- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:30.13-31.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于从本原出发与走向本原之论述的区分,注解者通过建筑的例证阐明了为何目的在思索中是本原而在实践中是终极,并借助柏拉图所引用的赛跑场比喻,论述了同一起点与终点之间的道路在关系上因方向不同而具有的次序差异。
" Μὴ λανθανέτω δ’ ὑμᾶς ὅτι διαφέρουσιν." Τῶν ἀρχῶν καὶ αἰτίων κατὰ τὸν Ἀριστοτέλην τεσσάρων οὐσῶν, ποιητικοῦ τελικοῦ εἰδικοῦ ὑλικοῦ, περὶ τελικῆς ἀρχῆς ἐνταῦθα ἡ ζήτησις, ἣν καὶ εἴρηκεν ὡς ἐν ὀνόματι ὑπὸ τῶν πλειόνων ὁμολογεῖσθαι, περὶ δὲ τοῦ τίς ἐστιν αὕτη πλείστην εἶναι παρ’ ἀνθρώποις ἀμφιβολίαν. ἐπεὶ δὲ περὶ ἀρχῆς ὁ λόγος, καὶ ταύτην εὑρεῖν ἐκζητεῖ τίς ἐστι, λίαν οὖσαν ἀμφισβητήσιμον, καὶ μέλλει ἀπὸ τῶν αἰτιατῶν παραστῆσαι αὐτήν, ἀπὸ τῶν ἀρχομένων ἐπὶ τὴν ἀρχὴν ἀνιών· διὰ τοῦτο ταῦτά φησι, τοὺς ἀκροωμένους παρεγγυώμενος μὴ ξενίζεσθαι, εἰ ἀπὸ τῶν ὑστέρων πιστοῦται τὰ πρότερα· διαφόρους γὰρ γίνεσθαι τὰς διὰ τῶν λόγων διδασκαλίας, πῇ μὲν ἀπὸ τῶν ἀρχῶν ἐπὶ τὰ ἀρχόμενα, πῇ δὲ ἀνάπαλιν· τὸ μὲν γάρ ἐστι τῆς κατὰ φύσιν τῶν πραγμάτων ἀκολουθίας, τὸ δὲ τῆς διδασκαλικῆς οἰκονομίας· ὡς μὴ τῶν αὐτῶν ὄντων γνωριμωτέρων καὶ σαφεστέρων τῇ φύσει τε καὶ ὡς δέον ὂν ἄρχεσθαι ἡμᾶς ἀπὸ τῶν σαφεστέρων ἡμῖν,1 ὅπως οὕτω ῥᾷον τοῖς λεγομένοις παρακολουθείημεν. ἴσως δ’ ἄν τις ζητήσαι πῶς τὸ αὐτὸ ἀρχὴ καὶ τέλος πρὸς τὰ αὐτὰ λέγεται. τῶν γὰρ κατὰ τὰς ἀρετὰς πράξεων τέλος ἡ εὐδαιμονία πασῶν, ἀλλὰ καὶ ἀρχὴ καὶ αἰτία αὐτῶν· οὐ γὰρ ἂν ἦσαν τέσσαρες αἱ ἀρχαί· ἢ οὐ κατὰ τὸ αὐτὸ τέλος καὶ ἀρχή; ἀλλὰ θεωροῦσι μὲν ἀρχὴ τὸ τέλος ἐστίν, ἐνεργοῦσι δὲ τὰ διὰ τέλος καὶ πρὸς τὸ τέλος τελευταῖον ἡ τελικὴ ἀρχὴ ἐπιγίνεται, οἷον ἐπὶ τῆς οἰκοδομικῆς· περὶ γὰρ σκέπης θεωρήσαντες πρότερον κωλυτικῆς τῶν ἐκ τοῦ περιέχοντος βλαβῶν σκοποῦμεν τὰ φέροντα πρὸς αὐτὴν καὶ διιόντες τῷ λόγῳ διὰ τῶν μέσων εἰς ἐσχάτην καταντῶμεν τὴν ὄρυξιν καὶ ἐκ ταύτης ἀρχόμεθα· καὶ οὕτως ἀνίοντες διὰ τῶν μέσων καὶ ἀεὶ τὰ ἐν τῇ θεωρίᾳ πρότερα τῇ τάξει δεύτερα ἐν τῇ πράξει ποιούμενοι2 καταντῶμεν εἰς τέλος, ὃ ἐξ ἀρχῆς προεθέμεθα. ἀλλ’ ἐπεὶ ἡ θεωρία προτέρα τῆς πράξεως (οὐ γὰρ ἂν ἐπράξαμεν, εἰ μὴ ἐθεωρήσαμεν πρότερον), ἔτι δὲ καὶ αἰτία γεννητικὴ ἡ θεωρία τῆς πράξεως, διὰ τοῦτο καὶ κυρίως ἀρχὴ τὸ τελικὸν αἴτιον, καὶ τελειωτικὸν ὡς τελειοῦν τὰ ἄγοντα πρὸς αὐτό, ὡς μάτην εἶναι εἰ μὴ ἀνενεχθῇ πρὸς αὐτό. διὰ τοῦτο καὶ ἀρχικὸν ὡς τελειωτικόν, καὶ τέλος καὶ ἀρχὴ ὡς τελειωτικὸν καὶ ἀρχικόν. ἀλλ’ ἐπεὶ καὶ ὀρεκτὸν τὸ τέλος, τοῖς πρὸς αὐτὸ * * * αἴτιον αὐτοῖς τοῦ εἶναί τε καὶ γίνεσθαι καὶ προυπάρχον ἐν τῇ πράξει αὐτῇ ἐστι τὸ ἄγειν πρὸς ἑαυτὸ τὰ κατ’ ὄρεξιν τὴν αὐτοῦ ἐνεργούμενα καὶ ἀποτελούμενα, διὰ ταῦτα καὶ ἀρχή τε καὶ αἴτιον. ἦν καὶ ἄλλα εἰπεῖν ἀλλὰ διὰ τοὺς φιλαιτίους ἱκανὰ τὰ εἰρημένα.
“然而,你们切不可忽视二者是有差别的。” 按照亚里士多德的说法,本原与原因共有四种,即动力因、目的因、形式因和质料因;此处的探究是关于目的因本原的,正如他也说过的,它在名称上得到了大多数人的赞同,但关于它究竟是什么,在人们中间却存在着极大的疑虑。既然论述是关于本原的,且探究要找出这极其具有争议性的本原究竟是什么,并且打算从结果中呈现它,从由本原发出的事物上升到本原;因此他说了这些话,叮嘱听众不要因他从在后之物论证在先之物而感到奇怪。因为通过言论进行的讲授各不相同,有时是从本原走向由本原发出的事物,有时则相反。前者属于事物自然本性的次序,后者则属于讲授上的权宜安排;因为依本性更为可知且明晰的事物与[对我们而言明晰的事物]并非同一,且我们必须从对我们而言更明晰的事物开始,以便能够更容易地跟上所讲的内容。或许有人会问,同一事物对同一批事物而言,如何既被称为本原又被称为目的。因为对于一切依德性而行的实践而言,幸福是它们的目的,但也是它们的本原和原因;否则本原就不会是四种了。或者说,它并非从同一角度既是目的又是本原?其实,对于进行思索的人而言,目的是本原;而对于为了目的且朝向目的而活动的人而言,目的因本原则是最后才出现的;正如在建筑术中那样。因为首先思索了防止周围环境损害的遮蔽物之后,我们考查通向它的诸事物,并在论理中通过中间环节前进,最后达到挖掘,并从这里开始;这样通过中间环节逐步上升,始终将思索中在先的事物在实践的次序中置于第二位,我们便达到了最初所设定的目的。但由于思索先于实践(因为若非我们首先进行了思索,我们就不会去实践),而且思索还是实践的产出性原因,因此目的因在严格意义上也是本原,并且因完成通向它自身的事物而是完成性的(以至于若不归向它便是徒劳的)。因此它因具有完成性而具有统摄性,且因具有完成性与统摄性而既是目的又是本原。但由于目的也是欲求的对象,对于朝向它的事物而言[……]它是它们存在与生成的原因,并且它在实践本身中的先行存在就在于将依对它的欲求而活动并得以成就的事物引向自身;因这些缘故,它既是本原又是原因。虽然还有其他的话可说,但由于那些挑剔之人,所说的这些已经足够了。
"Εὖ γὰρ καὶ Πλάτων." Τὸν Πλάτωνα παράγει μάρτυρα ὅτι τε ἔστι καὶ ἀπὸ τῶν ἀρχῶν πρὸς τὰ ἐξ αὐτῶν ὁδεῦσαι τῷ λόγῳ καὶ ἀνάπαλιν, καὶ ὅτι διάφορος ἡ ὁδὸς τῇ σχέσει, κἂν ᾖ τὰ αὐτὰ ὑποκείμενα δι’ ὧν ἀμφότεραι γίνονται, ὡς ἐπὶ τῆς κλίμακος ἡ ἄνοδος καὶ ἡ κάθοδος· ἢ καὶ ὡς αὐτός φησιν, ὡς ἐν τῷ σταδίῳ [ὡς] ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας ἢ ἀνάπαλιν. οἱ μὲν ἀθλοθέται λόγον ἔχουσιν ἀρχῆς, ὡς καὶ τοῦ ἀγῶνος συστατικοὶ καὶ ποιητικοί, τὸ δὲ πέρας τοῦ σταδίου, οὐχ ὡς ἀρχὴ ἀλλ’ ὡς ἔσχατον· ἡ αὐτὴ οὖν ὁδὸς ἡ μεταξὺ ἑκατέρωθεν, ἀλλ’ ἡ ἀπὸ θατέρου εἰς θάτερον κίνησις τῶν τρεχόντων τῇ σχέσει διάφορος· οὕτω δὲ καὶ ἡ ἀπὸ τῶν ἀρχῶν ἐπὶ τὰς ἀρχὰς ὁδὸς καὶ κίνησις τοῦ λόγου.3
“因为柏拉图也很妥当地[提出了这一疑难]。” 他引证柏拉图作为见证,表明在论理上既可以从本原走向由本原发出的事物,也可以反向而行;而且即使二者所经由的基底是相同的,其道路在关系上也是不同的,正如阶梯上的上升与下降;或者正如他自己所说的,犹如在赛跑场中从裁判处走向终点,或者反向而行。裁判具有本原的性质,因为他们是竞技的设立者与组织者;而赛场的终点则不是作为本原,而是作为极限。因此,两端之间的道路是相同的,但奔跑者从一端到另一端的运动在关系上是不同的;从本原出发的道路以及论述朝向本原的运动也是如此。
- 1.32ὡς μὴ τῶν αὐτῶν ὄντων γνωριμωτέρων καὶ σαφεστέρων τῇ φύσει τε καὶ ὡς δέον ὂν ἄρχεσθαι ἡμᾶς ἀπὸ τῶν σαφεστέρων ἡμῖν
在表示主观理由的连词 ὡς 引导下,前半句为属格绝对结构(μὴ τῶν αὐτῶν ὄντων……),后半句则通过 καὶ ὡς 并列了源自无人称动词 δεῖ 的宾格绝对结构(δέον ὃν……)。二者共同构成了教学上必须从对我们而言更明晰之物开始的理据。
- 1.32ἀεὶ τὰ ἐν τῇ θεωρίᾳ πρότερα τῇ τάξει δεύτερα ἐν τῇ πράξει ποιούμενοι
由分词 ποιούμενοι 支配的双重宾格结构:τὰ ἐν τῇ θεωρίᾳ πρότερα(“在思索中在先的事物”)作直接宾语,而 τῇ τάξει δεύτερα ἐν τῇ πράξει(“在实践的次序中第二的事物”)作补足谓词宾格,用以说明构想与实际制作之间次序的颠倒对应。
- 1.33οὕτω δὲ καὶ ἡ ἀπὸ τῶν ἀρχῶν ἐπὶ τὰς ἀρχὰς ὁδὸς καὶ κίνησις τοῦ λόγου
省略了主要谓语(如 διάφορός ἐστι)的比照句。该短语将从本原出发的行进(ἡ ἀπὸ τῶν ἀρχῶν)与朝向本原的思想运动(ἐπὶ τὰς ἀρχὰς ... κίνησις τοῦ λόγου)压缩在一起,指出二者在关系指向上的差异同样如此。
