← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§312.26-313.36

明智与技术的差异及自愿出错的评价

欧斯特拉提奥斯注解了区分明智与技术的两个论证(技术有德性而明智本身即是德性;自愿出错在技术中更值得选取,但在明智与德性中则应受规避),并阐释了后者文句中“更不”一词的不同解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.41

" Ἀλλὰ μὴν τέχνης μὲν ἔστιν ἀρετή, φρονήσεως δ’ οὐκ ἔστιν." Ἕτερον ἐπιχείρημα, διϊστῶν καὶ αὐτὸ ἀπὸ τῆς τέχνης τὴν φρόνησιν. δι’ ὧν μὲν γὰρ εἶπε πρότερον, τὴν πρὸς τὴν ἐπιστήμην αὐτῆς συνεστήσατο ἑτερότητα. δι’ ὧν δὲ μετ’ ἐκεῖνά φησι τὴν πρὸς τὴν τέχνην διαφορὰν αὐτῆς παριστάναι,1 δυνάμει οὖν τοῦτό φησιν, ὅτι ἡ μὲν φρόνησις ἀρετή, ἡ δὲ τέχνη οὔ· οὐκ ἄρα τέχνη ἡ φρόνησις, πόθεν δέ, ὅτι οὐκ ἀρετὴ ἡ τέχνη καὶ ὅτι ἡ φρόνησις ἀρετή; ὅτι τῆς μὲν τέχνης ἐστὶν ἀρετή, τῆς δὲ φρονήσεως οὐκ ἔστιν, ἀρετὴ δὲ τέχνης καὶ τεχνίτου τὸ εὐτεχνον καὶ τὸ περὶ τὰ οἰκεῖα ἔργα καὶ τὰς πράξεις κατορθωτικὸν τῶν δεόντων. ἔστι γὰρ ἁμαρτάνειν τὸν τεχνίτην ἢ δι’ ἀμέλειαν καὶ ῥᾳθυμίαν τὴν περὶ τὰ τεχνητὰ ἢ διὰ τὸ μὴ τέλειον εἶναι περὶ ἃ ἐνεργεῖ καὶ ἐνεργάζεται, φρονίμου δὲ ἁμαρτία ᾗ φρόνιμος οὐκ ἔστι, διὰ τοῦτο οὐδὲ κακία, ὥστε οὐδὲ ἀρετὴ φρονήσεως, ἀλλ’ αὐτὸ τοῦτο ἡ φρόνησις ἀρετή· ἀρετὴν δὲ ἀρετῆς εἶναι οὐκ ἐνδέχεται, ὡς οὐδὲ κινήσεως κίνησιν, οὐδὲ γενέσεως γένεσιν, ἵνα μὴ ἐπ’ ἄπειρον ἡ πρόβασις γίνοιτο.

“然而技术确实有德性,而明智却没有。” 这是另一个论证,它自身同样把明智与技术区分开来。因为通过他之前所说的内容,他确立了明智对于科学知识的相异性;而通过在此之后所说的内容,他旨在展现明智对于技术的差异。因此他在潜能上(实际上)说的是:明智是德性,而技术则不是;所以明智不是技术。那么,何以见得技术不是德性而明智是德性呢?因为技术有德性,而明智却没有德性。技术以及技术者的德性,就是技艺精湛,以及在固有作品和行为上能够成全应行之事。因为技术者确实可能出错,或是由于对技术产物的疏忽和怠惰,或是由于对自己所从事和制作的领域不够完善。但对于明智者,就其作为明智者而言,是不存在过错的;正因如此也没有恶,从而也没有明智的德性,相反明智本身就是德性。然而不可能存在德性的德性,正如不可能存在运动的运动、也不存在生成的生成一样,以免进程陷入无穷。

§6.42

"Καὶ ἐν μὲν τέχνῃ ὁ ἑκὼν ἁμαρτάνων αἱρετώτερος, περὶ δὲ φρόνησιν ἧττον, ὡς καὶ περὶ τὰς ἀρετάς." Ἔτι τὸ αὐτὸ κατασκευάζει, ὅτι ἑτερογενῆ ἀλλήλων ἡ φρόνησις καὶ ἡ τέχνη, ὡς τὴν μὲν φρόνησιν εἶναι ἀρετήν, τὴν δὲ τέχνην οὔ. εἰ δὲ ἑτερογενῆ, καὶ ἑτεροειδῆ ἐξ ἀνάγκης. τὰ γὰρ τῷ γένει ἕτερα καὶ τῷ εἴδει ἕτερα. ὁ δὲ λόγος τοιοῦτος· ἐν μὲν τῇ τέχνῃ εἴ τις ἑκὼν ἁμαρτάνει, αἱρετώτερος τοῦ ἄκοντος ἁμαρτάνοντος, οἷον εἰ ζωγράφος ἢ ἀνδριαντοποιὸς ἢ οἰκοδόμος κατορθωτικὸς ὢν περὶ τὴν οἰκείαν τέχνην ἁμαρτάνει, ἑκὼν καὶ ἀτέχνως ἢ κακοτέχνως τὸ οἰκεῖον ἔργον ἐργάζεται, καταφρονητικῶς ἢ ἀμελητικῶς αὐτὸ μετερχόμενος ἢ διὰ μισθοῦ τυχὸν ἀποστέρησιν ἤ τι τοιοῦτον ἕτερον. αἱρετώτερος γὰρ ἂν εἴη οὗτος τοῦ δι’ ἀτεχνίαν ἀκουσίως ἀποτυγχάνοντος. αἵρεσιν γάρ τις λαμβάνων, ᾧ ἂν βούλοιτό τις ἀμφοτέρων εἰς οἰκεῖον ἔργον χρήσασθαι, οὐδέποτ’ ἂν προκρινεῖ2 τοῦ ἐντέχνου τὸν ἄτεχνον, ἀλλὰ προκρίνας τὸν εὔτεχνον χρήσαιτ’ ἂν αὐτῷ καλῶς, τὸ τῆς καταφρονήσεως ἐξελὼν αἴτιον, καὶ πείσαι ἂν αὐτὸν ὀρθῶς τῇ τέχνῃ χρησάμενον καὶ κατωρθωμένον τὸ ἔργον ἀποτελέσαι· καὶ ἐν μὲν τῇ τέχνῃ οὕτω, περὶ δὲ φρόνησιν οὐχ οὕτως. ὁ γὰρ ὡς φρόνιμος ἐνεργῶν, εἶτα ἑκὼν ἁμαρτάνων, ἢ πρὸς τοὐναντίον τοῦ τέλους ἀπένευσεν ἀντὶ τοῦ ἀγαθοῦ τὸ κακὸν ἑλόμενος ἢ τὸν τρόπον τῆς ἐπιτεύξεως καταλείψας τὴν πρὸς τοὐναντίον ἄγουσαν ὁδὸν προτετίμηκε, καὶ εἴη ἂν ἑκατέρωθεν πονηρὸς καὶ κακόβουλος, καὶ διὰ τοῦτο φευκτός, οὐχ αἱρετός. τοῦτο δὲ καὶ περὶ πάσας τὰς ἀρετάς, ὥστε ἡ φρόνησις ἀρετή, ὅτι τὸ τῶν ἀρετῶν ἴδιον ταύτῃ πρόσεστιν, ἡ δὲ τέχνη οὐκ ἀρετή, ὅτι μηδὲ κατὰ τὸ αὐτῶν ἴδιον ταύταις κοινωνεῖ. ἀρετὴ ἄρα, οὐ τέχνη ἡ φρόνησις. τὸ δὲ ἧττον ἢ ἀντὶ τοῦ οὐδαμῶς εἴληπται, ὡς ἡ τῆς λέξεως ἔδειξε διασάφησις, ἢ ἀντὶ τοῦ ἔλαττον,3 ὡς ἐνδέχεσθαί ποτε καὶ τὸν φρόνιμον εἶναι αἱρετὸν ἑκόντα ἁμαρτάνοντα· οἷον ὡς ὅταν ἐξ ἑτέρων τις τὸ γένος ἔχων εἰς ἑτέρους καὶ ἀλλοτρίους κατασχεθῇ δορυάλωτος, εἶτα φρόνιμος καὶ γενναῖος ἀποφανθεὶς καταπιστευθῇ τὴν ἀρχὴν παρὰ τῶν κατασχόντων ἐν τῷ πρὸς τοὺς οἰκείους πολέμῳ καὶ ἑκουσίως τὴν ἧτταν τῶν κατεχόντων ἐπιτηδεύσαιτο. εἴη γὰρ ἂν οὗτος ἁμαρτάνων αἱρετώτερος τοῖς ὁμογενέσιν, οἷς ἑκουσίως τῆς νίκης παρακεχώρηκεν.

“而且在技术中自愿出错的人更值得选取,但在关于明智之事上则更不如此,在关于诸德性之事上亦同。” 他又论证了同一件事:明智与技术在属上彼此互异,以至于明智是德性而技术不是。如果在属上互异,则必然在种上也互异;因为在属上互异者在种上也互异。其论证如下:在技术中,如果有人自愿犯错,他比非自愿犯错的人更值得选取;例如,若一个画家、雕塑家或建筑师在自身固有技术上本能成全其事,却犯了错,自愿笨拙地或恶劣地制作自身固有的作品,轻慢地或疏忽地从事它,或者也许是由于报酬被克扣或其他类似的原因。因为这个人会比由于缺乏技术而非自愿受挫的人更值得选取。因为某人若得到在两者之中愿意使用哪一个来从事固有作品的选取机会,绝不会优先选择无技术者而非有技术者,而是会优先选择技艺精湛者并善加任用,去除导致轻慢的原因,并说服他正确使用技术以完成一件完美成功的作品。在技术中是如此,而在关乎明智之事上则并非如此。因为那作为明智者行动、随后却自愿犯错的人,要么是选取了恶而非善,倒向了目的的对立面;要么是放弃了达致目的的方式,更偏爱引向对立面的道路;无论从哪一方面来看,他都是邪恶且怀有不良意图的,因此是应受规避的,而非值得选取的。这一情况对于一切德性亦然,所以明智是德性,因为诸德性的固有特征属于它;而技术不是德性,因为它甚至在诸德性的固有特征上也不与它们相通。因此,明智是德性而非技术。至于“更不”一词,要么是如文句的阐明所示那样用来代替“决不”,要么是用来代替“在更小程度上”,意即自愿犯错的明智者有时也可能是值得选取的;例如,某人出身于某个部族,作为战俘被另一群外人拘禁,随后因表现出明智与高尚,在针对其同族的战争中被拘禁他的人委以指挥权,并自愿谋划了拘禁他之人的失败。因为这个犯错的人对于其自愿让出胜利的同族同胞而言,会是更值得选取的。

语法注3 条
  1. 6.41δι’ ὧν δὲ μετ’ ἐκεῖνά φησι τὴν πρὸς τὴν τέχνην διαφορὰν αὐτῆς παριστάναι

    在 δι’ ὧν μέν... δι’ ὧν δέ... 的对称结构中,关系代词 ὧν 受介词 διά 支配(“通过……之事”)。主句动词 φησί 接不定式 παριστάναι 表示其意图或论述内容:“通过他在那些之后所说的事,他旨在展现其对于技术的差异”。

  2. 6.42αἵρεσιν γάρ τις λαμβάνων, ᾧ ἂν βούλοιτό τις ἀμφοτέρων εἰς οἰκεῖον ἔργον χρήσασθαι, οὐδέποτ’ ἂν προκρινεῖ

    在分词 αἵρεσιν λαμβάνων(“得到选择的机会”)之后,从句 ᾧ ἂν βούλοιτό τις ἀμφοτέρων... 起到了间接疑问句的作用,界定了选择的对象(“在两者之中愿意使用哪一个……”)。主句谓语 οὐδέποτ’ ἂν προκρινεῖ 表达潜在判断(“绝不会优先选择”)。

  3. 6.42τὸ δὲ ἧττον ἢ ἀντὶ τοῦ οὐδαμῶς εἴληπται, ὡς ἡ τῆς λέξεως ἔδειξε διασάφησις, ἢ ἀντὶ τοῦ ἔλαττον

    关于亚里士多德原文中比较级副词 ἧττον(“更不”)的句法与语义注解。注解者给出了两种解读方案:(1) 作为代指绝对否定的缓叙法(ἀντὶ τοῦ οὐδαμῶς,“决不”);(2) 严格的比较级(ἀντὶ τοῦ ἔλαττον,“在更小程度上”),从而允许在特定特殊情境下(如被俘将领的例子)自愿犯错对其同胞而言仍有值得选取之处。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:312.26-313.36