← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§320.4-321.15

关涉实体的智慧与神学及三重实体论

厄斯特拉提奥斯从生成与存在论的角度对比了关涉技术的偶性智慧与关涉实体本身的本真智慧,阐述了作为最高智慧的神学以及柏拉图学派的三重实体论(批判抽象说并主张天赋形式的重燃),并通过荷马《马尔吉特斯》的引文确立了特定领域的智慧与总体智慧之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.47#2

τοῦτο δέ ἔστι τὸ κατὰ τὴν τέχνην εἶδος, ὃ ἐν τῇ οἰκείᾳ ὕλῃ τῆς τέχνης ὑπὸ τοῦ τεχνίτου ἀποτελεῖται. τοῦτο δέ ἐστι συμβεβηκός, καὶ διὰ τοῦτό τι ὂν οὐχ ἁπλῶς, καὶ διὰ τοῦτό τις σοφία ἡ κατ’ αὐτὸ τελειότης καὶ ἀρετή, ἡ δὲ σοφία ἁπλῶς περὶ τὴν τῶν ὄντων γνῶσιν καταγινομένη, ἤτοι τῶν οὐσιῶν, οὔ τι ὂν γινώσκει ἀλλ’ ἁπλῶς ὄν,1 ἤγουν οὐ συμβεβηκός ὅ τι ὄν ἐστιν ἀλλ’ οὐσίαν ἢ ἁπλῶς ὄν [ἐστιν.] ὡς οὖν ἐπὶ τῶν γενέσεων τὴν μὲν τοῦ συμβεβηκότος ἐκ τοῦ μὴ εἶναι γένεσιν οὐχ ἁπλῶς γένεσιν ἀλλά τινα γένεσιν λέγομεν, τὴν δὲ τῆς οὐσίας γένεσιν ὅλως, ἀλλ’ οὔ τινα διὰ τὸ ὅλως ὄντως εἶναι γένεσιν, ὡς καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἡμῖν παραδέδωκεν, οὕτω καὶ τὴν γνῶσιν καὶ τὴν σοφίαν τῶν μὲν συμβεβηκότων ἑκάστου γνῶσίν τινα καὶ σοφίαν τινά, καὶ τὸν κατ’ αὐτὴν σοφόν τι σοφὸν καί τινα σοφόν, τὸν δὲ κατὰ τὰς οὐσίας σοφὸν καὶ τὰ καθ’ αὑτὸ ταῖς οὐσίαις ἑπόμενα ὅλως σοφὸν καὶ ἁπλῶς σοφόν, πάντων δ’ εἰσέτι ἐν σοφίᾳ κράτιστον τὸν περὶ τὰ ἀρχικώτερα τῶν ὄντων καταγινόμενον καὶ σοφίαν κρατίστην τὴν ἐπιστήμην αὐτοῦ, ἥτις ἐστὶν ἡ θεολογία. ἡ δὲ οὐσία τριττὴ κατὰ τοὺς περὶ Πλάτωνα, ἡ μὲν φυσική, ἡ δὲ μαθηματική, ἡ δὲ θεολογική. εἰ γὰρ καὶ Ἀριστοτέλης περὶ τὰ ἐξ ἀφαιρέσεως λέγει τὴν μαθηματικὴν καταγίνεσθαι, ἀλλὰ τοῦτο οὐκ ἤρεσκε τοῖς Πλατωνικῶς περὶ τοῦτο δοξάζουσι, διότι τὰ ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν ἐστι καὶ φυσικῶν χείρονα, ὡς ἐξ αὐτῶν τὴν γένεσιν ἔχοντα καὶ ὑστερογενῶς αὐτῶν ὑφιστάμενα. καὶ ἄτοπον εἶναί φασι τὴν ψυχήν, πολλῷ κρείττω οὖσαν τῆς φύσεως ἐκ τῶν καθ’ ἕκαστα καὶ φυσικῶν ἔχειν ἐν ἑαυτῇ τοὺς λόγους ὑφισταμένους, ἀλλὰ μὴ ἔχειν πρὸ τῶν αἰσθητῶν εἴδη2 καὶ λόγους οἰκείους αὐτῇ λογικῶς καὶ ψυχικῶς ἐνυπάρχοντας, κρείττους ὄντας καὶ φύσει προτέρους τῶν ἐνύλων καὶ αἰσθητῶν καὶ καθ’ ἕκαστα, κἂν ἐξ ἀρχῆς ἀγνοοῦσα τούτους διὰ τὸν δεσμὸν τῆς γενέσεως χρῆται τῇ αἰσθήσει καὶ τοῖς ἀφαιρουμένοις ἐκ τῆς ὕλης εἴδεσι καὶ λόγοις, ὅπως ἀναφθῇ ἐξ αὐτῶν ἐν αὐτῇ τὸ τῆς γνώσεως ζώπυρον, ὃ ἐκ τῆς οἰκείας φύσεως καὶ τοῦ δημιουργήσαντος ὑπάρχον αὐτῇ συγκέχυται τοῖς ἐκ τῆς γενέσεως πάθεσι, καὶ δεῖται ἀνακαθάρσεως εἰς φανέρωσιν, ὡς ἐν αἰθάλῃ κεκρυμμένον ἐμπύρευμα, ὃ δὴ σκεδαννυμένης τῆς αἰθάλης ἐκφαίνεται καὶ δραττόμενον ὕλης εἰς πυρσὸν πολλάκις ἀνάπτεται. παράγει δ’ εἰς μαρτυρίαν τοῦ εἶναι τὸν ὅλως σοφὸν ἕτερον παρὰ τόν τινα σοφὸν καί τινα ποίησιν Μαργίτην ὀνομαζομένην Ὁμήρου. μνημονεύει δ’ αὐτῆς οὐ μόνον αὐτὸς Ἀριστοτέλης ἐν τῷ πρώτῳ Περὶ ποιητικῆς ἀλλὰ καὶ Ἀρχίλοχος καὶ Κρατῖνος καὶ Καλλίμαχος ἐν τῷ ἐπιγράμματι καὶ μαρτυροῦσιν εἶναι Ὁμήρου τὸ ποίημα. εἰπὼν οὖν ὁ Ἀριστοτέλης ὅτι τῶν κατὰ τέχνας σοφῶν λεγομένων ἕκαστος λέγεται σοφός, ὡς ἀρετὴν ἔχων ἐν τῇ τέχνῃ αὐτοῦ κατορθωτικὴν τοῦ κατ’ αὐτὴν 〈εὖ〉 καὶ λέγεται οὗτος κατά τι σοφός, ἵνα δείξῃ, ὅτι οὐ τοιαύτη ἐστὶν ἡ σοφία ἡ νῦν παρ’ αὐτοῦ λεγομένη, ἐπάγει, ὅτι οἰόμεθά τινας σοφοὺς ὅλως, οὐ κατὰ μέρος, οὐδὲ ἄλλο τι σοφούς, ἤτοι κυρίως, καὶ οὐ πῇ καὶ κατά τι σοφούς. τί δὲ δηλοῖ αὐτῷ ἐνταῦθα τὸ ὅλως καὶ κατὰ μέρος, εἰρήκαμεν ἤδη ἱκανῶς ὡς ἐνῆν. ὁ δὲ Ὅμηρος λέγων ἐν τῷ Μαργίτῃ “τὸν δ’ οὔτ’ ἄρ σκαπτῆρα θεοὶ θέσαν οὔτ’ ἀροτῆρα οὔτ’ ἄλλως τι σοφόν” περὶ σοφοῦ λέγει ὅλως ὄντος καὶ κυρίως σοφοῦ, καὶ οὐ κατά τι σοφοῦ, ὡς οἱ κατορθοῦντες περὶ τὰς τέχνας. ἔστι γὰρ καὶ σκαπτῆρα τὸ σκάπτειν ἔργον ἔχοντα κατορθωτικὸν εἶναι περὶ τοῦτο καὶ διὰ τοῦτο σοφὸν ὀνομάζεσθαι, καὶ ἀροτῆρα ὡσαύτως περὶ τὸ ἀροτριᾶν ὑπάρχειν σοφὸν καὶ ἄλλον περὶ ἄλλο καὶ ἕτερον περὶ ἕτερον, ἀλλὰ τούτων ἕκαστος τὶ σοφός, ὁ δὲ ὅλως σοφὸς τούτων ἕτερος. ταῦτα εἰπὼν ἐπάγει συμπεραινόμενος

这正是依技术而有的形式,是由匠人在该技术所特有的质料中完成的。而这是偶性,因此是某种存在者而非单纯的存在者,因此依它而有的圆满与德性也是某种智慧;而单纯被称为智慧的,乃是从事于对存在者即对实体之认识的,它所认识的不是某种存在者,而是单纯的存在者,换言之,它所认识的不是作为某种存在者的偶性,而是实体或单纯的存在者。正如在生成的情形中,我们把偶性从不存在中的生成不称为单纯的生成,而称为某种生成,而把实体的生成称为总体上的生成,且由于它在总体上且真实地是生成,而不称为某种生成(正如亚里士多德本人向我们传授的那样),同样在认识和智慧的情形中也是如此:[我们称]对各偶性的认识为某种认识和某种智慧,把依它而有智慧的人称为在某方面有智慧者及某种有智慧者;而把依实体及依自身伴随实体的属性而有智慧的人称为总体上有智慧者和单纯有智慧者;而进而在所有人中于智慧上最为卓越的,则是从事于存在者中更具始基性事物的人,而其知识乃是最卓越的智慧,这便是神学。依柏拉图一派的见解,实体有三种:自然学的、数学的、神学的。因为即便亚里士多德说数学从事于出自抽象的事物,但这一说法对于按柏拉图方式对此持有见解的人而言并不可取,因为出自抽象的事物劣于感觉的且自然学的事物,因为它们从感觉事物中获得生成,且后于它们而成立。他们指出,灵魂作为远优于自然者,若拥有从个别且自然学的事物中成立并存于自身的诸理则,乃是荒唐的;相反,它应当在感觉事物之先,拥有以理性且灵魂的方式固有于自身的特有形式和理则,它们是更为优越且在自然上先于具质料的、感觉的、个别的事物的——即便起初由于生成的束缚而不认识这些,灵魂使用感觉以及从质料中抽离的形式和理则,以便认识的火种由此在其自身内被重新点燃;这火种虽然出于其自身的本性和造物主而属于它,却被源于生成的诸受动所混淆,需要净化方能显现,正如隐藏在烟灰中的炭火,当烟灰散开时便显露出来,且一旦抓住质料,便往往燃烧成火炬。为了见证总体上有智慧者不同于某种有智慧者,他又引出了荷马的一首名为《马尔吉特斯》的诗作。不仅亚里士多德本人在《诗学》第一卷中提到了这首诗,而且阿基罗库斯、克拉提诺斯以及卡利马科斯在题辞中也提及了它,并见证这首诗是荷马所作。亚里士多德在指明依诸技术被称为有智慧者的每个人,都是因在其技术中拥有能够达成依该技术之善好的德性而被称作有智慧者,且此人是在某方面被称为有智慧者之后,为了表明他现在所言说的智慧并非此种类,便接着指出,我们认为有些人是在总体上有智慧,而非在局部上有智慧,亦非在某种其他方面有智慧,即本真地有智慧,而非以某种方式和在某方面有智慧。在此,“总体上”和“在局部上”对他而言意味着什么,我们此前已尽可能充分地阐明了。而荷马在《马尔吉特斯》中所言“诸神既未使他成为掘地者,亦未使他成为耕耘者,亦未在任何其他方面使他有智慧”,乃是就总体上且本真上有智慧者而言的,而非就某方面有智慧者而言,如那些在技术中有所成就的人。因为即使是把掘地作为工作的掘地者,也有可能在此事上有所成就并因此被称为有智慧者,耕耘者同样有可能在耕作方面是有智慧的,另一个人在另一件事上、又一个人在又一件事上也是如此;但他们中的每个人只是在某事物上有智慧,而总体上有智慧者则不同于这些人。说了这些之后,他得出结论并接着说道:

语法注2 条
  1. 6.47οὔ τι ὂν γινώσκει ἀλλ’ ἁπλῶς ὄν, ἤγουν οὐ συμβεβηκός ὅ τι ὄν ἐστιν ἀλλ’ οὐσίαν ἢ ἁπλῶς ὄν

    此处对比了 τι ὂν(特定存在者,即偶性)与 ἁπλῶς ὄν(单纯存在者,即实体)。随后的 ὅ τι ὄν ἐστιν 由关系代词 ὅ(先行词为 συμβεβηκός,因后接前附词 τι 而带锐音符)与 τι ὄν ἐστιν 构成:‘作为特定存在者的(偶性)’。

  2. 6.47καὶ ἄτοπον εἶναί φασι τὴν ψυχήν, πολλῷ κρείττω οὖσαν τῆς φύσεως ἐκ τῶν καθ’ ἕκαστα καὶ φυσικῶν ἔχειν ἐν ἑαυτῇ τοὺς λόγους ὑφισταμένους, ἀλλὰ μὴ ἔχειν πρὸ τῶν αἰσθητῶν εἴδη

    在由 φασί 引导的带逻辑主语的对格不定式结构中(表语为 ἄτοπον εἶναι),对格主语是 τὴν ψυχήν。其句法骨架由两个形成对照的不定式组成:ἔχειν ... ἀλλὰ μὴ ἔχειν(‘灵魂拥有……而不拥有……是荒唐的’)。第二个不定式所带的否定词 μή 体现了受 ἄτοπον 支配下的规范性/情态性要求(‘应当拥有而非不拥有’)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:320.4-321.15