← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§323.34-325.9

作为理智与学问结合的智慧及其属神对象

厄斯特拉提奥斯解释了亚里士多德关于“智慧是理智与学问,是宛如具有头颅的学问”的定义,解答了理智作为智慧的构成部分何以能作为独立品质被列举的疑难,并将“最高贵之物”与第一哲学所探讨的属神存在相联系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.49

" Ὥστ’ εἴη ἂν ἡ σοφία νοῦς καὶ ἐπιστήμη, καὶ ὥσπερ κεφαλὴν ἔχουσα ἐπιστήμην τῶν τιμιωτάτων.1" Τοῦτο ὥσπερ πόρισμά ἐστι τῷ ῥηθέντι ἑπόμενον συμπεράσματι, καὶ δηλοῖ τὴν σοφίαν σύνθετον οὖσαν ἕξιν ἐκ νοῦ καὶ ἐπιστήμης. ὁ μὲν γὰρ νοῦς τὴν γνῶσιν ἔχει τῆς ἀληθείας τῶν ἀρχῶν, ἡ δὲ ἐπιστήμη χορηγουμένας αὐτὰς λαμβάνουσα ἐκ τοῦ νοῦ ἀποδείκνυσι τὰ οἰκεῖα προβλήματα· ὥστ’ ἐπεὶ ἡ σοφία καὶ τὰς ἀρχὰς ἔχει ὡς ὁ νοῦς καὶ τὰ ἐκ τῶν ἀρχῶν ὡς ἡ ἐπιστήμη, εἴη ἂν νοῦς ἅμα καὶ ἐπιστήμη. διὰ τοῦτο καὶ κεφαλῆς λόγον ἐν ταῖς ἐπιστήμαις ἐπέχει, ὅτι ἐπιστήμη τῶν τιμιωτάτων ἐστί. τιμιώταται δὲ αἱ ἀρχαί. εἰ γὰρ αἴτιαι αὗται τῶν παρὰ ταῖς ἐπιστήμαις συμπερασμάτων, πῶς οὐκ ἂν εἶεν τὰ ἐν ταῖς ἐπιστήμαις κυριώτερα; κεφαλαὶ τοίνυν αἱ ἀρχαὶ τῶν ἐν ταῖς ἐπιστήμαις θεωρουμένων, κεφαλὴ δὲ καὶ ἡ σοφία τῶν ἐπιστημῶν ἡ ταύτας χορηγοῦσα ταῖς ἐπιστήμαις. ἢ εἰ βούλοιτό τις, ῥητέον καὶ οὕτω τὸ κεφάλαιον ἔχουσα, ὅτι ἐπεὶ αἱ ἐπιστῆμαι μὴ οἴκοθεν ἔχουσι τὰς ἀρχὰς ἀλλ’ ἐκ τῆς σοφίας χορηγουμένας, ῥηθεῖεν ἂν τούτου ἕνεκα καὶ ἀκέφαλοι. ἡ δὲ σοφία ἐπεὶ αὐτοτελὴς καὶ ἐξ ἑαυτῆς ἔχει τὰς ἀρχάς, διὰ τοῦτο καὶ ἐπιστήμη λέγεται μετὰ κεφαλῆς, ὡς ἔχουσα κεφαλήν, ἥτις ἐστὶν αἱ ἀρχαί. ἔστι δ’ οἶμαι οὐ περιττὸν ζητῆσαι καὶ περὶ τούτων, πῶς οὐχ ἕξεις μόνον αἱ ἀληθευτικαί, αἳ καὶ τέσσαρες ἀπηρίθμηνται, ἀλλὰ καὶ ὁ νοῦς ὡς πέμπτη προστέθειται.2 ἡ γὰρ σοφία νοῦς ἐστι καὶ ἐπιστήμη. ὁ μὲν μόνον ὢν ἐπιστήμων τῆς κατὰ σοφίαν λείπεται τελειότητος, τὸ λαμβάνειν ἔχων μόνον τὰς ἀρχὰς χορηγουμένας ἀπὸ τοῦ νοῦ, μὴ μέντοι γε καὶ τὴν περὶ ταύτας ἔχων ἀλήθειαν, προκεκοφὼς δ’ ἐπὶ τὴν σοφίαν ἤδη ἔχει καὶ νοῦν καὶ τὸ περὶ τὰς ἀρχὰς ἀληθεύειν. πῶς οὖν τὸν νοῦν ἐν τῇ σοφίᾳ περιεχόμενον ὡς παρ’ αὐτὴν ἕτερον ἀπαριθμεῖται ὑπάρχοντα; ἢ ἐπεὶ σύνθετος ἡ σοφία ἐκ νοῦ καὶ ἐπιστήμης, ἔδει πρῶτον εἶναι τὰ ὡς μέρη αὐτῆς ὑπάρχοντα, καὶ οὕτως αὐτὴν ἐξ ἀμφοτέρων αὐτῶν συντίθεσθαι, ἔτι δὲ μᾶλλον εἰ καὶ ἀλλήλων ἐνδέχεται ταῦτα χωρίζεσθαι ἁπλῶς καὶ καθ’ αὑτὰ ὑπάρχοντα πρότερον, εἶτα συνερχόμενα καὶ τὴν σοφίαν ἀποτελοῦντα. ἐνδέχεται γάρ τινα χωρὶς τῆς ἐπιστήμης νοερὸν γεγονότα τὴν περὶ τὰς ἀρχὰς ἔχειν ἀλήθειαν, οὐ μέντοι γε εἶναι καὶ ἐπιστήμονα τὰ ἐκ τῶν ἀρχῶν δεικνύμενα μὴ γινώσκοντα. διὰ τοῦτο μηδὲ σοφὸν τῶν μερῶν τῆς σοφίας θατέρου λειπόμενον, ὡς καὶ ἐπιστήμονα μὴ εἶναι νοερὸν ἐνδέχεται τὴν περὶ τὰς ἀρχὰς οὔπω κεκτημένον ἀλήθειαν, ὁπηνίκα δ’ ἄμφω συλλάβῃ τὰς ἀληθείας, τήν τε περὶ τὰς ἀρχὰς καὶ τὴν περὶ τὰ ἐκ τῶν ἀρχῶν, τότε καὶ νοερός ἐστιν ὡς θεολόγος, καὶ ἐπιστήμων, ὡς τὰ ἐκ τῶν ἀρχῶν διὰ τῶν ἀρχῶν ἐπιστάμενος, ὥστε ἀναγκαῖον ἰδίως ἑκάστην τῶν ἀληθευτικῶν ἕξεων τὸν περὶ αὐτῆς λόγον δέξασθαι. μήποτε δὲ τιμιώτατα τὰ θεῖα λέγει3 καὶ ὑπὲρ γένεσιν, περὶ ἃ προηγουμένως ἡ πρώτη φιλοσοφία καταγίνεται, ἃ καὶ ἀρχαὶ πάντων τῶν γενητῶν, ὡς ὄντως ὄντα 〈καὶ νῷ μόνῳ ληπτά〉, καὶ διὰ τοῦτο καὶ τιμιώτατα, ὡς ἀρχικώτατα τῆς πάσης γενέσεως, ἐξ ὧν δέχεται ἡ σοφία καὶ ἡ κατὰ νοῦν τῶν ἀνθρώπων ἐνέργεια καὶ τὸ περὶ τὰς ἀρχὰς τῶν ἐπιστημῶν ἀληθεύειν, τὸ ἀναπτόμενον ἐκεῖθεν φῶς εἰς ὁδηγίαν ἔχουσα καὶ τῇ τῶν ἐν ταῖς ἐπιστήμαις ἀρχῶν καταλήψει τοῦ τῆς ψυχῆς ὄμματος καταλαμπομένου καὶ τὴν ἄμεσον ἕνωσιν τῶν ὅρων καθορῶντος, ἐξ ὧν αἱ ἄμεσοι προτάσεις συντέθεινται. τὸ δὲ ἀληθεύειν περὶ τὰς ἀρχὰς ὡς ἴδιον εἶπε τῆς σοφίας, οὐχ ὅτι αἱ ἐπιστῆμαι λαμβάνουσαι ταύτας οὐκ ἀληθεύουσι κατ’ αὐτάς, ἀλλ’ ὅτι τὴν περὶ αὐτὰς ἀλήθειαν ἡ σοφία καὶ ταῖς ἐπιστήμαις πορίζει, αὐτὴ πρώτως τὴν ταύτης ποιουμένη κατάληψιν.

“因此,智慧应当是理智和学问,并且宛如具有头颅一样,是关于最高贵之物的学问。” 这犹如伴随上述结论的一个推论,表明智慧是由理智和学问构成的复合品质。因为理智拥有关于诸始基之真理的认识,而学问则从理智接受被供给的始基,从而证明自身固有的课题;因此,既然智慧既像理智那样拥有始基,又像学问那样拥有从始基出发的事物,那么它就同时既是理智又是学问。正因如此,它在诸学问中也占据着首脑的地位,因为它乃是关于最高贵之物的学问。而诸始基是最高贵的。因为若这些始基是诸学问中那些结论的原因,它们怎能不是诸学问中更具支配性的东西呢?因此,诸始基是诸学问中被观照之物的头脑,而将这些始基供给诸学问的智慧也是诸学问的头脑。或者若有人愿意,也可如此解释“具有头颅”:由于各门学问不是自家拥有始基,而是从智慧获得供给,因此因这一缘故甚至可以说它们是“无头的”;而智慧由于自身完备且由自身拥有始基,因此被称为“带有头颅的学问”,即具有头颅,而这头颅便是诸始基。我认为,探讨下列问题并非多余:为何道出真理的品质不仅被列举为四种,而且理智也被作为第五种添加进来?因为智慧就是理智和学问。仅作为学者的人缺乏依于智慧的完满性,仅拥有对从理智供给的始基的接受,却并不拥有关于它们的真理;但进阶到智慧的人,则已同时拥有理智以及对始基道出真理的能力。那么,包含在智慧之中的理智,怎会被列举为存在于智慧之外的另一样东西呢?莫非是因为,既然智慧是由理智和学问复合而成,作为其组成部分的东西就必须首先存在,由此智慧才能由二者复合而成;更何况若二者可以彼此分离,首先单纯且依其自身存在,随后汇合而成全智慧,就更是如此?因为确实可能有人脱离学问而变得具理智性,拥有关于始基的真理,但由于不认识从始基被证明出的事物,因而算不得学者。因此,由于缺少智慧的一个组成部分,他也算不得有智慧者;正如一个学者也可能不具理智性,尚未获得关于始基的真理那样。但当一个人同时把握了这两种真理——关于始基的真理和关于从始基出发之事的真理——时,那时他既作为神学家而具理智性,又作为借由始基而认知从始基出发之事物的人而算作学者;因而必然要对每一种道出真理的品质个别地给出关于它的界说。或许,他所谓的最高贵之物是指超越生成的属神之物,第一哲学主要致力于此,它们作为真正存在者且唯独能由理智把握者,也是一切生成之物的始基,正因如此作为一切生成最本源之源泉而成为最高贵者;智慧以及人类依理智的现实活动,也从它们那里领受对诸学问的始基道出真理〔的能力〕,拥有从彼处点燃的光芒作为指引,灵魂的眼睛借由对诸学问中诸始基的领悟而被照亮,凝视着构成无中项前提命题的诸词项的直接结合。至于他说对始基道出真理是智慧所特有的,并非因为各门学问在接受这些始基后不依据它们道出真理,而是因为智慧在自身首要地对这一真理进行把握的同时,也将关于始基的真理提供给各门学问。

语法注3 条
  1. 6.49καὶ ὥσπερ κεφαλὴν ἔχουσα ἐπιστήμην τῶν τιμιωτάτων

    宾格的 ἐπιστήμην 在语法上充当分词 ἔχουσα 的宾语或同位补足成分(可理解为“具有关于最高贵之物的学问作为头颅”,或与主格表语互训)。注释者在后文中将其转述为 ἐπιστήμη μετὰ κεφαλῆς(“带有头颅的学问”),表明整句意在将智慧界定为拥有最高尊贵原则的学问。

  2. 6.49πῶς οὐχ ἕξεις μόνον αἱ ἀληθευτικαί, αἳ καὶ τέσσαρες ἀπηρίθμηνται, ἀλλὰ καὶ ὁ νοῦς ὡς πέμπτη προστέθειται

    由 πῶς 引导的间接疑问句中,谓语动词 προστέθειται 仅出现在后半句(ἀλλὰ καὶ ὁ νοῦς ὡς πέμπτη προστέθειται),而前半句(οὐχ ἕξεις μόνον αἱ ἀληθευτικαί)省略了谓语动词(如 εἰρημέναι εἰσίν)。其句法骨架对比的是:为何不仅列出了四种道出真理的品质,还把理智作为第五种补充进来。

  3. 6.49μήποτε δὲ τιμιώτατα τὰ θεῖα λέγει

    μήποτε 搭配直陈式动词 λέγει,是表达委婉推测或谨慎提议的惯用句式(“或许他说的是……”)。它标志着注释者在此提出更深层的哲学解释,将“最高贵之物”确指为第一哲学的对象即神圣存在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:323.34-325.9