← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§314.1-315.22

作为意见部分德性的明智与其不可遗忘性

针对亚里士多德1140b25–1140b28,欧斯特拉提乌斯结合新柏拉图主义认识论,阐释了明智作为灵魂理性部分中形成意见之部分的德性之根据(即关涉偶然可变之事物),随后依据人类在一生中始终需要依德性活动这一事实,说明了明智与技术不同而绝不会被遗忘的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.43

" Δυοῖν δ’ ὄντοιν μεροῖν τῆς ψυχῆς τῶν λόγον ἐχόντων, θατέρου ἂν εἴη ἀρετή, τοῦ δοξαστικοῦ· ἥ τε γὰρ δόξα περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν ἐστὶ καὶ ἡ φρόνησις." Τί μὲν οὖν ἐστι φρόνησις καὶ τί διαφέρει τέχνης καὶ ἐπιστήμης, εἴπεν ἱκανῶς. διαφόρων δὲ μορίων ἢ δυνάμεων οὐσῶν τῆς ψυχῆς, παραδίδωσιν ἐνταυθοῖ, ἐν ποίῳ τούτων ἡ φρόνησις ὑφέστηκε. διαιρεῖ δὴ τὸν λόγον τῆς ψυχῆς εἰς δύο, διανοητικὸν καὶ δοξαστικόν, ὡς τοῦ νοῦ ὄντος ἐπέκεινα τῆς ψυχῆς.1 εἰ γὰρ καὶ νοερὰν λέγει τὴν ψυχὴν καὶ νοῦν ὑπάρχειν φησὶν ἐν αὐτῇ, ἀλλ’ οὐκ οὐσιωδῶς ὑπάρχειν ἐν αὐτῇ τὸν νοῦν τίθεται, ἀλλά γε κτητὸν καὶ ὡς ἕξιν ἐπιγινόμενον, καθὰ καὶ πρότερον εἴρηται. διὰ τοῦτο καὶ ταῖς ἀληθευτικαῖς ἕξεσιν αὐτὸν συνηρίθμησεν, ὁρῶν αὐτὸν καὶ κτώμενον ἔξωθεν καὶ ἀποβαλλόμενον. καθαρὰ γὰρ γενομένη καὶ ἐλευθέρα τῶν παθῶν ἡ ψυχή, ἐλλάμπεται μὲν τῇ πρὸς νοῦν γειτνιάσει, δέχεται δὲ ἐκεῖθεν τὸ νοερῶς ἐνεργεῖν, καὶ οὕτω τὴν τῶν ὄντων προσλαμβάνει κατάληψιν ἁπλαῖς ἐπιβολαῖς ἐφαπτομένη αὐτῶν, οὐκ ἀθρόον ὡς ὁ κύριος νοῦς οὐδὲ πάντων ὁμοῦ, ἀλλὰ καθ’ ἓν ἕκαστον αὐτῶν τὸν νοῦν περιχορεύουσα καὶ ἐξ ἑτέρων τῶν ὑπ’ αὐτοῦ νοουμένων εἰς ἕτερον μεταβαίνουσα. δείκνυσι τοίνυν τῷ δοξαστικῷ μέρει τῆς ψυχῆς τὴν φρόνησιν γίνεσθαι ἐκ τοῦ ἀμφοτέρας ταύτας, τὴν δόξαν καὶ τὴν φρόνησιν, περὶ τὰ ἐνδεχόμενα καταγίνεσθαι, τὴν μὲν ὡς μέρος τῆς ψυχῆς, τὴν δόξαν, τὴν δὲ φρόνησιν ὡς ἕξιν. καταγινομένη γὰρ ἡ ψυχὴ κατὰ τὸ αὐτῆς δοξαστικὸν περὶ τὰ ἐνδεχόμενα καὶ ταῖς περὶ ταῦτα ἐνεργείαις χρονίως ἐνδιατρίβουσα ἐκ τῆς ἐν τούτοις πολυπειρίας, εἰς ἕξιν εἶσι φρονήσεως καὶ κατορθοῖ ἐνδεχομένως ἃ κατορθοῖ, διὸ καὶ οὐδ’ ἀεὶ ἐφικνεῖται τῶν προκειμένων τελῶν, ἀλλ’ ἔστιν οὗ καὶ ἀποτυγχάνει. ἱκανὸν γὰρ ταῖς περὶ τὰ ἐνδεχόμενα καταγινομέναις δυνάμεσι καὶ ἕξεσι τῆς ψυχῆς καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐφικνεῖσθαι τῶν προκειμένων, τὸ δέ γε ἐπιστημονικόν, ἐπεὶ περὶ τὰ ἀναγκαῖα ποιεῖται τὴν ἐνέργειαν, διὰ τοῦτο καὶ ἀναγκαῖα ἔχει τὰ τέλη καὶ ἀπαράβατα.

“而既然灵魂具有理性的部分有两个,明智应当是其中之一、即形成意见之部分的德性;因为意见和明智两者都是关于可以有其他状态之事的。” 因此,明智是什么,以及它与技术和科学知识有何不同,他已经作了充分的说明。而由于灵魂的部分或潜能各不相同,他在此指明,明智究竟是在它们中的哪一个之中成立的。于是,他把灵魂的理性划分为两个,即思考的部分与形成意见的部分,其前提是理智居于灵魂之外。因为即便他说灵魂具有理智性,并说理智存在于灵魂之中,但他并不设定理智本性上存在于灵魂之中,而是如前面所说的那样,设定它是被获得的、且作为状态(品质)而后续产生的。正因如此,他看到理智既是从外部获得又会被抛弃,才把它与求真的诸状态列在一起。因为灵魂一旦变得纯洁并摆脱诸情念,就会因邻近理智而受其照耀,并从那里领受理智性的活动,从而通过以单纯的直观触及实在本身而获得对诸实在的把握;但这并非像主管的理智那样一下子总揽、也不是将万物一并把握,而是在关于它们每一件事物上围绕理智起舞,并从被理智所认识的一些事物过渡到另一些事物。因此他表明,明智之所以生成于灵魂的形成意见的部分,乃是因为这两者——意见和明智——都从事于可变之事(偶然之事),其一作为灵魂的部分(即意见),另一则作为状态(即明智)。因为灵魂按照其形成意见的部分从事于偶然之事,并长期沉浸于关涉这些事物的活动之中,由在这些事物中的丰富经验而进入明智的状态,且以偶然的方式成全其所成全之事;因此它并非总能达到摆在面前的目的,而是在某些场合也会失败。因为对于从事于偶然之事的灵魂诸潜能和诸状态而言,在大多数情况下达到摆在面前的目的就已经足够了;反之,科学知识的部分由于围绕必然之事展开活动,正因如此也拥有必然且不可变更的目的。

§6.44

"Ἀλλὰ μὴν οὐδ’ ἕξις μετὰ λόγου μόνον, σημεῖον δ’ ὅτι λήθη τῆς μὲν τοιαύτης ἕξεώς ἐστι, φρονήσεως δ’ οὐκ ἔστιν." Τὴν μὲν ἐπιστήμην καὶ τὴν φρόνησιν δι’ ὀλίγων ἀπ’ ἀλλήλων διέστησεν, ὡς τῶν ὑποκειμένων ἀμφοτέραις αὐταῖς τῷ πολὺ διαφέρειν πρὸς ἄλληλα, ἱκανῶν ὄντων2 καὶ τὸ τῶν ἕξεων τούτων παριστάνειν διάφορον. ἐπεὶ δὲ ἡ φρόνησις καὶ ἡ τέχνη ἄμφω περὶ τὰ ἐνδεχόμενα καταγίνονται, τὸ ὁμογενὲς τῶν ὑποκειμένων πολλὴν ποιεῖται τὴν σύγχυσιν τῆς τῶν ἕξεων διαστάσεως. διὰ τοῦτο καὶ πλειόνων αὐτῷ λόγων ἐδέησε πρὸς τὸ δηλῶσαι τὴν τούτων διαφοράν, ἐφ’ ᾧ καὶ πρὸ τοῦ ἀποδοῦναι τὸν ὅρον τῆς φρονήσεως πολλὰς ἔδειξεν ἀνομοιότητας ὑπαρχούσας αὐταῖς, προστίθησι δὲ καὶ ἔτι μετὰ τὴν τοῦ ὅρου ἀπόδοσιν. κοινὸν μὲν γάρ φησιν ἕξουσιν ἄμφω τὸ ἕξεις εἶναι μετὰ λόγου, ἀλλ’ ἡ φρόνησις οὐ τοῦτο μόνον ἔχει ἀλλ’ ἔστιν ἔτι καὶ περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτική, ὃ μόνης αὐτῆς ἴδιον ἀλλ’ οὐ καὶ τῇ τέχνῃ κοινόν, ᾧ ἕπεται καὶ ἕτερον γνώρισμα τῆς τούτων διαφορᾶς, τὸ τῆς μὲν τέχνης λήθην γίνεσθαι τῇ ψυχῇ, τῆς δὲ φρονήσεως οὐχί. τοῦτο δὲ γίνεται διὰ τὸ κατὰ μὲν τὴν τέχνην μὴ ἀεὶ ἐνεργεῖν, κατὰ δὲ τὴν φρόνησιν δὴ ἀεί. τὰ γὰρ ὑποκείμενα τῇ φρονήσει ἀεὶ πρόκειται τῷ ἀνθρώπῳ, καὶ δεῖ αὐτὸν τοῖς προσήκουσι χρῆσθαι τρόποις ὡς φρόνιμον ἀεί, ἵνα ἐπιτυγχάνῃ αὐτῶν. τὸ γὰρ ἐν ἀρετῇ ζῆν διὰ παντός ἐστι τῇ φύσει τῶν ἀνθρώπων ἐποφειλόμενον καὶ πανταχοῦ καὶ ἐν πάσαις ἐνεργείαις καὶ πᾶσι πάθεσιν. ὧν πάντων ἔξω ποτὲ γενέσθαι κατὰ τὸν βίον τῇ φύσει τῶν ἀνθρώπων ἀδύνατον, ἐν οἷς ἅπασι δεῖ τῆς φρονήσεως. διὰ τοῦτο τῆς μὲν τέχνης γίνεται λήθη, οὐχὶ δὲ καὶ τῆς φρονήσεως διὰ τὸ κατὰ μὲν τὴν φρόνησιν ἐνεργεῖν ἀεί, κατὰ δὲ τὴν τέχνην οὐχί. διὸ καὶ πολλάκις χρονίως ὁ τεχνίτης τῆς τέχνης ἀνακοπτόμενος ἢ παντελῶς ἢ ἐν μέρει αὐτῆς ἐπιλανθάνεται.

“然而它也绝非仅仅是伴随理性的状态;其证据是,对于这种状态存在遗忘,而对于明智则不存在。” 他曾用简短的话语将科学知识与明智彼此区分开来,这是因为两者所基于的对象彼此大不相同,足以表明这些状态自身的差异。但由于明智与技术两者都从事于偶然之事,其基础对象的同属特征便使得诸状态之间的区分产生了极大的混淆。正因如此,他也需要更多的论据来阐明这两者之间的差异;为此,他甚至在给出明智的定义之前就指出了它们之中存在的诸多不相似之处,并在给出定义之后进一步予以补充。因为他说,两者固然共同具有“伴随理性的状态”这一属性,但明智不仅具有此点,而且它还是关于人类之善的实践性状态,这仅仅是明智所特有的,而不为技术所共有;随之而来的还有表明两者差异的另一个标志,即灵魂中会产生对技术的遗忘,但对明智则不会。而之所以发生这种情况,是因为人并非始终按照技术来活动,但确实始终按照明智来活动。因为属于明智的对象总是摆在人类面前,人必须始终作为明智者运用相宜的方式,以便达成这些对象。因为依德性而生活,乃是人的一生中、在一切地方、在一切活动和一切情念中都欠人类本性的义务。而人类本性在其一生中绝不可能脱离这一切,在所有这些事情中都需要明智。正因如此,技术会产生遗忘,但明智却不会,因为人始终按照明智活动,而按照技术则不然。因此,技术者一旦长期脱离技术,常常会完全地或部分地遗忘其技术。

语法注2 条
  1. 6.43ὡς τοῦ νοῦ ὄντος ἐπέκεινα τῆς ψυχῆς

    连词 ὡς 引导属格独立结构(τοῦ νοῦ ὄντος),用以表明前文将灵魂之理性划分为二的依据与理论前提。欧斯特拉提乌斯认为,亚里士多德之所以将灵魂理性划分为思考与意见两部分,其前提是真正的理智(νοῦς)居于灵魂自身之外(ἐπέκεινα),而非灵魂内在的本性构成要素。

  2. 6.44ὡς τῶν ὑποκειμένων ἀμφοτέραις αὐταῖς τῷ πολὺ διαφέρειν πρὸς ἄλληλα, ἱκανῶν ὄντων

    由 ὡς 引导的属格独立结构,其中主语为 τῶν ὑποκειμένων(两者的底层对象),谓词分词为 ἱκανῶν ὄντων(是充分的)。夹在中间的带冠词与格不定式短语 τῷ πολὺ διαφέρειν(因彼此差异极大)作原因状语,修饰分词 ἱκανῶν ὄντων,说明底层对象的巨大差异足以显示这两种状态的不同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:314.1-315.22