← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§307.5-308.27

行动与制作之目的的差异与伯里克利的明智

注解亚里士多德《尼各马可伦理学》1140b6–1140b7,通过制作与行动在目的上的差异(善行本身即是目的),将明智与制作性及实践性诸技艺区分开来,并阐明关于伯里克利以及精于家政和政治者的通念如何确证了明智的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.37

" Τῆς μὲν γὰρ ποιήσεως ἕτερον τὸ τέλος, τῆς δὲ πράξεως οὐκ ἀεί. ἔστι γὰρ αὐτὴ ἡ εὐπραξία τέλος." Ἐπειδὴ τὴν πρὸς τὴν τέχνην διαφορὰν τῆς φρονήσεως παραδιδοὺς τὰς ποιητικὰς παρέλαβε τέχνας, κἀν τούτῳ εἶπε διαφέρειν πρὸς ἀλλήλας τέχνην καὶ φρόνησιν, τῷ τὴν τέχνην ποίημά τι ἔχειν ἐκ τῆς κατ’ αὐτὴν ἐνεργείας ἀποτελούμενον, ὡς οἰκοδομικὴν μὲν οἶκον, ἀνδριαντοποιητικὴν δὲ ἀνδριάντα καὶ ἑκάστην τῶν ποιητικῶν τὰ ἑαυτῆς, φρόνησιν δὲ τοιοῦτον οὐδέν, εἰσὶ δὲ καὶ τέχναι πρακτικαί τινες ἕτεραι παρὰ τὰς ποιητικάς, ὧν τὰ τέλη οὐ ποιήματα ἀλλά τινα ἕτερα ταῖς κατ’ αὐτὰς ἐνεργείαις ἑπόμενα, ὡς τῇ μὲν τῆς στρατηγικῆς ἕπεται νίκη, τῇ δὲ τῆς οἰκονομικῆς ἢ χρηματιστικῆς πλοῦτος, καὶ ἄλλα τὰ τέλη ταῦτα παρὰ τὰς ἐνεργείας εἰσίν, εἰκὸς ἦν τὴν φρόνησιν μίαν δόξαι τῶν πρακτικῶν τεχνῶν.1 διὰ τοῦτο ταῦτα προστίθησιν, ἵνα καὶ τῶν πρακτικῶν τεχνῶν δείξῃ ἑτέραν οὖσαν τὴν φρόνησιν. πάσης γὰρ τέχνης ἕτερον παρὰ τὴν ἐνέργειαν τὸ τέλος, εἴτε ποιητικῆς † ὅτι τὸ τέλος ἕτερον φανερόν·2 ποίημα γάρ ἐστιν, οἷον οἶκος ἢ ἀνδριὰς ἤ τι ἕτερον. τῆς δὲ πρακτικῆς εἰ καὶ μὴ ποίημα τὸ τέλος, ἀλλ’ ἔστι τι ἕτερον τῇ ἐνεργείᾳ ἑπόμενον παρ’ αὐτὴν τὴν ἐνέργειαν, ὡς ἡ νίκη τῇ τῆς στρατηγικῆς καὶ 〈τῇ〉 τῆς οἰκονομικῆς καὶ τῇ τῆς χρηματιστικῆς ὁ πλοῦτος. διαφέρει οὖν καὶ τούτων καὶ τῶν πρακτικῶν τεχνῶν ἡ φρόνησις, ὅτι καὶ αὕτη πρακτικὴ οὖσα ἕξις αὐτὸ ἔχει τέλος τὸ πρᾶξαι καλῶς. εἰ δὲ καὶ κλέος πολλάκις καὶ ἔπαινοι ἕπονται τοῖς εὖ πράττουσιν, ἀλλ’ οὐ τέλη ταῦτα φρονήσεως. ἦν γὰρ ἂν ὁ φρόνιμος ἄρεσκος, οὐ τὸ ἀγαθὸν ἔχων τέλος τῆς αὑτοῦ ἕξεως, ὃ ἡ εὐπραξία ἐστίν, ἀλλὰ τὸ ἀρέσκειν τοῖς ἐπαινέταις· νῦν δ’ οὐδενὸς τοιούτου ὁ τῷ ὄντι φρόνιμος πεφρόντικεν ἐν ταῖς πράξεσιν, ἀλλ’ ὅπως τὸ εὖ κατορθώσῃ ἐν αὐταῖς. διὰ τοῦτο εἶπεν, ὅτι τῆς μὲν ποιήσεως ἕτερον τὸ τέλος, τῆς δὲ πράξεως οὐκ ἀεί. πᾶσα γὰρ ποίησις ἔχει ποίημα ἐξ ἀνάγκης ἀποτελούμενον ἕτερον ὂν παρὰ τὴν ποίησιν, ἥ ἐστι τοῦ ποιητικοῦ τεχνίτου ἐνέργεια. οὐχὶ δὲ καὶ πᾶσα πρᾶξις ἔχει τέλος παρὰ τὴν πρᾶξιν ἕτερον, ἀλλ’ αἱ μὲν ὡς τέχναι πρακτικαὶ ἔχουσι καὶ αὐταὶ τέλος τῶν πράξεων, ἡ δὲ ὡς φρόνησις πρακτικὴ αὐτὴν τὴν εὐπραξίαν ἔχει τὸ τέλος καὶ οὐδὲν ἕτερον παρ’ αὐτήν. εἰ δὲ καὶ ταῖς διανοητικαῖς ἀρεταῖς συνταττομένην τὴν φρόνησιν πρακτικὴν ὠνομάσαμεν ἐνταυθοῖ, οὐδὲν τῷ λόγῳ ἄτοπον ἕπεται, ἐπεὶ καὶ πρακτικὸς νοῦς ὀνομάζεται ὅτι περὶ πρακτὰ καταγίνεται. διανοητικὴ οὖν ἐστιν, ὅτι ἐν διανοίᾳ ἐστὶ καὶ ἐκ διανοίας προέρχεται, πρακτικὴ δέ, ὅτι ἐν τοῖς πρακτικοῖς ἐνεργεῖ.

“因为制作的目的[与活动]各异,但行动的目的却不总是如此;因为善行本身就是一个目的。” 由于他在传授明智与技艺的区别时,采用的是制作性诸技艺,并且在这一点上声称技艺与明智互有差异——即技艺具有某种由依其自身活动所完成的所产物,例如建筑术产出房屋,雕塑术产出雕像,以及各个制作性[技艺]产出各自的所产物,而明智则完全没有此类东西——;但制作性诸技艺之外还存在某些实践性技艺,它们的目的并非所产物,而是随其自身活动而来的某些其他事物,例如将道之活动伴随着胜利,家政术或致富术之活动伴随着财富,且这些目的皆与活动相异,因而人们很可能以为明智是实践性诸技艺中的一种。为此,他补充了这些话,以便表明明智也不同于实践性诸技艺。因为一切技艺的目的都与活动相异:若是制作性的,其目的各异则是显而易见的,因为那是所产物,例如房屋、雕像或别的某种事物;而对于实践性的,即使目的并非所产物,但也存在某种在活动本身之外随活动而来的其他事物,正如胜利随将道之活动而来,财富随家政术与致富术[之活动]而来。因此明智既与这些相区别,也与实践性诸技艺相区别,因为明智自身虽然也是实践性的品质,却把做得好本身作为目的。即使声誉和赞誉常常伴随善行者,但这些并不是明智的目的。否则,明智之人就会变成逢迎者,其自身品质的目的不是善——即善行本身——而是讨好赞扬者;然而在实际上,真正明智的人在行动中绝不考虑此类事情,而只考虑如何在行动中达成善。为此他才说,制作的目的各异,但行动的目的却不总是如此。因为一切制作都必然具有一种所产物,它是在制作之外完成的,而制作正是制作匠人的活动;然而并非一切行动都在行动之外具有一个不同的目的,相反,作为实践性诸技艺的〔行动〕,它们自身也具有行动的目的,但明智作为实践性的[品质],则把善行本身作为目的,此外别无他物。即使我们在此将与理智诸德相并列的明智称为实践性的,对于论述也并不随之产生任何荒谬,因为实践理智之所以如此得名,也是由于它致力于实践性事物。因此,它是理智的,是因为它处于理智中并出于理智;而它是实践的,则是因为它在实践性事物中活动。

§6.38

"Διὰ τοῦτο Περικλέα καὶ τοὺς τοιούτους φρονίμους οἰόμεθα εἶναι, ὅτι τὰ αὑτοῖς ἀγαθὰ καὶ τὰ τοῖς ἀνθρώποις δύνανται θεωρεῖν· εἶναι δὲ τοιούτους ἡγούμεθα τοὺς οἰκονομικοὺς καὶ πολιτικούς." Εἰπὼν ἐν τῷ ὅρῳ τῆς φρονήσεως, ὅτι περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ καὶ κακὰ πρακτική ἐστιν ἡ φρόνησις, συνίστησι τοῦτο ἀπὸ τῆς κοινῆς ὑπολήψεως. διότι γάρ, φησί, περὶ τὰ τοιαῦτα ἡ φρόνησις, διὰ τοῦτο Περικλέα καὶ τοὺς κατὰ Περικλέα φρονίμους εἶναι ὑπολαμβάνομεν, ὅτι ἄνθρωποι ὄντες δύνανται θεωρεῖν τὰ ἑαυτοῖς ἀγαθὰ καὶ τὰ τοῖς ἄλλοις ἀνθρώποις ᾗ ἄνθρωποί εἰσι. ὑπολαμβάνομεν δὲ εἶναι τοιούτους τοὺς οἰκονομικοὺς καὶ πολιτικούς. οἵ τε γὰρ οἰκονομικοὶ τοιοῦτοί εἰσιν ὡς δύνασθαι θεωρεῖν τὰ ἑαυτοῖς καὶ τοῖς συνοικοῦσιν ἀγαθά, οἵ τε πολιτικοὶ ὡσαύτως τὰ ἑαυτοῖς καὶ τοῖς συμπολιτευομένοις, ὡς τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ ἀποβάλλεσθαι, ἐκεῖνοι μὲν ἐν ἐλάττοσιν, οὗτοι δὲ ἐν μείζοσι τὴν ἕξιν ἐνδεικνύμενοι. διὸ καὶ οἱ πολιτικοὶ τῶν οἰκονομικῶν θαυμαστότεροι. ὥστε καὶ ὅταν οἱ σοφοὶ τὸ θεῖον φρόνιμον ὀνομάζωσιν ὡς ἐξ ἐκείνων τῶν οἰκονομικῶν καὶ πολιτικῶν ἀνδρῶν πρὸς ἀρχέτυπον ἐκεῖνο τὸ τῆς φρονήσεως ὄνομα μεταφέρουσι, σὺν λόγῳ καὶ τάξει καὶ ἁρμονίᾳ διοικοῦν καὶ σῶζον3 τὴν ἐξ αὐτῶν σύμπασαν ποίησιν. δεῖ ἄρα τοὺς ὀρθῶς οἰκονομεῖν καὶ πολιτεύεσθαι βουλομένους πρὸς ἐκεῖνο ποιεῖσθαι τὴν μίμησιν μετὰ πλείστης ἐπιστασίας καὶ προσοχῆς, ἵνα σὺν τῷ ἀγαθῷ οἰκονομοῦντες καὶ πολιτευόμενοι ἑαυτούς τε καὶ ὅλας οἰκίας καὶ πόλεις σώζοιεν καὶ πρὸς τὸν ποιήσαντα θεὸν ἀποφέροιεν.

“为此,我们认为伯里克利和此类人是明智的,因为他们能够审视对自己而言的善和对人类而言的善;并且我们认为精于家政者和政治家就是这样的人。” 在明智的定义中声称明智是关于对人而言的善恶的实践性品质之后,他依据通念来确立这一点。确实,他说,正是由于明智关涉此类事物,为此我们才认为伯里克利以及像伯里克利这样的人是明智的,因为他们作为人,能够审视对自己而言的善以及就其为人而言对其他人而言的善。并且我们认为精于家政者和政治家就是这样的人。因为精于家政者就是能够审视对自己以及同居者而言的善,而政治家同样能够审视对自己以及同邦公民而言的善,以便抉择某些事物而屏弃另一些事物,前者在较小的事物中显明这种品质,后者则在较大的事物中显明。因此政治家也比精于家政者更令人叹服。从而,每当智者们将神圣者称为明智时,他们也是从那些精于家政者和政治家出发,把明智这个名称借喻到那个伴随着理性、秩序与和谐管理一切并保全源于他们的整个制作的原型之上。因此,凡欲正确持家并理政者,必须以极大的专注与关切以那个原型为目标进行摹仿,以便在携带着善持家与理政的过程中,保全自身以及整个家族与城邦,并将它们引回造物的主神。

语法注3 条
  1. 6.37Ἐπειδὴ τὴν πρὸς τὴν τέχνην διαφορὰν ... εἰκὸς ἦν τὴν φρόνησιν μίαν δόξαι τῶν πρακτικῶν τεχνῶν

    长难复合句结构:由 Ἐπειδὴ 引导的原因从句中内嵌了分词短语(παραδιδοὺς...)、从属动词(εἶπε...)、带与格定冠词的不定式结构(τῷ... ἔχειν)以及并列分句(εἰσὶ δὲ...),整句话的主句为 εἰκὸς ἦν τὴν φρόνησιν μίαν δόξαι τῶν πρακτικῶν τεχνῶν(“人们很可能以为明智是实践性诸技艺中的一种”)。

  2. 6.37εἴτε ποιητικῆς † ὅτι τὸ τέλος ἕτερον φανερόν

    文本带有标记破损符号(†)的存疑处。承接前文 πάσης γὰρ τέχνης ἕτερον παρὰ τὴν ἐνέργειαν τὸ τέλος,构文上省略了 ἐστιν,理解为条件分句 εἴτε ποιητικῆς [ἐστιν](“若是制作性的”),后接主句 ὅτι τὸ τέλος ἕτερον φανερόν(“其目的各异则是显而易见的”)。

  3. 6.38διοικοῦν καὶ σῶζον

    中性单数现在分词 διοικοῦν 与 σῶζον 在语法上修饰指代 τὸ θεῖον(“神圣者”)的 ἀρχέτυπον(“原型”),而非紧邻的 τὸ τῆς φρονήσεως ὄνομα(“明智的名称”)。尽管在语序上存在较大的间隔(hyperbaton),但句法关系明确,即修饰作为原型的神性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:307.5-308.27