- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:315.23-316.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德转入探讨余下的两种状态(智慧与理智)之际,厄斯特拉提奥斯梳理了关于证明与科学知识之始基如何被把握的问题,阐明了为什么科学知识、技术、明智以及智慧本身都不能构成对这些始基的直接把握。
" Ἐπεὶ δ’ ἡ ἐπιστήμη περὶ τῶν καθόλου ἐστὶν ὑπόληψις καὶ τῶν ἐξ ἀνάγκης ὄντων, εἰσὶ δ’ ἀρχαὶ τῶν ἀποδεικτῶν καὶ πάσης ἐπιστήμης (μετὰ λόγου γὰρ ἡ ἐπιστήμη), τῆς ἀρχῆς τοῦ ἐπιστητοῦ οὔτ’ ἂν εἴη ἐπιστήμη οὔτε τέχνη οὔτε φρόνησις·1 τὸ μὲν γὰρ ἐπιστητὸν ἀποδεικτόν, αἱ δὲ τυγχάνουσιν οὖσαι περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν." Περὶ τῶν τριῶν ἀληθευτικῶν ἕξεων διδάξας ἤδη ὁ Ἀριστοτέλης, τέχνης ἐπιστήμης φρονήσεως, προτίθεται νῦν παραδοῦναι ἡμῖν περὶ τῶν δύο τῶν ἐπιλοίπων, ἤτοι σοφίας καὶ νοῦ. καὶ ποιεῖται τὴν ἀρχὴν τῆς περὶ τούτων διδασκαλίας ἀπὸ τῶν ἐπιστημονικῶν ἀρχῶν, ἵνα ἐκ τούτων παραστήσῃ ἡμῖν τὴν τῶν προκειμένων ἕξεων ἔννοιαν. τὰ γὰρ ἀξιώματα ἀρχαὶ ὄντα τῶν ἐπιστημῶν ἀπηχήματά εἰσι τοῦ νοῦ. ἐνεργεῖ γὰρ περὶ ταῦτα ἡ ψυχὴ νοοειδῶς, τουτέστι κατὰ μίμησιν τοῦ κυρίως νοῦ ἁπλαῖς καὶ ἀσυλλογίστοις ἐπιβολαῖς αὐτοῖς ἐπιβάλλουσα, καὶ ὑπὲρ συλλογισμὸν ἅπαντα τὴν αὐτῶν ποιουμένη κατάληψιν. ὅτι μὲν οὖν περὶ τῶν καθόλου ἡ ἐπιστήμη, δῆλον ἐντεῦθεν. ἡ αἴσθησις γὰρ περὶ τὰ καθ’ ἕκαστα ἐν ὑποκειμένῳ τε οὖσα, τῷ κοινῷ αἰσθητηρίῳ καὶ ὀργάνοις χρωμένη, δι’ ὧν πρὸς ἕκαστον οἰκείως τῶν αἰσθητῶν ἐνεργεῖ, ἡ δὲ ἐπιστήμη κατὰ διάνοιαν ἕξις ἐστίν, ἕτερον δὲ τῆς αἰσθήσεως ἡ διάνοια, καὶ πολὺ ἀλλήλων αὗται διεστήκατον. εἰ τοίνυν ἡ αἴσθησις περὶ τὰ καθ’ ἕκαστα, ἡ ἐπιστήμη οὐ περὶ τὰ καθ’ ἕκαστα· εἰ δὲ μὴ περὶ τὰ καθ’ ἕκαστα, περὶ τὰ καθόλου ἄρα. πᾶν γὰρ τὸ λαμβανόμενον πρᾶγμα ἢ ὡς καθόλου λαμβάνεται ἢ ὡς καθ’ ἕκαστον, καὶ μεταξὺ τούτων οὐκ ἔστιν οὐθέν. ἐπεὶ καὶ ὅταν περὶ τῶν μοναδικῶν ἡ ἐπιστήμη ἐξήταζεν, οἷον τυχὸν ἡλίου καὶ σελήνης εἰ ἐκλείπουσιν ἢ διὰ τί ἐκλείπουσιν, οὐχ ὡς περὶ ἑνός τινος τὰς ἀποδείξεις ποιεῖται, ἀλλ’ ὡς οὕτως τοῦ ἀποδεικνυμένου ἔχοντος, κἂν μυρίαι ἦσαν σελῆναι κἂν μυρίοι ἥλιοι.2 ὅτι δὲ καὶ περὶ τῶν ἐξ ἀνάγκης ὄντων ἡ ἐπιστήμη, καὶ τοῦτο εἴρηται πρότερον, ὅτι δὲ καὶ ἀρχαὶ τῶν ἀποδεικτῶν, ἤτοι τῶν δι’ ἀποδείξεως συνισταμένων συμπερασμάτων καὶ πάσης ἐπιστήμης, οὐδὲ τοῦτο ἄδηλον. πᾶσα γὰρ διδασκαλία καὶ μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ὡς καὶ αὐτὸς τῶν Ὑστέρων Ἀναλυτικῶν ἀρχόμενος εἶπεν. εἰσὶ δὲ ἀρχαὶ οἱ ὅροι καὶ τὰ ἀξιώματα. τὸ δὲ μετὰ λόγου γὰρ ἡ ἐπιστήμη εἰς κατασκευὴν εἴρηται τοῦ εἶναι ἀρχὰς ἁπάσης ἐπιστήμης. αἱ γὰρ ἀρχαὶ τὰς αἰτίας χορηγοῦσι τῶν ἀποδεικνυμένων, αἳ οἱ λόγοι εἰσίν. εἰπὼν δὲ τῶν ἀποδεικτῶν καὶ προσθεὶς τὸ καὶ πάσης ἐπιστήμης ἢ ἐκ παραλλήλου τὸ αὐτὸ εἶπεν, ὡς τῶν ἀποδεικτῶν διὰ τῆς ἐπιστημονικῆς γινωσκομένων γνώσεως, ἥτις ἡ μετὰ λόγου ἐστὶ καὶ τῆς τοῦ πράγματος αἰτίας κατάληψις, ἢ ὡς ἀποδεικτῶν μὲν ὄντων τῶν συμπερασμάτων, ἐπιστήμης δὲ τῆς ὅλης ἐπεξελεύσεως τοῦ ὅλου συλλογισμοῦ.3 εἰσὶ γὰρ αἱ ἀρχαὶ καὶ τῶν ἀποδεικτῶν καὶ τῆς ἐπιστήμης τῶν μὲν ἀποδεικτῶν ὡς ἱστῶσαι τὰ κατὰ διάνοιαν, τῆς δὲ ἐπιστήμης ὡς χρωμένης ταύτης αὐταῖς πρὸς τὴν τῶν δεικνυμένων βεβαίωσιν. ταῦτα εἰπὼν ἐπιφέρει, ὅτι τῆς ἀρχῆς τοῦ ἐπιστητοῦ, ὅταν ἐπιστήμη εἴη, οὔτε τέχνη οὔτε φρόνησις μὴ καταγινομένη περὶ τὴν ταύτης κατάληψιν, εἶτα λέγει καὶ τὴν αἰτίαν, δι’ ἣν οὔτε τέχνη οὔτε φρόνησις οὔτε ἐπιστήμη τῆς ἀρχῆς ἐστι τῶν ἀποδεικτῶν. ἐπιστήμη μὲν οὐκ ἔστιν αὐτῆς, ὅτι ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη. τὸ δὲ ἐπιστητὸν ἀποδεικτόν, ἡ δ’ ἀρχὴ οὐκ ἀποδεικτὴ ἀλλ’ ἀποδεικτική, ὡς τῇ ἀποδόσει οὖσα αἰτία τοῦ συνίστασθαι αὐτήν. οὔτε δὲ τέχνη οὔτε φρόνησις τῆς ἀρχῆς, ὅτι αὗται μὲν περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν εἰσίν, ἡ δὲ ἀρχὴ τῆς ἐπιστήμης ἀναγκαία. οὕτως μὲν ἔδειξε μηδεμίαν εἶναι τῶν τριῶν τῶν κατὰ τὰς ἐπιστήμας ἀρχῶν, ἑξῆς δέ φησιν οὐδὲ σοφία τούτων ἐστίν. ὁ γὰρ σοφὸς οὐχ ἁπλῶς ἔχει ἀνοίκειον ἑαυτοῦ τὸ ἀποδεικνύναι, ἀλλ’ ἔστιν οὗ χρῆται καὶ ἀποδείξεσιν. εἰ δὲ τοῦτο, ἀρχοειδέστεραι καὶ τῆς τοῦ σοφοῦ ἐνεργείας αἱ ἀρχαὶ τῶν ἀποδείξεων. οὐ γὰρ ἂν ἐχρῆτο αὐταῖς ὡς ἀρχαῖς καὶ αὐτὸς πρὸς τὸ ἀποδεικνύειν τινὰ τῶν αὐτῷ γνωστῶν.
“而既然科学知识是关于普遍之物以及必然存在之物的确信,且对于可证明之物以及一切科学知识而言都有始基(因为科学知识是伴随理性的),那么对于可知之物的始基,既不可能有科学知识,也不可能有技术或明智;因为可知之物是可证明的,而后者恰恰是关涉可以有其他状态之事的。” 亚里士多德在讲述了三种求真的状态(即技术、科学知识、明智)之后,现在打算向我们传授关于余下两种状态(即智慧和理智)的知识。他把关于这些状态的讲授的开端建立在科学知识的诸始基之上,以便借此向我们展示摆在面前的诸状态的概念。因为公理作为诸科学的始基,乃是理智的回响。灵魂在关涉这些公理时以理智的方式活动,也就是说,模仿严格意义上的理智,以单纯且无推论的直观触及它们,超越一切推论而实现对它们的把握。因此,科学知识是关于普遍之物的,这一点由此便很清楚。因为感觉关涉个别之物,处于载体之中,使用共同感觉器官和工具,并借此适当地针对每一个可感觉对象活动;而科学知识则是依照思考的状态,思考与感觉不同,且两者相距甚远。那么,如果感觉关涉个别之物,科学知识就不关涉个别之物;如果不是关涉个别之物,那么显然就是关涉普遍之物。因为每一件被把握的事物,要么作为普遍之物被把握,要么作为个别之物被把握,在它们之间没有任何中间事物。因为即使科学知识在探讨独一无二的事物时(例如假定太阳和月亮是否发生食,或者为何发生食),它进行证明也不是好像关涉某一单个具体事物,而是认为所证明的事物哪怕有一万个月亮和一万个太阳也是如此成立的。科学知识也是关于必然存在之物的,这一点前面也已经说过;而对于可证明之物、即通过证明构成的诸结论以及一切科学知识都存在始基,这一点也绝非不明晰。因为正如他自己在《后分析篇》开端所言,一切思考上的教学和学习都是从预先存在的认识中产生的。而定义和公理就是始基。至于“因为科学知识是伴随理性的”这句话,则是为了确立一切科学知识都有始基而说的。因为始基提供了所证明之事物的原因,而这些原因就是理性证明。他说了“可证明之物的”并加上“以及一切科学知识的”,要么是并列地表达了同一回事(因为可证明之物是通过科学认识被认识的,而这种认识是伴随理性的、也是对事物原因的把握);要么是因为可证明之物是诸结论,而科学知识则是对整个推论的完整展开。因为始基既是可证明之物的始基,也是科学知识的始基——对于可证明之物而言,始基使思考中的推论停驻;对于科学知识而言,则是它利用始基来证实被表明之事。在说了这些之后,他接着指出,对于可知之物的始基,在有科学知识存在时,不从事于把握此始基的技术和明智都不可能存在;随后他又说明了为什么对于可证明之物的始基而言,既不可能有技术,也不可能有明智或科学知识的原因。关于它不可能有科学知识,是因为科学知识是关于可知之物的知识。可知之物是可证明的,而始基并不是可证明的,反而是具有证明作用的,因为通过其陈述,始基构成了证明成立的原因。对于始基也不可能有技术或明智,是因为它们关涉可以有其他状态之事,而科学知识的始基是必然的。这样,他就证明了这三者中没有哪一个能把握诸科学中的始基;接着他说,智慧也不关涉这些始基。因为有智慧的人绝非根本不把证明看作属于自己的活动,而是有时也会运用证明。如果是这样,证明的诸始基甚至比有智慧者的活动更具始基性。因为若非如此,他自己也就不会把它们作为始基来证明他所知晓的某些事物了。
- 6.45τῆς ἀρχῆς τοῦ ἐπιστητοῦ οὔτ’ ἂν εἴη ἐπιστήμη οὔτε τέχνη οὔτε φρόνησις
句首的属格 τῆς ἀρχῆς 作为对象属格,既可理解为直接受表语名词(ἐπιστήμη 等)所支配,亦可理解为省去了表示认知或把握的名词,意为“对于可知之物的始基,既不可能有科学知识,也不可能有技术或明智”。两种解析在逻辑判断上完全一致。
- 6.45κἂν μυρίαι ἦσαν σελῆναι κἂν μυρίοι ἥλιοι
连词 κἄν(καὶ ἄν)后接过去未完成式直陈语气 ἦσαν,构成与事实相反的让步条件从句(“即使有一万个月亮和一万个太阳”),借以强调科学证明考察的是普遍原因而非个别孤立之物。
- 6.45εἰπὼν δὲ τῶν ἀποδεικτῶν καὶ προσθεὶς τὸ καὶ πάσης ἐπιστήμης ἢ ἐκ παραλλήλου τὸ αὐτὸ εἶπεν... ἢ ὡς ἀποδεικτῶν μὲν ὄντων τῶν συμπερασμάτων, ἐπιστήμης δὲ τῆς ὅλης ἐπεξελεύσεως τοῦ ὅλου συλλογισμοῦ
由分词短语 εἰπὼν ... καὶ προσθείς 引出,注解者通过 ἢ ... ἤ(要么……要么……)并列给出了对亚里士多德用语的两种解释。前者视其为同义并列(ἐκ παραλλήλου),后者则通过带 ὡς 的属格独立结构(ὡς ... ὄντων),将部分(证明所得的结论)与整体(作为整个推论展开过程的科学知识)加以区分。
