- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:308.28-310.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德从节制的词源论证明智是关于人类善恶的实践性判断这一段落(1140b11),欧斯特拉提奥斯解释了快苦为何仅摧毁实践性判断而非理论性判断,并通过诸德的连贯性与快苦的多重含义,化解了除节制外的其他德性(勇敢与正义)同明智之间关系的疑难。
" Ἔνθεν τοι καὶ τὴν σωφροσύνην τούτῳ προσαγορεύουσι τῷ ὀνόματι, ὡς σώζουσαν τὴν φρόνησιν. σώζει δὲ τὴν τοιαύτην ὑπόληψιν. οὐ γὰρ πᾶσαν ὑπόληψιν διαφθείρει, οὐδὲ διαστρέφει τὸ ἡδὺ καὶ τὸ λυπηρόν, οἷον ὅτι τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχει ἢ οὐκ ἔχει, ἀλλὰ τὰς περὶ τὸ πρακτόν." Ἔτι τὸ αὐτὸ βεβαιοῖ καὶ διὰ τοῦ τῆς σωφροσύνης ὀνόματος, λέγω δὲ τὸ ὅτι περὶ τὰ τῷ ἀνθρώπῳ ἀγαθὰ ἢ κακὰ ἕξις ἐστὶν ἡ φρόνησις. σωφροσύνη γὰρ εἴρηται παρὰ τὸ σώζειν τὴν φρόνησιν. μετὰ γοῦν τὸ ἐτυμολογῆσαι τὴν σωφροσύνην μεταλαμβάνει τὸ τῆς φρονήσεως ὄνομα εἰς τὴν ὑπόληψιν γενικωτέραν οὖσαν τῆς φρονήσεως. ὑπόληψις γὰρ ἥ τε δόξα καὶ ἡ ἐπιστήμη καὶ ἡ φρόνησις, ὡς εἰς γένος ἀναφερόμεναι τὴν ὑπόληψιν, καὶ φησι τὴν σωφροσύνην τὴν τοιαύτην ὑπόληψιν σώζειν μόνην, τὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ καταγινομένην ἢ τὰ κακά· ἀλλ’ οὐ πᾶσαν ἁπλῶς· καὶ δείκνυσι τοῦτο ἐκ τοῦ ἐναντίου, λέγω δὴ τοῦ μὴ σωφρονεῖν, ὅ ἐστιν ἡ τοῦ ἡδέος καὶ τοῦ λυπηροῦ ἐπικράτεια. οὐδὲ γὰρ τοῦτο ἀπόλλυσι πᾶσαν ἣν ἄν τις εἴποι ὑπόληψιν, 〈οἷον ἵνα τις ἐρεῖ, ὅτι τὸ ἡδὺ καὶ τὸ λυπηρὸν ἐπικρατοῦντα ἔν τινι διαφθείρει καὶ διαστρέφει τὴν περὶ τοῦ τριγώνου ὑπόληψιν〉, ὥστε ἀληθοῦς ὄντος τοῦ δύο ὀρθαῖς ἴσας εἶναι τὰς γωνίας αὐτοῦ, ὑπολαμβάνειν ὅτι οὐκ ἔχουσιν οὕτως,1 ἀλλὰ δύνανται εἶναι αἱ τρεῖς ὀρθαὶ ἢ ἄλλο τι ὃ εἰσάγει ἀπόφασιν τοῦ δύο ἔχειν ὀρθὰς τὸ τρίγωνον. οὐδεμίαν γὰρ ἔχει κοινωνίαν τὸ κατ’ αἴσθησιν ἡδὺ καὶ λυπηρόν, περὶ ἃ ἡ σωφροσύνη καταγίνεται, πρὸς τὰ τοιαῦτα θεωρήματα καὶ τὰς περὶ αὐτῶν ὑπολήψεις, ἀλλὰ τὰ φθειρόμενα ὑπὸ τῆς κατ’ αἴσθησιν ἡδονῆς αἱ περὶ τὰ πρακτὰ ὑπολήψεις εἰσί. πρακτὰ δέ εἰσιν, ἃ πράττοντες καὶ μεταχειριζόμενοι ἢ κατορθοῦμεν ἢ ἁμαρτάνομεν, τὸ μέν, ὅταν ἡ φρόνησις σώζηται, ὃ καὶ σωφρονεῖν ἐστι, τὸ δέ, ὅταν αὕτη μὴ σώζηται, ὅ ἐστι τὸ μὴ σωφρονεῖν. καὶ σώζεται μέν, ὅταν μήτε τῇ λειότητι τῆς ἡδονῆς ὁ λόγος νικᾶται μήτε τῇ τῆς λύπης τραχύτητι, ἀπόλλυται δέ, ὅταν ὁ λόγος τῇ συνεζευγμένῃ ἀλογίᾳ ἐνδιδῶσιν, ὡς τὴν μὲν ἡδονὴν διώκειν διὰ τὴν ῥαστώνην καὶ ἄνεσιν, τὴν δὲ λύπην φεύγειν διὰ τὸ θλιβερὸν καὶ ἐπίπονον. ὃ ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων ἔστιν ἰδεῖν γινόμενον διὰ μὲν τὴν ἡδονὴν τὸ αἰσχρῶς ζῆν αἱρουμένοις, διὰ δὲ τὴν λύπην τὸ ζῆν σπουδαίως ἐκκλίνουσι.2 ταῦτα λέγων Ἀριστοτέλης δόξειεν ἂν μέχρι τῆς σωφροσύνης ἱστᾶν καὶ τῶν κατ’ αὐτὴν πρακτῶν τὴν ἐνέργειαν τοῦ ὀρθοῦ λόγου καὶ τῆς φρονήσεως. τὸ γὰρ ἡδὺ καὶ τὸ λυπηρὸν μόνῃ δοκοῦσιν ὑποκεῖσθαι τῇ σωφροσύνῃ, καὶ τούτων ἐπικρατοῦντος τοῦ λόγου κατορθοῦσθαι αὐτήν, νικωμένου δὲ ὑπ’ αὐτῶν, ἀκρασίαν καὶ ἀκολασίαν, ἕξεις ἀσχήμονας, ταῖς ψυχαῖς ἐπιγίνεσθαι. ἀλλὰ ποῦ θήσομεν ἀνδρείαν καὶ δικαιοσύνην, εἰ σωφροσύνη μόνη σώζει τὴν φρόνησιν; ἢ γὰρ ἄλλην τινὰ ἕξιν παρὰ τὴν φρόνησιν ἐπὶ τῶν δύο τούτων ζητήσομεν, ἥτις ἄξει τὰς ψυχὰς καὶ εἰς τὴν τούτων κατόρθωσιν, ἢ πᾶσαι σωφροσύναι ῥηθήσονται, καὶ ἔσται μία τῶν πρακτικῶν ἀρετῶν τὸ κῦρος ἁπασῶν ἔχουσα, ἀλλ’ οὐ τρεῖς ἔσονται κατὰ γένος, καθὼς παραδέδοται· λέγω δὴ ἀνδρεία δικαιοσύνη καὶ σωφροσύνη. τί δὴ πρὸς ταῦτά φαμεν; πρῶτα μέν, ὅτι ἀδελφαὶ ἀλλήλων αἱ ἀρεταὶ καὶ πολλὴν φέρουσαι πρὸς ἀλλήλας τὴν ὁμοιότητα, ὥστε καὶ ἀλλήλαις συνεισφέρεσθαι ὡμολόγηνται· καὶ οὐδὲν θαυμαστόν, εἰ ὁ περὶ μιᾶς αὐτῶν λόγος παρεισάγει καὶ τὰς λοιπάς. δεύτερον ὅτι πολυειδῆ τὰ ἡδέα καὶ τὰ λυπηρὰ καὶ οὐ πάντα ταῖς πάσαις ὑπόκεινται, ὅταν εἰδικῶς αὐτῶν ἑκάστη λαμβάνηται, ἁπλῶς δὲ ἡδέα καὶ λυπηρὰ λεγόμενα καὶ ἡδονὴ καὶ λύπη ταῖς πάσαις ὑπόκεινται.3 διὰ τοῦτο καὶ καθόλου ὁ Ἀριστοτέλης, ὡς καὶ πρότερον εἴρηται, ἔφη ‘διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα αἱρούμεθα, διὰ δὲ τὴν λύπην, τῶν καλῶν ἀπεχόμεθα.
“正因如此,人们也以这个名称来称呼节制,因其保全明智。它所保全的正是这样一种判断;因为快乐与痛苦并不会摧毁或扭曲每一种判断——例如三角形具有或不具有等于两直角[的内角]——而是摧毁关于可实践之物的判断。” 他通过节制的名称进一步证实了这同一个观点,即明智是关涉对于人而言的善或恶的品质。因为节制之所以得名,正是由于保全明智。总之,在探究了节制的词源之后,他将明智这个名称转换为了判断,因为判断比明智更为属上位。无论是意见、科学知识还是明智,皆作为归于判断这一属的事物而属于判断;他说节制仅仅保全这样一种判断,即致力于关涉对人而言的善或恶的判断,而不是绝对的一切判断。他从其对立面——即无节制,也就是快乐与痛苦的支配——证明了这一点。因为即便是这种支配,也不会毁灭人们所能说的任何一种判断——〈例如,有人说,快乐和痛苦在某人体内占了上风,摧毁并扭曲了关于三角形的判断〉,以至于尽管三角形的角等于两直角是真实的,[他]却认为并非如此,而是可能等于三个直角,或者引入否定三角形具有两直角的其他某种情况。因为依感觉的快乐和痛苦——节制正是致力于这些——与此类几何定理以及关于它们的判断毫无相干,相反,被依感觉的快乐所摧毁的乃是关于可实践之物的判断。可实践之物就是我们在实践和处理它们时,要么成功要么失误的事物:当明智得以保全时,也就是节制时,前者发生;当明智未得保全时,也就是不节制时,后者发生。当理性既未被快乐的平顺所征服,也未被痛苦的粗粝所征服时,[明智]得以保全;而当理性屈从于相连结的非理性,以至于因安逸和放松而追求快乐,因令人窒息与劳顿而逃避痛苦时,[明智]便丧失了。这在大多数人身上都可以看到发生,他们因快乐而选择可耻地生活,因痛苦而避开严肃的生活。亚里士多德说这些话,可能看似把正确理性和明智的活动局限在节制以及依节制的可实践之物上。因为快乐和痛苦似乎仅隶属于节制,当理性主宰它们时,节制得以确立,而当理性被它们征服时,不能自制和放荡这些不体面的品质便在灵魂中产生。但是,如果唯有节制保全明智,我们将把勇敢和正义置于何处呢?因为要么我们在这两者上要在明智之外寻求某种别的品质,由它带领灵魂走向这些德性的确立;要么所有的德性都将被称作节制,实践诸德中的一种将拥有统摄一切的支配权,而不会像所传授的那样依属而存在三种——即勇敢、正义和节制。那么,对此我们该怎么说呢?首先,诸德互为姐妹,彼此怀有极大的相似性,以至于公认它们是彼此共同引入的;因此,关于其中一种德性的论述如果顺带引入了其余德性,也毫无奇怪之处。其次,快乐和痛苦是多种多样的,当它们〔诸德〕各自被特定地看待时,并非所有快乐和痛苦都隶属于一切德性,但是当被无规定地谈论时,快乐与痛苦,即快乐和痛苦本身,乃隶属于一切德性。为此亚里士多德也正如早先所说的那样普遍断言道:“因为由于快乐我们选择恶劣之事,而由于痛苦我们远离高贵之事。”
- 6.39ὥστε ἀληθοῦς ὄντος τοῦ δύο ὀρθαῖς ἴσας εἶναι τὰς γωνίας αὐτοῦ, ὑπολαμβάνειν ὅτι οὐκ ἔχουσιν οὕτως
由 ὥστε 引出的不定式 ὑπολαμβάνειν 的句法构造。ἀληθοῦς ὄντος τοῦ... εἶναι 为属格绝对结构(带定冠词的不定式短语 τοῦ... εἶναι 作被修饰成分),带有让步意味:“尽管其角等于两直角是真实的”。不定式 ὑπολαμβάνειν 的逻辑主语是语境中泛指的人(某人)。
- 6.39ὃ ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων ἔστιν ἰδεῖν γινόμενον διὰ μὲν τὴν ἡδονὴν τὸ αἰσχρῶς ζῆν αἱρουμένοις, διὰ δὲ τὴν λύπην τὸ ζῆν σπουδαίως ἐκκλίνουσι
中性关系代名词 ὅ 指代前句所陈述的整件事态(理性因快苦而屈从于非理性)。分词 αἱρουμένοις 与 ἐκκλίνουσι 为与格,在语法与语义上与介词短语 ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων 相一致(呼应),说明其具体情况:“在大多数人身上……因他们选择……避开……”。
- 6.39ὅταν εἰδικῶς αὐτῶν ἑκάστη λαμβάνηται, ἁπλῶς δὲ ἡδέα καὶ λυπηρὰ λεγόμενα καὶ ἡδονὴ καὶ λύπη ταῖς πάσαις ὑπόκεινται
对比结构(时间从句 ὅταν εἰδικῶς... 对应隐含的 μέν,与 ἁπλῶς δέ... 相对)。在后半句中,主语为 ἁπλῶς... λεγόμενα(被无规定地谈论的快苦)以及 καὶ ἡδονὴ καὶ λύπη(快乐与痛苦本身),动词 ὑπόκεινται 带与格补足语 ταῖς πάσαις(一切德性)。
