- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:325.10-325.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《尼各马可伦理学》卷六(1141a20)中提出“除非人是宇宙中最好的东西,否则认为政治学或明智是最高尚的乃是荒谬的”这一论断,注释者通过学问与政治学在对象上的差异,阐明了智慧与明智的区别及该论证的合理性。
" Ἄτοπον γὰρ εἴ τις τὴν ἐπιστήμην πολιτικὴν ἢ τὴν φρόνησιν σπουδαιοτάτην εἶναι οἴεται, εἰ μὴ τὸ ἄριστον τῶν ἐν τῷ κόσμῳ ἄνθρωπός ἐστιν." Διὰ μὲν τῶν προσεχῶς εἰρημένων ἔδειξε τὴν διαφοράν, ἣν ἔχει πρὸς τὴν ἐπιστήμην ἡ σοφία, διὰ δὲ τῶν παρόντων δείκνυσιν διαφέρουσαν τῆς φρονήσεως. συνέχει δὲ τὸν λόγον τὸν γὰρ σύνδεσμον λαμβάνων ἀντὶ τοῦ δέ,1 ὃ ἔστιν εὑρεῖν αὐτὸν ποιοῦντα ἐπὶ πολλοῖς. ἔλαβε δὲ τὴν πολιτικὴν εἰς τὸ μέσον καὶ τὴν ἐπιστήμην ὡς συλλαμβανομένην αὐτῷ πρὸς τὸ δεῖξαι τὴν ἑτερότητα τῆς φρονήσεως καὶ τῆς σοφίας. φησὶν οὖν ἄτοπον εἶναι τὸ ὑπολαμβάνειν τὴν ἐπιστήμην πολιτικὴν ἢ τὴν φρόνησιν2 σπουδαιοτάτην. ἴδωμεν δὴ πῶς ἄμφω ταῦτα συμβάλλονται αὐτῷ πρὸς τὸ προκείμενον. τὴν μὲν γὰρ πολιτικὴν ἄτοπον εἶναι λέγειν ἐπιστήμην, ὡς ἑπομένου τοῦ ἀτόπου, τῷ λέγειν σοφίαν εἶναι τὴν φρόνησιν. ἡ μὲν γὰρ σοφία ἐκ νοῦ καὶ ἐπιστήμης σύγκειται, ἡ δὲ φρόνησις πολιτική. ὁ οὖν λέγων σοφίαν εἶναι τὴν φρόνησιν ἑπόμενον ἔχει ἄτοπον, τὸ λέγειν τὴν ἐπιστήμην πολιτικήν· ἀλλὰ τοῦτο ἄτοπον διὰ τί; ὅτι ἡ μὲν ἐπιστήμη περὶ τὰ ἀναγκαῖα καταγίνεται, ἡ δὲ πολιτικὴ περὶ ἐνδεχόμενα. ὥστε ἀδύνατον ταύτας ἀλλήλαις συνέρχεσθαι, οὕτω διαφερούσας κατὰ τὰ ὑποκείμενα. οὐκ ἄρα ἡ σοφία φρόνησις. σπουδῆς μὲν γὰρ ἀξία καὶ ἡ φρόνησις, ἀλλ’ οὐ τῆς πρωτίστης, ὡς ἡ σοφία. ὅτι δ’ ἡ φρόνησις οὐκ ἔστι σπουδαιοτάτη, δείκνυσιν ἐντεῦθεν. ἡ φρόνησις περὶ τὰ ἀνθρώπῳ συμφέροντα καταγίνεται· εἰ οὖν ἦν ὁ ἄνθρωπος τῶν ἐν τῷ κόσμῳ τὸ ἄριστον, ἦν ἂν καὶ ἡ φρόνησις σπουδαιοτάτη·3 ἀλλὰ μὴν τοῦτο οὐκ ἔστιν, ὡς αὐτὸς δείκνυσι προϊών· οὐκ ἄρα ἡ σοφία φρόνησις.
“因为如果有人认为学问是政治性的或明智是最高尚的,那便是荒谬的,除非人是宇宙中最好的东西。” 通过紧接在前面的论述,他表明了智慧相对于学问所具有的差异,而通过当下的言论,他表明了[智慧]与明智是不同的。他用连接词γάρ代替δέ来接续论说,可以发现他在许多地方都是这么做的。他把政治学和学问引入中间讨论,作为有助于他表明明智与智慧之差异的手段。因此他说,认为学问是政治性的或明智是最高尚的,乃是荒谬的。现在让我们来看看,这两者如何有助于他探讨所提出的课题。因为把政治学称为学问是荒谬的,这一荒谬性乃是主张明智就是智慧的必然归结。因为智慧是由理智和学问组成的,而明智则是政治性的。因此,断言明智就是智慧的人,必然得出“学问是政治性的”这一荒谬结论。但这为何是荒谬的呢?因为学问是关于必然之物的,而政治学则是关于可变之物的。因此,既然它们在所针对的底层对象上如此不同,彼此会通就是不可能的。所以智慧不是明智。因为明智固然也值得重视,但不是像智慧那样值得首要的重视。至于明智并非最高尚的,他由此处表明:明智关注的是对人有益的事物;因此,若人是宇宙中最好的东西,明智也就会是最高尚的;然而事实并非如此(如他自己在后文中所表明的);所以智慧不是明智。
- 6.50συνέχει δὲ τὸν λόγον τὸν γὰρ σύνδεσμον λαμβάνων ἀντὶ τοῦ δέ
关于引文开头连接词γάρ的语法说明。厄斯特拉提奥斯指出,此处从前文“智慧与学问的差异”过渡到“智慧与明智的差异”,本应用表示对比或接续的δέ,但亚里士多德习惯性地用γάρ来接续上下文。
- 6.50ὡς ἑπομένου τοῦ ἀτόπου, τῷ λέγειν σοφίαν εἶναι τὴν φρόνησιν
带ὡς的属格绝对结构(ἑπομένου τοῦ ἀτόπου)表原因,与格定冠词不定式短语τῷ λέγειν...作ἑπομένου的补足语,表示推论上的相依关系,即“该荒谬性乃是主张明智即智慧的必然结果”。
- 6.50εἰ οὖν ἦν ὁ ἄνθρωπος τῶν ἐν τῷ κόσμῳ τὸ ἄριστον, ἦν ἂν καὶ ἡ φρόνησις σπουδαιοτάτη
由未完成过去直说式构成的与现在事实相反的虚拟条件句(条件从句εἰ ἦν,结论从句ἦν ἄν)。其逻辑骨架为:“如果人是宇宙中最好的,明智也会是最高尚的(但实际上人并非最好,故明智亦非最高尚)”。
