτερον ἀνθρώποις καὶ ἰχθύσι, τὸ δὲ λευκὸν καὶ εὐθὺ ταὐτὸ αἰεί, καὶ τὸ σοφὸν ταὐτὸν πάντες ἂν εἴποιεν, φρόνιμον δὲ ἕτερον. τὸ γὰρ περὶ αὑτὸ ἕκαστα εὖ θεωροῦν φαῖεν ἂν εἶναι φρόνιμον,1 καὶ τούτῳ ἐπιτρέψειαν αὐτά." Ἕτερον ἐπιχείρημα περὶ διαφορᾶς σοφίας καὶ φρονήσεως ἐκ τοῦ ἑτέρου καὶ τοῦ ταὐτοῦ. καὶ παράγει εἰς μέσον ὥσπερ παράδειγμα τοῦ μὲν ἑτέρου τὸ ὑγιεινὸν καὶ τὸ ἀγαθόν, τοῦ δὲ ταὐτοῦ τὸ λευκὸν καὶ εὐθύ. ὑγιεινὸν μὲν γὰρ τοῖς ἑτερογενέσιν ἕτερον καὶ ἕτερον, καὶ ἀγαθὸν ὡσαύτως, οἷον ἀνθρώποις καὶ ἰχθύσι. βρῶμα γὰρ ὑγιεινὸν ἢ διαίτημα ἢ ἄλλο τι τοιοῦτον ἄλλο μὲν ἀνθρώποις, ἕτερον δὲ ἰχθύσι· διότι καὶ ἡ κρᾶσις ἑτέρα καὶ τὰ συμβαλλόμενα τοῖς κατὰ τὴν κρᾶσιν ἑτέροις εἰς ὑγίειαν ἕτερα πάντως. καὶ τὸ ἀγαθὸν ὡσαύτως ἕτερον. ἀγαθὸν δὲ ἐνταῦθα οὐ τὸ κοινόν φησι καὶ ἁπλῶς ἀλλὰ τὸ ἴδιον ἑκάστῳ. ἀγαθὸν γὰρ ἀνθρώποις ᾗ ἀνθρώποις καὶ χερσαίοις οὖσι ζῴοις τὸ ἐν χέρσῳ διάγειν, ἰχθύσι δὲ ὑδρηλοῖς οὖσι τὸ διατρίβειν ἐν ὕδατι, τὸ δὲ λευκὸν καὶ εὐθὺ οὐ τοῖς μέν ἐστι λευκὸν καὶ εὐθύ, τοῖς δ’ οὐχί, ἀλλ’ ἑκάτερον τούτων ἀεὶ τὸ αὐτό. οὕτω καὶ τὸ μὲν σοφὸν ταὐτὸν ἂν εἴποιεν πάντες, οὐ παρὰ τοῖς μὲν σοφόν, παρὰ δὲ τοῖσδε μή· φρόνιμον δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλ’ ἕτερον καὶ ἕτερον. ἐκεῖνο γὰρ φρόνιμον, ὃ θεωρεῖ καὶ εὑρίσκει καὶ αἱρεῖται τὸ οἰκεῖον εὖ καὶ ἐπιτηδεύει ὀρθῶς τὴν ἐκείνου ἐπίτευξιν, καὶ τοῦτο ἂν εἴπῃ φρόνιμον τῶν κρινόντων ἕκαστον, καὶ εἰ μέλλει αὐτὸ ἐπιτρέψαι τινὶ τὴν ἑαυτοῦ σωτηρίαν, τούτῳ ἂν ἐπιτρέψειεν, ὃ ἂν γνῷ τὸ ἑαυτοῦ γνωρίζον εὖ, καὶ ἑαυτῷ ἐκεῖνο περιποιούμενον, ἵν’ ὡς ἑαυτῷ τὴν σωτηρίαν περιποιοῖτο τὸ ἑαυτοῦ θεωροῦν ἀγαθόν, οὕτω κἀκεῖνο περιποιήσεται. καὶ οὕτω μὲν ἡ ἅπασα θεωρία τῆς λέξεως, καὶ γέγονεν ἤδη σαφῆ καθ’ ὁλοσχέρειαν τὰ λεγόμενα. ἴδωμεν δὲ καὶ κατὰ μέρος, εἴ πῃ δέεται παραμυθίας τινός. εἰ δὴ ὑγιεινὸν μὲν καὶ ἀγαθὸν ἕτερον ἀνθρώποις καὶ ἰχθύσι. βουλόμενος δεῖξαι τὸ σοφὸν μὲν παρὰ πᾶσιν ὂν τὸ αὐτό, τὸ δὲ φρόνιμον ἕτερον, κἀντεῦθεν ἀναφῆναι τὴν τῆς σοφίας διαφορὰν πρὸς τὴν φρόνησιν, ἵνα δείξῃ τὸν ἑαυτοῦ λόγον μηδέν τι καινὸν παρεισάγοντα, διὰ τοῦτο παρέλαβε τὸ ὑγιεινὸν καὶ τὸ ἀγαθόν, ὡς παρὰ τοῖς ἑτέροις τὴν φύσιν ὄντα ἕτερα, τὸ δὲ λευκὸν καὶ τὸ εὐθὺ μὴ ἐξαλλασσόμενα πρὸς τὰς τῶν φύσεων ἑτερότητας ἀλλὰ παρὰ πᾶσιν ὄντα τὰ αὐτά. εἰ οὖν ἐπ’ ἐκείνων, φησίν, οὕτως ἔχει, οὐδὲν καινόν, ἂν καὶ ἡ σοφία καὶ ἡ φρόνησις ἀλλήλαιν διενηνόχατον. καὶ ἡ μὲν σοφία οὕτως ἔχει ἀεί, ἡ δὲ φρόνησις μεταπίπτει, συνεξαλλαττομένη τοῖς ἑκάστῳ ὠφελίμοις τε καὶ συμφέρουσιν. ἡ μὲν γὰρ σοφία ἐπιστήμη τῶν τιμιωτάτων ἐστὶ καὶ ὡς αἱ τῶν ὑποκειμένων αὐτῇ φύσεις οὐκ ἐξαλλάττονται καὶ εἰς ἕτερα μεταπίπτουσιν ἀλλὰ τὰς ἰδίας φυλάττουσιν ἰδιότητας, οὕτως οὐδὲ ἡ τούτων γνῶσις εἴς τι ἄλλο μεθίσταται, ἀλλ’ ἡ αὐτή ἐστιν ἀεί, ἡ δὲ φρόνησις, ἐπεὶ τὸ συμφέρον ἑκάστου σκοπεῖ καὶ ὠφέλιμον, ταῦτα δὲ παρ’ ἄλλοις ἄλλα ἐστί, διὰ τοῦτο καὶ ἡ φρόνησις ἑτέρα καὶ ἑτέρα παρ’ ἑτέροις καὶ ἑτέροις ἐστίν. ὥστε τὸ μὲν σοφὸν ταὐτὸν ἂν εἴποιεν πάντες, μηδὲν ἕτερον ὂν ἢ τὸ τὰ ὄντα ὡς ὄντα ἐπίστασθαι καὶ τὰς ἀρχὰς ἑκάστων, ὧν ἀρχαί εἰσι, τὸ δὲ φρόνιμον ἕτερόν τε καὶ ἕτερον διὰ τὴν τῶν ὠφελίμων καὶ συμφερόντων ἐναλλαγήν. εἰ γὰρ καὶ κοινότερον λέγοντες ὡς ἓν τὸ συμφέρον καὶ τὸ ὠφέλιμον ὀνομάζομεν, ἀλλὰ κατ’ εἶδος ἐξετάζοντες πολλὴν τῶν ὠφελίμων καὶ συμφερόντων εὑρίσκομεν τὴν διαφοράν. τὸ δὲ περὶ ἑαυτὸ ἕκαστα τὸ εὖ θεωροῦν φαῖεν ἂν εἶναι φρόνιμον οὕτω συντακτέον. ἕκαστα γὰρ τῶν πραγμάτων τί τὸ φρόνιμον ἐξετάζοντα, εἴποιεν ἂν εἶναι φρόνιμον ἐκεῖνο τὸ θεωροῦν, ἤτοι καταλαμβάνον τὸ ἀγαθὸν περὶ αὑτὸ καὶ ὡς περιέχον ἀφ’ ἑαυτοῦ τὸ ἔχον τὴν τοῦ ὠφελίμου καὶ συμφέροντος γνῶσιν, προστήσαιεν ἂν ἑαυτῶν καὶ τῆς σφετέρας σωτηρίας. τὸ δὲ ἕκαστα οὐδετέρως εἶπεν, ὡς ἐπέκεινα τῶν ἀνθρώπων ἐπεκτείνων τὸ νόημα, ὡς συμπεριλαμβάνειν ἐν ταὐτῷ καὶ τὰ ἄλογα. κἀκεῖνα γάρ, ὅπερ ἂν εἴπῃ τις ἐπ’ αὐτῶν φρόνιμον, τούτῳ ἑαυτὰ ἐπιτρέπουσι, καὶ αὐτῷ ἕπονται καὶ πρὸς αὐτὸ συννενεύκασιν, ὡς δι’ αὐτοῦ τὴν σωτηρίαν εὑρίσκοντα. διὰ τοῦτο τὰ θήλεα τοῖς ἄρρεσιν ἕπονται καὶ τῆς φωνῆς αὐτῶν καὶ τῆς στάσεως καὶ τῆς κινήσεως ἤρτηνται.
“因此,如果对人和鱼而言,健康的事物和善的事物是各不相同的,而白的事物和直的事物却始终是同一的,那么所有人都会说,有智慧者是同一的,而明智者则是各不相同的。因为人们会说,凡是在关涉自身的各事上善于观照者便是明智的,并且会将这些事托付给它。” 这是关于智慧与明智之差异的另一个论证,取自“相异”与“同一”。他把健康之物和善之物作为相异者的范例提出来,把白和直作为同一者的范例提出来。因为健康之物对于不同类的存在者而言是各不相同的,善之物同样如此,例如对人和鱼。因为健康的食物或起居方式或其他类似之物,对人是一种,对鱼则是另一种;这是因为两者的体质相异,而对于在体质上相异者而言,促成健康的要素全然不同。善之物同样也是相异的。但这里他所说的善,并非普遍的和无条件的善,而是对各者而言特有的善。因为对于人而言,就其为人且为陆生动物而言,在陆地上生活是善;对于鱼而言,因其为水生动物,在水中度日是善;而白和直却不是对某些者是白且直、对另一些者则不然,这两者中的每一方始终都是同一的。同样,所有人都会说有智慧者是同一的,并非在某些人那里是有智慧的,而在另一些人那里则不是;但明智者对于所有人却不是同一的,而是各不相同的。因为明智者正是那能善于观照、发现并选择属于自身的善,且能正确致力于获取那善者;每个作判断者都会称此为明智的;如果它要把自身的持存托付给某者,它便会托付给它所知道的、善于认识自身之事并且为自身获取那善者,以便正如观照自身之善者为自身获取持存一样,它也会为前者获取持存。整段文句的总体考察就是如此,所说的内容在大体上已经明确了。但让我们也来逐部分审视一下,看看是否在某处需要某种阐释。“因此,如果对人和鱼而言,健康的事物和善的事物是各不相同的”:他希望表明有智慧者在所有人那里都是同一的,而明智者则是相异的,并由此显明智慧相对于明智的差异;为了表明他自己的论说并未引入任何新奇之物,他为此借用了健康之物和善之物,因为它们在具有不同本性者那里是相异的,而白和直则不随本性的差异而改变,在所有人那里都是同一的。他说,如果在那类事物上是这样,那么即便智慧与明智彼此互异,也毫无新奇之处。智慧始终是如此,而明智则发生变动,随着对各者有益且有利的事物一同改变。因为智慧是关于最尊贵之物的学问,正如其底层事物的本性不发生改变、不转变为别的事物,而是保持其特有的属性一样,关于它们的认识也不会迁移为别的东西,而是始终同一的;而明智既然考察对各者有利和有益之物,且这些事物在不同的存在者那里各不相同,因此明智在不同者那里也是各不相同的。所以所有人都会说有智慧者是同一的,这无非就是认识作为存在者的存在者,以及认识有原理的各者的原理;而明智者则由于有益与有利之物的更替而各不相同。因为即便我们从较为普遍的角度把有利之物和有益之物称作一回事,但按种进行考察时,我们仍会发现有益之物与有利之物的巨大差异。另一方面,“人们会说,凡是在关涉自身的各事上善于观照者便是明智的”这一句应当如下组织:因为事物的各者在考察什么是明智时,会称那观照——亦即把握——关于自身的善者为明智的,并且因其自身包含着拥有对有益和有利之认识者,会立其统领自身及自身的持存。而他用中性复数说“各者”,是将意涵扩展到人类之外,以便将无理性的动物也一并包含在内。因为它们对于在它们之中人们可称之为明智者,也会把自身托付给它,跟随它并依附于它,认为通过它能找到持存。因此雌性跟随雄性,并依附于它们的声音、驻足与行动。
- 6.51τὸ γὰρ περὶ αὑτὸ ἕκαστα εὖ θεωροῦν φαῖεν ἂν εἶναι φρόνιμον
关于引文中 ἕκαστα 的句法功能,欧斯特拉提乌斯在后文中明确给出了句法分析(τὸ δὲ περὶ ἑαυτὸ ἕκαστα... οὕτω συντακτέον)。ἕκαστα 作中性复数主格,充当主动词 φαῖεν ἂν 的语义主语(“各存在者会说……”),而 τὸ... θεωροῦν 则是不定式 εἶναι 的主语(φρόνιμον 为其表语)。正如后文将其释读为 ἕκαστα τῶν πραγμάτων ... εἴποιεν ἂν 所示,复数动词 φαῖεν 与中性复数主语相应和。
