- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:322.25-323.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者以建筑和几何学为例,阐明第一哲学(智慧)确立了具体技术和个别学问所预设的始基与定义的根由,从而得出结论:智慧是把握始基自身之真理的最高学问。
ἐπεὶ γὰρ ἡ ἐξηρτημένη τῆς σχοίνου μόλιβδος βαρὺ σῶμα, τὰ δὲ βαρέα τῶν σωμάτων τὴν ῥοπὴν ἔχει πρὸς τὸ τοῦ παντὸς κέντρον, κατ’ ὀρθὰς γωνίας ἄγεται ἡ σχοῖνος ὀρθῶς, ἧς ἡ μόλιβδος ἤρτηται, καὶ οὕτως ἡ οἰκοδομικὴ ὀρθῶς ἀναφέρεται ἑπομένη τῇ τῆς σχοίνου εὐθύτητι. πάλιν ἡ σπάρτη κατὰ τὸ εὐθὺ ἑκατέρωθεν τῶν ἄκρων τοῦ ξύλου ἐκτεινομένη ποιεῖ τὸ ξύλον εὐθύνεσθαι ἀφαιρουμένων ἀπ’ αὐτοῦ πανταχόθεν τῶν περιττῶν, ἃ τὴν λόξωσιν ποιεῖ ὡς τῆς εὐθείας γραμμῆς αἰτίας οὔσης τῷ ξύλῳ ἐκ τῆς παραθέσεως τοῦ εὐθύνεσθαι. πάλιν τὸ ὀρθογώνιον τρίγωνον παρατιθέμενον τοῖς ἀνεγειρομένοις εἰς ὕψος κίοσιν αἴτιον γίνεται τῇ στάσει αὐτῶν τῆς ὀρθότητος, διότι καὶ ἡ ἀγομένη εὐθεῖα πρὸς τὸ ἀποτελέσαι τὴν ὀρθὴν γωνίαν κατὰ κάθετον ἄγεται, καὶ οὕτως ἑκάστη τέχνη λόγους καὶ κανόνας ἡ σοφία παραδιδοῦσα πρόξενος αὐτῇ τῆς τεχνώσεως γίνεται. τὸ δ’ αὐτὸ εὑρήσεις καὶ ἐν τῇ ἐπιστήμῃ. ὁ γὰρ γεωμέτρης τὸν ὅρον τοῦ σημείου δεχόμενος καὶ τῆς γραμμῆς καὶ τῆς ἐπιφανείας καὶ τοῦ σώματος οὐδὲν πολυπραγμονεῖ περὶ αὐτῶν, ἀλλ’ ὡς ἀρχαῖς αὐταῖς χρώμενος τὰ ἐξ αὐτῶν ἀποδείκνυσι, τρεῖς μὲν λαμβάνων διαστάσεις, πλάτος μῆκος καὶ βάθος, ἐξ ὧν τὸ σῶμα συνίσταται, δύο δὲ μῆκος καὶ πλάτος, ἐξ ὧν ἡ ἐπιφάνεια, ἓν δὲ ἀπλατὲς διάστημα, ὅ ἐστιν ἡ γραμμή, ἧς πέρας ἑκατέρωθεν τὸ σημεῖόν ἐστιν ἀμερὲς ὁριζόμενον. ὁ δέ γε σοφὸς πρῶτον μὲν δείκνυσιν, ὡς προλαβόντες εἴπομεν, τρεῖς μόνας οὔσας τὰς διαστάσεις καὶ τέλειον ὂν μέγεθος, ὃ τριχῇ διέστηκεν· εἶτα λαβὼν ἀξίωμα ἐναργές, ὅτι πᾶν τὸ περατοῦν τοῦ περατουμένου ἁπλούστερον καὶ ἀναγκαῖον εἶναι λείπεσθαι τὸ περατοῦν τοῦ περατουμένου κατὰ διάστασιν. πῶς γὰρ ἂν εἴη πέρας τὸ ἴσον ὂν τῷ περατουμένῳ κατὰ διάστασιν ἢ αὐτοῦ ἐπὶ πλείονα διισταμένου, ἔχει ἐντεῦθεν δεικνύμενον, ὅτι1 περατοῦσα τὸ σῶμα ἡ ἐπιφάνεια, λείπεται ἐκείνου κατὰ διάστασιν, ὡς διισταμένου τριχῇ τοῦ σώματος αὐτὴν κατὰ δύο διΐστασθαι, ἤγουν κατὰ μῆκος καὶ πλάτος, ὡσαύτως ἐπεὶ ἡ γραμμὴ πέρας ἐπιφανείας ἐστίν, ἀναγκαῖον αὐτὴν λείπεσθαι τῆς ἐπιφανείας κατὰ διάστασιν, ὡς εἶναι τὴν γραμμὴν διισταμένην καθ’ ἕν, τῷ δὲ σημείῳ ἐπεὶ πέρας αὐτό ἐστι τῆς εὐθείας γραμμῆς, ἀναγκαῖον μηδεμίαν προσεῖναι διάστασιν, λειπομένῳ παντελῶς διαστάσεως, ὅτι τὸ ὑπ’ αὐτοῦ περατούμενον μίαν μόνην ἔχει διάστασιν. καὶ οὕτως ἐδείχθησαν πάντες οἱ ἀποδεδειγμένοι ὅροι τῶν μεγεθῶν καὶ τοῦ ἀμεγέθους σημείου ἔχοντες καλῶς. ὃν οὖν τρόπον ἐπὶ τούτων δέδεικται τὰς ἀρχὰς ἡ σοφία παραδιδοῦσα, τὸν αὐτὸν καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν ἐξετάζων εὑρήσει τις αὐτὴν εὑρετικὴν τῶν ἀρχῶν. διὰ τοῦτο οὐ τὶ σοφὸς ἀλλ’ ὅλως σοφὸς ὁ πρῶτος φιλόσοφος λέγεται, ὃς ὁ θεολόγος ἐστί· διὰ τοῦτο ὅλως σοφὸς καλούμενος, διότι καὶ τοῖς ἄλλοις τεχνίταις καὶ ἐπιστήμοσιν ὧν ἕκαστός τι σοφὸς αἴτιός ἐστι τοῦ εἶναι σοφοῖς.2 δεῖ ἄρα τὸν σοφὸν μὴ μόνον τὰ ἐκ τῶν ἀρχῶν εἰδέναι ἀλλὰ καὶ περὶ τὰς ἀρχὰς ἀληθεύειν. τοῦτο συμπέρασμά ἐστι τῶν εἰρημένων, ἕξεως οὔσης τῆς σοφίας, παριστῶν ἅμα μὲν3 αὐτῆς τὴν ἐνέργειαν, ἅμα δὲ καὶ τὴν διαφοράν, ἣν ἔχει πρὸς τὴν ἐπιστήμην. ἡ μὲν γὰρ ἐπιστήμη περὶ τὰ ἐκ τῶν ἀρχῶν τὴν ἀλήθειαν ἔχει τῆς ἀρχῆς χρωμένη πρὸς τὴν αὐτῆς εὕρεσιν. περὶ δὲ τῶν ἀρχῶν ἡ ἐπιστήμη ἐστὶν οὐδαμῇ ἐξετάζουσα, ἡ δὲ σοφία καὶ περὶ τὰς ἀρχὰς ἀληθεύουσα συνιστῶσα καὶ αὐτὰς κατὰ τὴν ἑαυτῆς πρὸς τὴν ἐπιστήμην ὑπεροχήν.
因为悬于绳索的铅锤是重体,而重体具有倾向宇宙中心的重坠趋势,所以悬挂铅锤的绳索正交地被垂直拉直,建筑术也依循绳索的垂直性而垂直建造。此外,从木料两端沿直线拉紧的墨线,借由削去木料上各处造成歪斜的冗余之物,使木料变直,这是因为直线的并置成了木料变直的原因。再次,贴靠在耸立柱子上的直角三角形成了柱子直立的原因,因为那画出直角所需的直线也是沿着铅垂线画出的;这样,智慧通过将理性说明和规范传授给各门技术,成为赋予其技术性的中介。在学问中你也会发现同样的情况。因为几何学家接受点、线、面、立体的定义,对它们毫不深究,而是将它们作为始基使用,从而证明从始基出发的结论,接受立体的三个维度即宽、长、深,面的两个维度即长与宽,以及一条无宽度的间隔即线,线的两端被定义为不可分的点。然而,正如我们预先所说,有智慧者首先证明唯独存在三个维度,且在三个方向延伸的量度是完全的;接着,他采纳一条明晰的公理,即凡限定者必比被其限定者更单纯,且限定者在维度上必然少于被限定者——因为在维度上与被限定者相等或比它延伸出更多维度的东西,怎能成为界限呢?——由此他得以证明:面在限定立体的同时,在维度上少于立体,即当立体具有三维延伸时,面本身具有二维延伸,亦即长与宽;同样,既然线是面的界限,线在维度上必然少于面,从而线是一维延伸的;而对于点,既然它自身是直线的界限,必然不具有任何维度,完全缺乏维度,因为被它所限定之物仅具有单一维度。这样,关于诸量度以及无量度之点的所有已被证明的定义便被表明是正确的。因此,正如智慧在这些领域已被表明是传授始基的,若人在其他技术和学问中考察,也会发现智慧是始基的发现者。正因如此,第一哲学家即神学家,不是被称为在某方面有智慧,而是被称为总体上有智慧;他之所以被称为总体上有智慧,是因为对于其他在某方面有智慧的工匠和学者而言,他是他们成其为有智慧的原因。“因此,有智慧者不仅应当认识从始基出发的事物,而且应当对始基也道出真理。”这是上述讨论的结论,智慧作为一种品质,同时表明了自身的现实活动以及它与学問之间的差异。因为学问拥有关于从始基出发之事的真理,将始基用于自身的发现。但在始基方面,学问绝不进行考察,而智慧则对始基也道出真理,并依照自身相对于学问的优越性确立诸始基。
- 6.48ἔχει ἐντεῦθεν δεικνύμενον, ὅτι
分词 λαβὼν ἀξίωμα 与整个句子的主语 ὁ σοφός 一致,随后引出主要谓语结构 ἔχει ἐντεῦθεν δεικνύμενον, ὅτι...(“他由此得以证明……”)。ὅτι 引导的名词性从句展开了 δεικνύμενον 的内容,支配着随后关于面、线、点之维度的连续从属从句。
- 6.48ὧν ἕκαστός τι σοφὸς αἴτιός ἐστι τοῦ εἶναι σοφοῖς
关系代名词 ὧν 是限定性属格,指代各门具体专家在某些方面成其为有智慧的前提始基(从属于 ἕκαστός [ἐστι] τι σοφός)。主节谓语 αἴτιός ἐστι 支配带冠词属格不定式 τοῦ εἶναι σοφοῖς(“成为有智慧者的原因”),其中谓语形容词 σοφοῖς 受前面 τοῖς ἄλλοις τεχνίταις καὶ ἐπιστήμοσιν 的吸引而采用与格。
- 6.48τοῦτο συμπέρασμά ἐστι τῶν εἰρημένων, ἕξεως οὔσης τῆς σοφίας, παριστῶν ἅμα μὲν
分词 παριστῶν 为阳性单数主格,而文法上的主语是中性的 τοῦτο / συμπέρασμα。这是一种语义呼应(constructio ad sensum),在性上顺应了隐含的说话者(亚里士多德)或推论之语(λόγος),在句法上修饰主语,表“这一结论同时表明了……”。
