← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§317.1-318.26

理智把握始基与存在的层级

厄斯特拉提约解释了亚里士多德通过排除法推导理智把握始基的段落(1141a3),论述了实质理智与人心中理智的差异、存在的层级流溢结构,并说明了省略技术的原因以及实践智慧等何以能被算作求食品质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.46

" Εἰ δὴ οἷς ἀληθεύομεν καὶ μηδέποτε διαψευδόμεθα περὶ τὰ μὴ ἐνδεχόμενα ἢ καὶ ἐνδεχόμενα ἄλλως ἔχειν, ἐπιστήμη καὶ φρόνησίς ἐστι καὶ σοφία καὶ νοῦς, τούτων δὲ τῶν τριῶν μηδὲν ἐνδέχεται εἶναι (λέγω δὲ τρία φρόνησιν σοφίαν ἐπιστήμην), λείπεται νοῦν εἶναι τῶν ἀρχῶν.1" Τὸ προκείμενον ἦν ἐν τούτοις περὶ νοῦ καὶ σοφίας εἰπεῖν, ἃ ἦν ὑπόλοιπα ἐκ τῶν πέντε ἀληθευτικῶν ἕξεων. περὶ γὰρ τῶν τριῶν, ἐπιστήμης καὶ τέχνης καὶ φρονήσεως εἶπεν ἱκανῶς ὡς πρὸς τὴν παροῦσαν πραγματείαν. παρέλαβεν οὖν εἰς μέσον τὰς ἀρχὰς τῶν ἐπιστημῶν, ἵν’ ἐντεῦθεν ἀφορμὴν λήψοιτο παραστῆσαι ἡμῖν τὴν περὶ νοῦ ἔννοιαν. ἔδειξε τοίνυν τῶν ἐπιστημονικῶν ἀρχῶν μήτε τὴν ἐπιστήμην οὖσαν ὡς αὐτῶν καταληπτικήν, ᾗ ἐπιστήμη ἐστί, μήτε τὴν τέχνην μήτε τὴν φρόνησιν· εἶτα δὲ οὐδὲ τὴν σοφίαν. ἐπεὶ δὲ ε̄ οὐσῶν ἁπασῶν ἕξεων, καθ’ ἃς ἀληθεύομεν, κατ’ οὐδεμίαν τῶν δ̄ τούτων ἡ κατάληψις ἡμῖν περιγίνεται τῶν ἀρχῶν, λείπεται ἄρα τὸν νοῦν εἶναι, δι’ οὗ τὴν γνῶσιν αὐτῶν καταλαμβάνομεν, κἀντεῦθεν παρίστησιν ἡμῖν νοῦν εἶναι, καθ’ ὃν ἐπιστημονικῶν ἀρχῶν εἰς γνῶσιν ἐρχόμεθα καὶ διαφέρειν τὸν νοῦν τῶν λοιπῶν ἀληθευτικῶν ἕξεων, ὅτι οὐδεμία ἐκείνων τὰς ἀρχὰς ἔχει τῶν ἐπιστημονικῶν τὸ ἑαυτῇ ὑποκείμενον ἀλλ’ ἢ μόνος οὗτος ὁ νοῦς. ὁ μὲν γὰρ κατ’ οὐσίαν νοῦς πάντα ἔχων ἐν ἑαυτῷ τὰ γνωστὰ καὶ ἁπλαῖς ἐπιβολαῖς καὶ ἀθρόοις καταλαμβάνων αὐτὰ οὐδέποτε ἐξίσταται ἀπ’ αὐτῶν, ὁ δὲ ἐν ἡμῖν νοῦς καθ’ ἕξιν ἔχων τὸ εἶναι, μόνας ἔχει ἐξ ἀρχῆς τὰς κοινὰς ἐννοίας οἰκεῖα ἐνεργήματα καὶ νοήματα ἀπηχήματά τινα ἐν ἑαυτῷ τοῦ ἁπλῶς ὑπάρχοντος νοῦ, ὅταν δὲ τῆς τῶν παθῶν ἀπαλλαγῇ συγχύσεως καὶ τῶν συνηρτημένων ὑπεραρθῇ δυνάμεων καὶ τὸ τέλειον αὐτοῦ ὑπολήψεται ἑαυτοῦ μόνου γενόμενος, τότε καὶ ἑκάστῳ τῶν νοητῶν ἁπλῶς ἐπιβάλλειν δύναται, οὐκ ἀθρόον οὐδ’ ἐν αἰῶνι ὡς ὁ κυρίως νοῦς καταλαμβάνων αὐτὰ ἀλλὰ καθ’ ἓν καὶ ἐν χρόνῳ καὶ μεταβαίνων ἀφ’ ἑτέρου εἰς ἕτερον, ὡς προείρηται. δεῖ γὰρ τὴν ψυχὴν τῇ πρὸς τὸν νοῦν γειτνιάσει ἔχειν τι νοερὸν τοῦ ὑπὲρ αὐτὴν τεταγμένου μετέχουσαν, ἵνα καὶ τῶν ὄντων αἱ πρόοδοι ἐκ τῆς πρώτης αἰτίας καθ’ εἱρμὸν γίνοιντο, ἀεὶ τοῦ ὑφειμένου συναπτομένου τῷ πρὸ αὐτοῦ καί τινα πρὸς ἐκεῖνο κεκτημένου ὁμοίωσιν, ὡς καὶ μετὰ τὴν λογικὴν ψυχὴν οὐχ ἡ φύσις εὐθὺς καὶ τὰ σώματα ἀλλὰ ζωαί τινες ἕτεραι, ἃς ἐντελεχείας φασὶν εἶναι, ἀχωρίστους οὔσας σωμάτων καὶ οἰκείως αὐτῶν ἐπιγινομένας ταῖς κράσεσι καὶ τούτων διαλυομένων συναπιούσας. αἷς καὶ γνώσεως μέτεστιν αἰσθητικῆς 〈καὶ φανταστικῆς〉, εἰκόνα φερούσαις τῆς λογικῆς γνώσεως, ἐξ ἧς αὐταῖς καὶ τῆς γνώσεως μέτεστι τῆς οἰκείας μεταδιδούσης ἐλλάμψεως, καὶ μή τις ἀπαιτείτω τῆς ψυχῆς προκοπὴν ἐπὶ τοσοῦτο προβῆναι, ὥστε εἰς νοῦ προηκέναι τελείαν ἐνέργειαν, ἵνα μὴ καὶ εἰς τὴν οὐσίαν μεταβαλεῖται αὐτοῦ.2 ψυχικῆς γὰρ τῆς οὐσίας μενούσης, ἀδύνατον τὴν ἐνέργειαν εἰς τοῦτο ἐλθεῖν, ὥστε ἐξισωθῆναι τῇ τῆς ἐπέκεινα φύσεως, ἵνα μὴ αἰτιατὴ οὖσα ἡ ἐνέργεια τῆς οὐσίας, ἐπέκεινα τῆς γνώσεως αἰτία γένηται, ὃ ἀδύνατον. μέτρον γὰρ ἑκάστῳ προκοπῆς ἀνάλογον τῇ οὐσίᾳ πέφυκε γίνεσθαι. πῶς δ’ ἐνταῦθα συμπεραινόμενος τὸν λόγον καὶ τὰς περὶ τὸν νοῦν ἕξεις διϊστὰς τῶν ἀρχῶν, τὰς μὲν τρεῖς ἀπηριθμήσατο, φρόνησιν λέγων καὶ ἐπιστήμην καὶ σοφίαν, τὴν δὲ τέχνην ἀπεσιώπησεν; ἢ διότι περὶ τὰ ὁμογενῆ αὗται ἀμφότεραι. περὶ γὰρ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ἡ τέχνη ἐστὶ καὶ ἡ φρόνησις· ἀπεσιώπησεν οὖν αὐτὴν ὡς τῇ φρονήσει συνεξακουομένην διὰ τὸ περὶ ὁμογενῆ καταγίνεσθαι. πῶς δὲ καὶ τὴν τέχνην καὶ φρόνησιν ταῖς ἀληθευτικαῖς ἕξεσι συντάττει; ἐπιστήμη μὲν γὰρ καὶ σοφία καὶ νοῦς ἀληθεύειν ἐξ ἀνάγκης πέφυκεν, ὅτι αὐταῖς ἀναγκαῖα τὰ ὑποκείμενα. τέχνη δὲ καὶ φρόνησις πῶς ἀληθευτικαὶ περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν καταγινόμενα, καίτοι καὶ τέχνη καὶ φρόνησις ἀποτυγχάνουσι τοῦ τέλους ποτὲ καὶ τοῦ ἀληθοῦς ἀποπίπτουσιν; εἰ γὰρ μή, ἔσται καὶ αὐταῖς ἀναγκαῖα τὰ ὑποκείμενα. τοῦτο ἐζήτηται μὲν καὶ ἀνωτέρω, καί τινος προσηκούσης ἐπιλύσεως τέτευχεν, ἕνεκα δὲ τοῦ καὶ ἑτέρας τυχεῖν τέτακται ἐνταῦθα καὶ τυγχανέτω καὶ τῆς ἑτέρας. τὸ γὰρ ἀληθεύειν καὶ ταύταις ὡς ἐπὶ πολύ. τῶν γὰρ ὡς ἐπὶ τὸ πολὺ πᾶσα τέχνη καὶ ἡ φρόνησις ὡσαύτως, ὥστε διὰ τοῦτο ἀληθευτικαὶ καὶ αὗται, ὅτι ὡς ἐπὶ τὸ πολὺ τὸ ἀληθεύειν αὐταῖς ἀλλ’ οὔτε ἐπίσης τὸ ἀληθεύειν τε καὶ τὸ ψεύδεσθαι οὔτε τὸ ἀληθεύειν ἐπ’ ἔλαττον. ἔδει οὖν ἐπικρατεῖν τὸ ἐπὶ πλέον τοῦ ὡς ἐπ’ ἔλαττον3 καὶ ἀληθευτικὰς ἕξεις καὶ ταύτας κατονομάζεσθαι.

“因此,如果我们凭借以求真、并且关于不可改变或亦可改变之事物绝不受欺骗的[品质]是科学知识、实践智慧、智慧和理智,而这三者中没有一个可能成立(我所说的三者是指实践智慧、智慧和科学知识),那么所剩下的就是:把握始基的是理智。” 在这些段落中所提出的课题,乃是讨论在求真的五种品质中余下的理智与智慧。因为关于科学知识、技术和实践智慧这三者,就当前的论述而言他已经充分地讨论过了。因此,他把各门科学的始基摆在当中,以便由此取得凭借来向我们展示关于理智的观念。于是他表明,在科学始基的[把握]中,既非科学知识作为它们的把握者(在其作为科学知识的限度内),亦非技术,亦非实践智慧;其次,亦非智慧。既然在我们借以求真的全部五种品质中,通过这四种中的任何一种我们都无法获得对始基的把握,那么所剩下的显然就是:理智乃是我们借以把握对它们的认识者;由此他向我们展示:存在着理智,依之我们得以认识各门科学的始基,并且理智不同于其余的求真品质,因为那些品质中没有一个把科学事物的始基作为自身的主题对象,而唯独这理智如此。因为按实质而言的理智将所有可认知之物内在于自身之中,并以单纯而集中的直观把握它们,绝不偏离它们;而我们身上的理智按品质拥有其存在,最初仅将共同概念作为自身固有的活动和思想,是在自身之中对单纯存在的理智的某种回响;但当它摆脱激情的混浊、超脱于相联结的诸能力之上、成为唯独属于自身并领受自身的圆满时,那时它便能对每个可知物投以单纯的直观,然而并非像本义上的理智在把握它们时那样一次性地且在永恒之中,而是一一地、在时间之中,并且正如前文所说,从一者过渡到另一者。因为灵魂必须由于对理智的邻近性而分有被置于其上的东西,从而具有某种理智性的东西,以便使存在物从第一因的流出按连系发生,居于下位者总是联结于居于其前者并对其拥有某种相似性,正如在理性灵魂之后并非直接就是自然和物体,而是某些其他的生命——人们称之为隐德来希(现实态)——它们不可脱离物体,依物体的混合状态而恰切地产生,并随着这些混合的消解而一同逝去。这些生命亦分有感觉的〈以及表象的〉认识,承载着理性认识的肖像;正由于理性认识赋予了其特有的照耀,它们才得以分有这种认识;并且任何人都不应要求灵魂的进境走得如此之远,以致进入理智的完全现实活动之中,以免它甚至转变为理智的实质。因为在实质仍保持为灵魂性的前提下,现实活动不可能达到与彼岸本性的活动均等的高度,以免现实活动作为实质的结果,反而成为了超越认识之物的因,而这是不可能的。因为每种事物的进境之尺度自然与其自身的实质成比例。然而,他在此处作结并将围绕理智的品质从始基中分离开来时,为什么列举了三者——即实践智慧、科学知识和智慧——而对技术保持沉默?难道不是因为这两者关涉同类的事物?因为技术和实践智慧都关涉可以有其他状态的事物;因此他把技术略过不提,是由于它关涉同类事物而与实践智慧一并被理解。然而,他又如何把技术和实践智慧归入求真的品质之中呢?因为科学知识、智慧和理智由于其对象是必然的,自然必然是求真的。但技术和实践智慧既然从事于可以有其他状态的事物,且技术和实践智慧有时确实未能达到目的并脱离了真实,它们又如何是求真的呢?因为若不然,它们的对象也将是必然的了。这一点在前文中虽已被探讨且得到了某种合宜的解决,但为了亦获得另一种解决,故被置于此处,且让它获得另一种解决。因为求真对它们而言也是在多数情况下成立的。因为一切技术以及同样实践智慧都属于多数情况下成立之事,以致正因如此它们也是求真的:因为对它们而言求真是在多数情况下成立的,既非求真与受欺骗均等,亦非求真是较少发生的情况。因此,占据多数者应当胜过较少发生者,并且它们也理应被命名为求真的品质。

语法注3 条
  1. 6.46λείπεται νοῦν εἶναι τῶν ἀρχῶν

    无人称动词 λείπεται 引导带不定式的宾格结构(νοῦν εἶναι)。属格 τῶν ἀρχῶν 在下文注文(第14行)中被阐释为“对始基的把握”(ἡ κατάληψις … τῶν ἀρχῶν),作表语属格,表示对象或领域(即“理智是属于始基的 / 把握始基的”)。

  2. 6.46ἵνα μὴ καὶ εἰς τὴν οὐσίαν μεταβαλεῖται αὐτοῦ

    在表示目的/防止的 ἵνα μή 之后,使用了陈述语气将来时 μεταβαλεῖται 而非虚拟语气。这是后世希腊语中将来时与虚拟语气混用/交替的常见现象,用以引出应当避免的不可企及的结果(“以免它甚至转变成为理智的实质”)。

  3. 6.46ἐπικρατεῖν τὸ ἐπὶ πλέον τοῦ ὡς ἐπ’ ἔλαττον

    动词 ἐπικρατεῖν(“压倒”、“胜过”)以实体化的介词短语 τὸ ἐπὶ πλέον(“居于多数者”)为主语,并支配带有属格冠词的比较短语 τοῦ ὡς ἐπ’ ἔλαττον(“居于少数者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:317.1-318.26