← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§321.16-322.25

作为最精确学问的智慧与对始基的奠基

优斯特拉修考察了亚里士多德将智慧断为最精确学问的论证依据,说明智慧如何为诸学问的始基(公理、假设、公设)提供理性说明,并借建筑工具的比喻阐明第一哲学揭示具体技术之始基原因的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.48#1

" Ὥστε δῆλον ὅτι ἡ ἀκριβεστάτη ἂν τῶν ἐπιστημῶν εἴη ἡ σοφία." Πόθεν οὖν τοῦτο τὸ συμπέρασμα συνῆκται; ἐκ τοῦ καθ’ ἑκάστην τέχνην σοφὸν λέγεσθαι τὸν κατ’ αὐτὴν ἀκριβῆ. ἀκολούθως γὰρ καὶ ὁ κατὰ τὴν ὅλως γνῶσιν σοφὸς ἔσται ὁ περὶ τὴν ὅλως σοφίαν ἀκριβής. αὕτη δέ ἐστιν, 〈ἣ〉 οὐ μόνον 〈τῶν〉 ἐκ τῶν ἀρχῶν1 δεικνυμένων γνῶσίς ἐστιν, ἀλλὰ καὶ αὐτῶν τῶν ἀρχῶν, ὡς καὶ περὶ αὐτὰς ἀληθεύουσα. τί δέ ἐστι τὸ ἀληθεύειν περὶ τὰς ἀρχὰς ἢ τὸ ἔχειν λόγους ἐν οἷς ἐνδέχεται καὶ περὶ αὐτῶν; εἰσὶ γάρ τινες τῶν ἀρχῶν, αἳ λόγου δεόμεναι τοῦ πιστοῦντος αὐτὰς οὐκ ἐξ ἀνάγκης τὸν λόγον ἀποδιδόμενον ἔχουσι περὶ τῶν καθ’ ἑκάστην ἐπιστήμην ἐπιστημόνων,2 ἀλλ’ αὐτοὶ μὲν ὁμολογουμένας αὐτὰς λαμβάνουσι καὶ ἐξ αὐτῶν τὰ κατὰ τὰς αὐτῶν ἐπιστήμας ἀποδεικνύουσιν, ὁ δὲ σοφὸς ἀκριβέστερος ὢν αὐτῶν κατὰ γνῶσιν καὶ τούτων τοὺς λόγους ἀποδίδωσιν εἴ πῃ δεήσει. αἱ γὰρ ἀρχαὶ τῶν ἐπιστημῶν εἰς τρία διαιροῦνται, ἀξιώματα ὑποθέσεις αἰτήματα, ἀξιώματα μὲν ὡς τὸ τὰ αὐτοῖς ἴσα καὶ ἀλλήλοις ἴσα· λέγεται γὰρ ἀξιώματα, ὅσα καὶ τῷ μανθάνοντι γνώριμα καὶ καθ’ αὑτὰ πιστά, σαφηνείας ἴσως μόνης 〈τῆς〉 κατὰ λέξιν δεόμενα, οἷον τὸ εἰρημένον. ὅταν δὲ μὴ ἔχῃ μὲν ἔννοιαν τοῦ λεγομένου αὐτόπιστον ὁ ἀκούων, τιθῆται δ’ ὅμως καὶ συγχωρῇ τῷ λαμβάνοντι, τὸ τοιοῦτον ὑπόθεσις. τὸ γὰρ εἶναι τὸν κύκλον σχῆμα τοιόνδε, κατὰ κοινὴν μὲν ἔννοιαν οὐ προειλήφαμεν ἀδιδάκτως, ἀκούσαντες δὲ συγχωροῦμεν ἀποδείξεως χωρίς. ὅταν δ’ αὖ καὶ ἄγνωστον ᾖ τὸ λεγόμενον καὶ μὴ συγχωροῦντος τοῦ λαμβάνοντος ὅμως λαμβάνηται,3 τηνικαῦτα αἴτημα καλοῦμεν, οἷον τὸ πάσας τὰς ὀρθὰς γωνίας ἴσας ἀλλήλαις εἶναι. δηλοῦσι δὲ οἱ περί τινος τῶν ὑποθέσεων πραγματεύσασθαι σπουδάσαντες, ὡς μὴ ἐνουσῶν κατὰ κοινὴν ἔννοιαν τῷ μανθάνοντι, ὡς ὁ Πτολεμαῖος τὸν ὅρον τοῦ τελείου σώματος ἀπέδειξεν ἔχοντα καλῶς, σημεῖον ὑποθέμενος καὶ εἰς τρία δείξας γινομένην τὴν ῥύσιν αὐτοῦ, τὴν μὲν κατὰ μῆκος, τὴν δὲ κατὰ πλάτος, τὴν δὲ κατὰ βάθος, καὶ ἐπεὶ μὴ ἐνδέχεται ἐκ τοῦ αὐτοῦ σημείου πλείους τῶν τριῶν ἐπινοῆσαι ῥύσεις γινομένας, δῆλον ὡς οὐδὲ πλείους τῶν τριῶν ἐνδέχεται διαστάσεις γενέσθαι. καὶ οὕτω δείκνυται τέλειος ὢν ὅρος τοῦ σώματος ὁ λέγων εἶναι σῶμα τὸ τριχῇ διαστατόν. ἔστι μὲν οὖν τὸν ὅλως σοφὸν καὶ οὕτως νοεῖν ὡς εἰρήκαμεν, ἔστι δὲ καὶ ἄλλως ἐκλαβέσθαι τὸ τοιοῦτον. ἐπεὶ γὰρ ἡ πρώτη φιλοσοφία, ἥτις ἐστὶν ἡ θεολογία, τέχνη τεχνῶν λέγεται καὶ ἐπιστήμη ἐπιστημῶν, διὰ τοῦτο ταῦτα λέγεται, διότι τεχνοῖ τὰς τέχνας καὶ ἐπιστημοῖ τὰς ἐπιστήμας τὰς ἀναποδείκτους αὐτῶν ἀρχάς, ὅποι π·αρήκοι διασαφοῦσα καὶ παραδιδοῦσα ταύταις αὐτὰς καὶ παρασκευάζουσα ταύτας, ἐκ τῶν παρ’ αὐτῆς παραδιδομένων 〈τὰ〉 οἰκεῖα κατορθοῦν τέλη, οἷον ὡς ἐπὶ τεκτονικῆς καὶ οἰκοδομικῆς ἡ κάθετός ἐστι καὶ ἡ σπάρτη καὶ τὸ ὀρθογώνιον τρίγωνον, ὃ ἀλφάδιον παρὰ τοῖς οἰκοδόμοις καὶ τέκτοσιν ὀνομάζεται. ἡ μὲν γὰρ κάθετος ἐν χρήσει οὖσα τῷ οἰκοδόμῳ τοῦτο μόνον ἔχει παρ’ αὐτοῦ γινωσκόμενον, ὅτι διορθοῦται δι’ αὐτῆς τὸ οἰκοδομούμενον. τίς δὲ ἡ αἰτία τοῦ τὴν σπάρτην ἐξηρτημένην ἑαυτῆς τὴν μόλιβδον ἔχουσαν τῇ οἰκοδομικῇ συμβάλλεσθαι πρὸς τὴν ὄρθωσιν, ἀγνοεῖται παρὰ τοῦ τεχνίτου, ᾗ τεχνίτης ἐστὶ τῆσδε τῆς τέχνης, ὁ δέ γε σοφὸς ἀποδιδοὺς τὴν αἰτίαν, δι’ ἣν ἡ κάθετος τῇ ὀρθῇ τοῦ τοίχου συμβάλλεται, τὴν ἀρχὴν τῆς οἰκοδομικῆς συνιστᾷ,4 καὶ αἴτιος τῇ τέχνῃ τῆς συστάσεως γίνεται.

“因此显然,智慧应当是诸学问中最精确的学问。” 那么,这一结论是从何处得出的呢?是从在每种技术中,有智慧者被称为在该技术中精确之人这一点得出的。因为相应地,在总体认识上有智慧者,也将是在总体智慧上精确之人。而这种智慧不仅是对从始基出发所证明的事物的认识,也是对始基自身的认识,因为它对始基也道出真理。对始基道出真理,若非在可能的范围内对它们也拥有理性说明,又是什么呢?因为有些始基虽然需要予以确证的理性说明,却并非必然由各门具体学问的学者给出理性说明;相反,学者们自己是将它们作为已被同意者而接受,并从中证明属于他们各自学问的事物,但有智慧者在认识上比他们更为精确,若在某方面有需要,便也会给出这些始基的理性说明。因为诸学问的始基分为三类:公理、假设、公设。公理就像:与同一事物相等者,彼此也相等。因为凡是既为学习者所熟知又因自身可信、或许仅需要字面上清晰表达的事物,都被称为公理,如方才所言者。而当听者对所言之物没有不证自明的理解,却仍然加以确立并同意预设该前提之人时,此类事物便是假设。因为圆是如此这般的图形,我们在未经教导时并未通过共同概念预先把握,但听闻之后便无需证明而予以同意。然而,当所言之物也是未知的,且在接受者不同意的情况下仍然被假定时,那时我们便称其为公设,例如所有直角彼此相等。那些致力于探讨某些假设的人也表明,这些假设并不作为共同概念存在于学习者之中,正如托勒密证明完全物体的定义是正确的,他假设一个点,并表明它的流动发生在三个方向上,即长、宽、深;既然不可能设想从同一个点产生超过三种的流动,显然也就不可能产生超过三个的维度。这样,那声称物体是具三维之物的定义便被表明是物体的完全定义。因此,既可以如我们所说的那样来理解总体上有智慧者,也可以按另一种方式来领会此事。因为既然作为神学的第一哲学被称为诸技术的技术与诸学问的学问,它之所以被称为这些,乃是因为它使诸技术成其为技术,使诸学问成其为学问,阐明它们不可证明的始基所及之处,将这些始基传授给它们,并使它们准备好根据由它所传授之物达成各自固有的目的——正如在木工和建筑中存在着铅垂线、绳索以及直角三角形(这在建筑匠与木匠中被称为三角尺)。因为铅垂线虽然在建筑匠的使用中,但他所知道的仅有这一点,即借由它可以将所建之物校直。但是,吊着铅锤的绳索有助于建筑的直立,其原因是什么,就他是该技术的匠人而言,并不为匠人所知;而有智慧者通过给出铅垂线有助于墙体直立的原因,确立了建筑术的始基,并成为该技术得以建立的原因。

语法注4 条
  1. 6.48οὐ μόνον 〈τῶν〉 ἐκ τῶν ἀρχῶν δεικνυμένων γνῶσίς ἐστιν, ἀλλὰ καὶ αὐτῶν τῶν ἀρχῶν

    在由指示代词 αὕτη(指代前文的 σοφία)引导的句子中,包含校订所补入之 τῶν 的属格短语 τῶν ἐκ τῶν ἀρχῶν δεικνυμένων 与 αὐτῶν τῶν ἀρχῶν 共同作为宾格性属格依附于 γνῶσις,构成并列结构:“不仅是对从始基出发所证明的事物的认识,也是对始基自身的认识”。

  2. 6.48οὐκ ἐξ ἀνάγκης τὸν λόγον ἀποδιδόμενον ἔχουσι περὶ τῶν καθ’ ἑκάστην ἐπιστήμην ἐπιστημόνων

    此处为动词 ἔχουσι 与被动分词 ἀποδιδόμενον 构成的迂说法结构,表达“拥有被给出的理性说明”这一状态。介词短语 περὶ τῶν ... ἐπιστημόνων 在语义上表示施动者(“由各门学问的学者”,相当于 ὑπό 的用法)或相关主体(“在各门学问的学者方面”)。

  3. 6.48μὴ συγχωροῦντος τοῦ λαμβάνοντος ὅμως λαμβάνηται

    在前文假设的定义中,τῷ λαμβάνοντι 指设定前提者(论证者),而此处的属格独立结构 μὴ συγχωροῦντος τοῦ λαμβάνοντος 中,ὁ λαμβάνων 则转指接受该前提的听者/学习者,与受动动词 λαμβάνηται(被假定)相对。全语言译文统一理解为“在接受者不同意的情况下仍然被假定”。

  4. 6.48ὁ δέ γε σοφὸς ἀποδιδοὺς τὴν αἰτίαν... τὴν ἀρχὴν τῆς οἰκοδομικῆς συνιστᾷ

    句子的核心骨架为:“有智慧者(ὁ σοφός)通过给出原因(ἀποδιδοὺς τὴν αἰτίαν...),确立了建筑术的始基(τὴν ἀρχὴν ... συνιστᾷ),并成为该技术得以建立的原因(καὶ αἴτιος ... γίνεται)”。分词 ἀποδιδούς 作为表示手段或方式的状语性分词修饰主动词 συνιστᾷ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:321.16-322.25