← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§318.27-320.4

技艺中的个别智慧与总体智慧的区别

亚里士多德在《尼各马可伦理学》卷六第七章(1141a9)中开启对智慧的考察,援引普遍常识与荷马史诗,区分了指称技术精湛的局部智慧与无条件的总体智慧;厄斯特拉提奥斯则借由实体与偶性范畴的关系注解了这两种智慧的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.47#1

" Τὴν δὲ σοφίαν ἐν ταῖς τέχναις τοῖς ἀκριβεστάτοις τὰς τέχνας ἀποδίδομεν, οἷον Φειδίαν λιθουργὸν σοφὸν καὶ Πολύκλειτον ἀνδριαντοποιόν, ἐνταῦθα μὲν οὖν οὐδὲν ἄλλο σημαίνοντες τὴν σοφίαν, ἢ ὅτι ἀρετὴ τέχνης ἐστίν· εἶναι δέ τινας σοφοὺς οἰόμεθα ὅλως οὐ κατὰ μέρος οὐδ’ ἄλλο τι σοφούς, ὡς Ὅμηρός φησιν ἐν τῷ Μαργείτῃ, “τὸν δ’ οὔτ’ ἄρ σκαπτῆρα θεοὶ θέσαν οὔτ’ ἀροτῆρα οὔτ’ ἄλλως τι σοφόν.” "Περὶ τῶν τριῶν διδάσκων ἀληθευτικῶν ἕξεων, ἐπιστήμης τέχνης φρονήσεως, ἐπεὶ ἔμελλεν εἰσβαλεῖν εἰς τὴν διδασκαλίαν τὴν περὶ σοφίαν καὶ νοῦ, παρεισήνεγκεν εἰς μέσον λόγον τινὰ περὶ τῶν ἐπιστημονικῶν ἀρχῶν ζητῶν ποία τῶν ε̄ ἀληθευτικῶν ἕξεων τούτων ἐστὶ τῶν ἀρχῶν εὑρετικὴ καὶ ταῖς ἐπιστήμαις ταύτας παραδοῦσα καὶ δείξας ἐκ τῆς ἐπαγωγῆς ὅτι οὐδεμία τῶν δ̄ ἐστί, κατέλιπεν αὐταῖς τὸν νοῦν ὡς ἐξ αὐτοῦ τικτομέναις καὶ ταῖς ἐπιστήμαις χορηγουμέναις.1 καὶ ἠρκέσθη ἐν τῷ παρόντι τοσαῦτα εἰπεῖν περὶ νοῦ, διότι ὁ περὶ αὐτοῦ λόγος, εἰ μέλλει τελέως παραδοθῆναι, πολλῆς ἀκριβείας δεῖται καὶ ἐξετάσεως. ἃ δὲ εἶπεν ἐνταῦθα περὶ αὐτοῦ, μόνον ἔννοιάν τινα ἐπιδείκνυται ἀμυδρὰν ἔκ τινος ἐνεργείας ἐμφαινομένην αὐτοῦ, δηλονότι τῆς περὶ τὰς κοινὰς ἐννοίας, ἃς φαμεν ἀξιώματα, περὶ ἃ δρῶν ὁ ἡμέτερος νοῦς νοερὰν ἐνέργειαν δείκνυσι ἀπλανῆ οὖσαν ἐπιβολὴν περὶ τὰ γνωστά, ἤγουν ἄμεσόν τε καὶ ἀσυλλόγιστον, ὡς μὴ δεομένην ὅρου μέσου πρὸς τὴν τῶν νοουμένων κατάληψιν. μεταβαίνει δὲ ἐπὶ τὴν σοφίαν καὶ ἐξετάζει περὶ αὐτῆς, ἀρχόμενος δὲ τοῦ τῆς σοφίας λόγου παραλαμβάνει τὴν κοινὴν περὶ αὐτῆς τῶν ἀνθρώπων ὑπόληψιν, καί φησιν, ὅτι τὴν σοφίαν καὶ ἐν ταῖς τέχναις παραλαμβάνομεν, ἀποδιδόντες τὸ ταύτης ὄνομα τοῖς ἀκριβεστάτοις τῶν τεχνιτῶν, οἷον Φειδίαν λιθουργὸν σοφόν. οὗτος γὰρ λιθοξόος ὑπάρχων καὶ μιμήσεις πραγμάτων ἐν λίθοις ποιούμενος τὴν δυνατὴν ἀκρίβειαν ἐν τοῖς λίθοις γίνεσθαι περὶ τὰς παρ’ αὐτοῦ γινομένας ἐπιδείκνυται μιμήσεις, ζῴων σχήματα μιμούμενος καὶ φυτῶν καὶ ἄλλων τινῶν, ὡς καὶ Πολύκλειτος ἀνδριαντοποιὸς σοφὸς ὠνομάζετο, ἀκριβεῖς καὶ αὐτὸς τὰς μιμήσεις ἐν τοῖς λίθοις κατὰ τὸ ἐγχωροῦν τῷ ὑποκειμένῳ ποιούμενος. ταῦτ’ εἰρηκὼς περὶ τῆς ἐν τέχναις σοφίας, διδάσκει τὴν διαφορὰν τῆς ἀποδιδομένης ταῖς τέχναις σοφίας καὶ τῆς ἀληθῶς οὕτω λεγομένης σοφίας, καί φησιν, ὅτι ἐπ’ ἐκείνων μὲν λέγεται σοφία ὡς ἀρετὴ οὖσα τῶν τεχνῶν καὶ ὁ ἐκεῖσε λεγόμενος σοφὸς κατορθωτικός ὢν ἐν τῇ οἰκείᾳ τέχνῃ καὶ τὴν ἐνδεχομένην κατὰ τὸ αὐτοῦ ὑποκείμενον κατορθώσας ἀκρίβειαν, οὕτω σοφὸς λέγεται, καὶ ἔστι τις σοφὸς ὡς ἐν τῇδε τῇ ὕλῃ καὶ τῷδε τῷ ὑποκειμένῳ τοῦ ἀκριβοῦς ἐφαψάμενος, ἐφ’ ὅσον ἡ τῆς ὕλης φύσις παραδέχεται, καὶ ἥδε ἡ σοφία ἀρετή ἐστιν, ἡ τῇδε τῇ τέχνῃ ἁρμόζουσα, ὡς τὴν τελείωσιν τὴν κατὰ τέχνην ἐπέχουσα, καὶ αὐτὴ ἔστιν, ἣν ἐλέγομεν πρότερον, ὅτε ἡ διαφορὰ τῆς τέχνης καὶ τῆς φρονήσεως παρεδίδοτο, ὅτι ἀρετὴ μὲν τέχνης ἐστί, φρονήσεως δὲ οὐχί, ὡς τῆς φρονήσεως ἀρετῆς οὔσης αὐτῆς, οὐ μέντοι καὶ δεχομένης ἑαυτῆς ἀρετήν. ἄλλην δέ φησιν εἶναι σοφίαν ὅλως οὐ κατὰ μέρος, τουτέστιν οὐ κατὰ τήνδε τὴν ὕλην ἢ τήνδε, ἀλλ’ ἁπλῶς καὶ καθόλου. πιστοῦται δὲ καὶ τοῦτο ἐκ τῆς κοινῆς ὑπολήψεως. εἶναι γάρ φησι σοφοὺς οἰόμεθα ὅλως οὐ κατὰ μέρος οὐδὲ ἄλλο τι σοφούς· καὶ σκόπει πῶς τὸ ὅλως καὶ τὸ ἄλλο τι ἐνταῦθα λέγεται. ὡς γὰρ ἡ μὲν οὐσία ὂν ἁπλῶς, τὰ δὲ ἐν τῇ οὐσίᾳ καὶ περὶ τὴν οὐσίαν οὐχ ἁπλῶς ὄντα, ἀλλά τι ὂν ἕκαστον τούτων λέγεται, καί τι τῆς οὐσίας ὄν, οἷον ποσότης οὐσίας ἢ ποιότης οὐσίας ἢ σχέσις ἢ θέσις, ὡς τὸ κεῖσθαι καὶ ἵστασθαι καὶ ἀνακεκλίσθαι, ἢ τὸ ἐν τόπῳ εἶναι τὴν οὐσίαν ἢ τὸ ἐν χρόνῳ ἢ ἄλλο τι τῶν θ κατηγοριῶν, οὕτω καὶ τῶν τεχνῶν ἑκάστη, ἐπεὶ τῆς οὐσίας ὑποκειμένης ἐν τῇ οὐσίᾳ καὶ περὶ τὴν οὐσίαν ἐργάζεταί τι, ἐκείνου ἐστὶ γνωστική, οὗ τε ἐργάζεται καὶ ὃ ἐν τῇ οὐσίᾳ καὶ περὶ τὴν οὐσίαν ἐντίθησι.2

“我们在各门技术中把智慧归于在技术上最为精湛的人,例如称菲迪亚斯为有智慧的石雕家,称波留克列特斯为有智慧的雕像作家,在此我们对智慧所指的无非是技术的德性;但我们认为有些人是在总体上有智慧,而非在局部上有智慧,亦非在某种其他方面有智慧,正如荷马在《马尔吉特斯》中所说:‘诸神既未使他成为掘地者,亦未使他成为耕耘者,亦未在任何其他方面使他有智慧。’” 在讲授科学知识、技术、实践智慧这三种求真的品质时,由于他将要进入关于智慧和理智的讲授,便在当中引入了某种关于科学始基的论证,探讨在这五种求真品质中究竟哪一种能够发现始基并将其传授给各门科学;他在通过归纳表明四种品质皆非如此之后,留下了理智[作为把握始基者],因为始基是由理智产生并提供给各门科学的。他满足于在目前关于理智只说这么多,因为关于理智的论述若要完全传授,需要极大的精微与考察。而他在此处关于理智所说的,仅仅展示了从理智的某种现实活动中显现出来的某种模糊观念,显而易见,这活动关涉我们称之为公理的共同概念;我们的理智通过在这些公理上运作,展示了一种理智的活动,它是对可知事物的无误直观,即直接且无需推论的,因为把握所思念之物并不需要中项。接着他过渡到智慧并对它进行考察;在开始关于智慧的论述时,他采纳了人们关于它的共同见解,并说道我们在各门技术中也采用智慧之名,把这名称归于匠人中最精湛者,例如称菲迪亚斯为有智慧的石雕家。因为此人作为琢石者,在石头中制作对事物的摹仿,在他所制作的摹仿中展示了在石头中可能达到的精湛,摹仿着动物、植物以及某些其他事物的形状;正如波留克列特斯亦被称为有智慧的雕像作家,他本人亦在石头中依基体所允许的限度制作精湛的摹仿。在论述了关于技术中的智慧之后,他讲授了归于技术的智慧与按真实之义被称为智慧者之间的差异,并说在前一种情况下,智慧被说成是技术的德性,在彼处被称为有智慧者乃是在其特有的技术中有所成就之人,由于达到了依照其基体所容许的精湛,故而如此被称为有智慧;有人乃是因在这特定的质料和这特定的基体中把握了精湛(在质料的本性所接纳的限度内)而成为有智慧者;这一智慧便是适合于该技术的德性,相当于依技术而有的圆满完成,而这正是我们之前在传授技术与实践智慧的差异时所说的事情:技术有德性,而实践智慧则没有,因为实践智慧自身就是德性,绝不接纳自身的德性。但他指出,存在另一种总体上而非局部的智慧,也就是说,不是依这特定质料或那特定质料而言,而是单纯地且普遍地而言。他也从共同见解中确证了这一点。因为他说,我们认为有些人是在总体上有智慧,而非在局部上有智慧,亦非在某种其他方面有智慧;且请看此处“总体上”与“某种其他方面”是如何言说的。正如实体是单纯的存在者,而实体之内和围绕实体的属性则非单纯的存在者,而是每一项都被称为某种存在者、实体的某种存在物——例如实体的数量、实体的性质、关系,或如躺着、站着、斜倚着这般的姿态,或是实体在地点中、在时间中,或是九个范畴中的其他某种——同样,各门技术也是如此:既然在实体作为基体存在时,各门技术是在实体之内并围绕实体劳作某种东西,它便是对它所劳作的、以及它在实体之内和围绕实体所置入的东西具有认识能力的。

语法注2 条
  1. 6.47κατέλιπεν αὐταῖς τὸν νοῦν ὡς ἐξ αὐτοῦ τικτομέναις καὶ ταῖς ἐπιστήμαις χορηγουμέναις

    阴性与格复数分词 τικτομέναις 和 χορηγουμέναις 与前文提到的科学“始基”(ταῖς ἐπιστημονικαῖς ἀρχαῖς)一致。它们与 αὐταῖς 以及 ἐξ αὐτοῦ(源于理智)相呼应,构成了“始基乃是由理智所产生并提供给各门科学,从而把理智留给它们[即作为始基的把握者]”的句法结构。

  2. 6.47ὡς γὰρ ἡ μὲν οὐσία ὂν ἁπλῶς... οὕτω καὶ τῶν τεχνῶν ἑκάστη... ἐκείνου ἐστὶ γνωστική, οὗ τε ἐργάζεται καὶ ὃ ἐν τῇ οὐσίᾳ καὶ περὶ τὴν οὐσίαν ἐντίθησι

    由 ὡς... οὕτω... 引导的扩展类比句构。实体(οὐσία)作为单纯的存在者(ὂν ἁπλῶς),与属于实体的其余九个范畴作为某种限定意义上的存在(τι ὄν)相对比,用以类比普遍的智慧与特定技术的局部智慧。句末的 οὗ τε ἐργάζεται 属于关系代词受先行词 ἐκείνου(属格)吸引而由宾格变为属格的句法同化现象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:318.27-320.4