- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:311.23-312.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注解了亚里士多德关于节制保全明智的论证(1140b16),即快苦会摧毁实践原理,指出实践原理即是目的因,并剖析了明智定义中“伴随真实理性的实践品质”各要素的内涵。
" Αἱ μὲν γὰρ ἀρχαὶ τῶν πρακτῶν τὸ οὗ ἕνεκα τὰ πρακτά· τῷ δὲ διεφθαρμένῳ δι’ ἡδονὴν ἢ λύπην οὐ φανεῖται ἀρχή, οὐδὲ δεῖν τούτου ἕνεκα οὐδὲ διὰ τοῦθ’ αἱρεῖσθαι πάντα καὶ πράττειν· ἔστι γὰρ ἡ κακία φθαρτικὴ ἀρχῆς· ὥστ’ ἀνάγκη τὴν φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθῆ, περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτικήν." Δείκνυσι πῶς ἡ σωφροσύνη περὶ ἡδονὰς καταγινομένη καὶ λύπας 〈τὴν φρόνησιν〉τῇ ψυχῇ σώζει, καί φησιν ὡς αἱ ἀρχαὶ τῶν πρακτῶν τὰ τελικά ἐστιν αἴτια. εἰς ταῦτα γὰρ ἀφορῶντες καὶ ταῦτα ἑαυτοῖς ὡς ἐφετὰ προτιθέμενοι πρότερον, οὕτως ἐπιχειροῦμεν ταῖς πράξεσι. πρακτὰ δέ φησι τὰ κατορθούμενα διὰ πράξεων ἐνεργήματα, ὧν ἕκαστον διά τι τέλος ἐνεργεῖται, ἢ ἁπλῶς ἀγαθὸν ἢ δοκοῦν ἀγαθόν. ᾧ οὖν τῶν ἀνθρώπων ὁ λόγος ὑπὸ ἡδονῆς ἢ λύπης κατακρατούμενος διαφθείρεται ὥσπερ ὀφθαλμὸς ὢν τῆς ψυχῆς ὑπὸ τοῦ κατακρατοῦντος τυφλώττεται πάθους, καὶ οὐχ ὁρᾷ τὴν ἀρχὴν εὐθύς, ἤτοι τὸ τελικὸν αἴτιον, ἀλλὰ δεῖ αὐτῷ μελέτης, ἵνα ἀνανήψῃ ἀπὸ τοῦ πάθους καὶ ἀπλανῶς ἐντρανίσῃ τῷ ἀγαθῷ. ἀπείργει δὲ καὶ τούτου ἡ ἐμπαθὴς διάθεσις ὀκνηρὸν ποιοῦσα τὸν ὑπὸ ταύτης κρατούμενον πρὸς τὴν ἔρευναν, ὥστε καὶ πεπλανημένως ἔχει περὶ τὴν ὄρεξιν καὶ ἄλλου ἀντ’ ἄλλου ἐφίεται καὶ περιπίπτει τῷ χείρονι. τὸ δὲ οὐδὲ δεῖν τούτου ἕνεκα οὐδὲ διὰ τοῦθ’ αἱρεῖσθαι πάντα καὶ πράττειν δεῖ νοεῖν ἐξακούοντας τὸ οὐ φανεῖται.1 τῷ γὰρ δι’ ἡδονὴν ἢ λύπην διεφθαρμένῳ τὸν νοῦν οὔθ’ ἡ ἀρχὴ φαίνεται, ἤτοι τὸ τελικὸν αἴτιον οὔτε τὸ δεῖν ἕνεκα τοῦδε τοῦ τέλους, καὶ διὰ τοῦτο πάνθ’ αἱρεῖσθαι καὶ πράττειν, ἵνα τοῦ ὄντως ἀγαθοῦ τέλους ἐπιτευξώμεθα. ἡ γὰρ κακία φθαρτικὴ τοῦ τέλους, ἤτοι κρυπτική τις, ποιοῦσα μηδὲ εἶναι δοκεῖν τὸ ἀγαθὸν παρὰ τὸ ἐμπαθὲς2 διὰ τοῦ πάθους ὡς σκότους βαθέος αὐτὸ ἀφανίζουσα. ταῦτα εἰπὼν ἐπάγει πάλιν τὸν ὅρον φρονήσεως ὡς συμπέρασμα τοῦ συστάντος ἐπιχειρήματος, ἐκ τοῦ τῆς σωφροσύνης ὀνόματος ὡς ἀναγκαίως ἑπομένου τοῦ τὴν φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθοῦς περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτικήν.3 μετὰ λόγου μέν, ὅτι πᾶσα πρᾶξις ἀνθρώπου μετὰ λόγου· σύνεστι γὰρ ὁ λόγος τῷ ἀνθρώπῳ ἐν πάσαις πράξεσιν· ἢ μᾶλλον ὁ λόγος ὁ πράττων ἐστίν, ἐπεὶ καὶ κατὰ τὸν λόγον ὁ ἄνθρωπος· τὰ γὰρ πάθη κοινὰ καὶ τοῖς ἀλόγοις· πλὴν ἔνθα μὲν τηρεῖται ἡ φρόνησις σώφρονος ὄντος τοῦ πράττοντος, ἀληθὴς καὶ ὁ λόγος, ἅτε καὶ κρίνων περὶ τοῦ τέλους ὀρθῶς, ἔνθα δὲ μὴ τηρεῖται, ψευδής, ὅτι καὶ πλανώμενος τὸ μὴ ἀγαθὸν αἱρεῖται ὡς ἀγαθόν. διὰ τοῦτο καὶ τῷ μετὰ λόγου τὸ ἀληθοῦς προστέθεικεν, ὡς ψευδοῦς ὄντος τοῦ λόγου παρὰ τῷ πλάνητι. τὸ δὲ πρακτικὴν διὰ τὴν προαίρεσιν. δεῖ γὰρ προαιρέσεως, ἵνα πρᾶξις γένηται· ἄνευ γὰρ προαιρέσεως θεωρῶν ὁ λόγος τὸ ἀληθὲς θεωρητικὸς μόνον ἐστίν, οὐ πρακτικός.
“因为可实践之事的诸原理乃是可实践之事所为之缘由的目的;但对于因快乐或痛苦而败坏的人,原理将不会显现,为了此目的且由于此目的而必须选取并践行一切事物,也不会显现;因为恶是毁灭原理的。因此,明智必然是一种伴随理性的、关涉属人之善的真实实践品质。” 他指明了节制在致力于快乐与痛苦之时,如何在灵魂中保全[明智],并指出可实践之事的诸原理乃是目的因。因为我们正是望向这些并将这些作为欲求之物预先设定给自己,从而如此着手进行诸行为的。他所谓“可实践之事”,是指通过行为所成全的诸活动,其中每一项活动都是为了某种目的而展开的,或是无条件之善,或是看似之善。因此,在那些理性被快乐或痛苦压倒而败坏的人那里,作为灵魂之眼的理性被压倒一切的情感弄瞎,无法立刻看到原理,即目的因,而是需要操练,以便从情感中醒悟过来并不受迷惑地凝视善。然而充满情感的性向甚至将人从这一操练中阻隔开来,使被其支配的人在探求上变得懈怠,以至于他在欲求上也处于迷惑之中,欲求别物而非本应欲求之物,并落入更恶的事态。至于“为了此目的且由于此目的而必须选取并践行一切事物[也不会显现]”这一句,必须理解为补出“将不会显现”。因为对于心智因快乐或痛苦而败坏的人来说,既不显现出原理即目的因,也不显现出为了达到那真正善的目的而必须为了这一目的、由于这一目的选取并践行一切事物。因为恶是目的的毁灭者,或者说是一种遮蔽,由于情感状态而使善看似甚至不存在,通过情感如同穿过深重的黑暗一样将其泯灭。说了这些之后,他再次引出明智的定义,作为由节制之名所建构的论证的结论,表明明智必然是一种伴随真实理性的、关涉属人之善的实践品质。“伴随理性”,是因为人的一切行为皆伴随理性;因为在一切行为中理性都与人同在;或者更确切地说,行为者就是理性,因为人正是依照理性而存在的(情感对于无理性者也是共有的);只是在行动者具有节制因而明智得以保全之处,理性也是真实的,因为它对目的做出了正确的判断;而在明智未被保全之处,理性则是虚妄的,因为它游移不定,将非善之物当作善来选取。正因如此,他在“伴随理性”之后加上了“真实的”,因为在迷误之人那里理性是虚假的。而“实践的”则是由于选择。因为行为要发生就必须有选择;没有选择,仅仅观照真理的理性就只是理论的,而非实践的。
- 6.40οὐδὲ δεῖν τούτου ἕνεκα οὐδὲ διὰ τοῦθ’ αἱρεῖσθαι πάντα καὶ πράττειν δεῖ νοεῖν ἐξακούοντας τὸ οὐ φανεῖται
对亚里士多德原文引文句法的阐释。由否定连词 οὐδέ 和不定式 δεῖν 构成的分句,在此被指明应当通过补出(ἐξακούοντας)前句的谓语动词 οὐ φανεῖται 来理解,即构成“……[也绝不会显现]”的统辖结构。
- 6.40παρὰ τὸ ἐμπαθὲς
介词 παρά 接中性单数宾格 τὸ ἐμπαθές,在此作原因解(“由于/因受制于情感状态”),并与紧随其后的 διὰ τοῦ πάθους(“通过情感”)平行,说明导致善被遮蔽的原因。
- 6.40ὡς ἀναγκαίως ἑπομένου τοῦ τὴν φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθοῦς περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτικήν
带有连词 ὡς 的属格独立结构(ὡς ἀναγκαίως ἑπομένου τοῦ ... εἶναι)。由属格冠词 τοῦ 引出的“宾格主语+不定式”结构(τὴν φρόνησιν ἕξιν εἶναι ...)充当分词 ἑπομένου 的逻辑主语,意为“表明……乃是必然得出的结论”。
