← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§305.19-307.4

明智与知识及技艺的区别和完整定义

厄斯特拉齐奥解释了亚里士多德将明智与科学知识及技艺区分开来的推论,分析了插入句“因为一切事物也可能处于别样情况”的逻辑功能,随后从属和种差的角度详细剖析了明智的完整定义(关于对人而言的善恶的、伴随理性的实践性真实品质)的各个构成要素。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.35

" Ὥστε εἴπερ ἐπιστήμη μὲν μετὰ ἀποδείξεως, ὧν δ’ αἱ ἀρχαὶ ἐνδέχονται ἄλλως ἔχειν, τούτων μὴ ἔστιν ἀπόδειξις (πάντα γὰρ ἐνδέχεται καὶ ἄλλως ἔχειν καὶ οὐκ ἔστι βουλεύσασθαι περὶ τῶν ἐξ ἀνάγκης ὄντων), οὐκ ἂν εἴη ἡ φρόνησις ἐπιστήμη οὐδὲ τέχνη." Ἐξ ὑποθέσεως μὲν τὴν πρὸς ἀλλήλων διαφορὰν δείκνυσιν ἐπιστήμης καὶ φρονήσεως. τρία δέ ἐστι συνημμένα τὰ ἐν τῷ συλλογισμῷ παραλαμβανόμενα· ἓν μέν, ὅτι μετὰ ἀποδείξεως ἡ ἐπιστήμη, ἕτερον δέ, ὅτι ὧν αἱ ἀρχαὶ ἐνδέχονται ἄλλως ἔχειν τούτων οὐκ ἔστιν ἀπόδειξις, καὶ τρίτον ὅτι οὐκ ἔστι βουλεύεσθαι περὶ τῶν ἐξ ἀνάγκης. ἐπεὶ δὲ τὰ μὲν δύο τούτων ἀνωτέρω δέδεικται, τό τε πρῶτον καὶ τὸ τρίτον, ἐπὶ τούτων οὔτε προσλήψεως ἐδέησεν οὔτε ἄλλου λόγου τινὸς εἰς κατασκευήν, κατεσκεύασε δὲ μόνον τὸ δεύτερον γοργῶς ἐπαγαγὼν τὸ πάντα γὰρ ἐνδέχεται καὶ ἄλλως ἔχειν. ἔοικε δὲ ὡς ἐπάγειν τοῦτο τῷ λόγῳ ἑπόμενον τῷ ἀντικειμένῳ πρὸς τὸ δεύτερον συνημμένον· τὸ γὰρ συνημμένον οὕτως εἶχεν. ὧν δὲ αἱ ἀρχαὶ ἐνδέχονται ἄλλως ἔχειν, τούτων μὴ ἔστιν ἀπόδειξις. τουτέστιν ὧν προβλημάτων αἱ προτάσεις ἐνδεχόμεναί εἰσι, τούτων ἀπόδειξις οὐκ ἔστι. πασῶν γὰρ ἀποδείξεων αἱ προτάσεις ἀναγκαῖαι. τὸ δὲ τούτῳ ἀντικείμενον, ὅτι ὧν αἱ ἀρχαὶ ἐνδεχόμεναι, τούτων ἔστιν ἀπόδειξις, ᾧ ἕπεται τὸ πάντα ἐνδέχεται καὶ ἄλλως ἔχειν, ὃ δόξειεν ἂν ἕπεσθαι ὡς ἄτοπον τῷ λέγοντι λόγῳ, ἐνδεχομένων εἶναι ἀπόδειξιν.1 εἰ γὰρ δοίημεν ἐξ ἐνδεχομένων ἀρχῶν γίνεσθαι τὰς ἀποδείξεις, πάντα ἔσται ἐνδεχόμενα καὶ οὐδὲν ἀναγκαῖον. δύναται δὲ καὶ ἄλλως νοεῖσθαι τὸ πάντα ἐνδέχεται καὶ ἄλλως ἔχειν, ὥσπερ τῶν συμπερασμάτων λεγομένων τῶν ἐξ ἐνδεχομένων συναγομένων ἀρχῶν,2 ὡς τοιαύτην ἔχειν ἔννοιαν τὰ λεγόμενα, ὅτι διὰ τοῦτο οὐκ ἔστιν ἀπόδειξις, ὧν αἱ ἀρχαὶ ἐνδέχονται ἄλλως ἔχειν, διότι πάντα τὰ ἐξ ἐνδεχομένων ἀρχῶν συναγόμενα συμπεράσματα ἐνδέχεται καὶ ἄλλως ἔχειν. τοῦτο δὲ οὐκ ἔστιν ἀπόδειξις· τὰ γὰρ ἀποδεικτικῶς συμπεραινόμενα ἄλλως ἔχειν οὐκ ἐνδέχεται.

“因此,如果科学知识伴随着论证,而对于其始基能够有别样情况的事物则没有论证(因为一切事物也可能处于别样情况,且对于出于必然的事物不可能进行谋划),那么明智便既不是科学知识,也不是技艺。” 他是基于假设来表明科学知识与明智之间的相互区别的。在这一推论中所采用的联结前提有三条:其一,科学知识伴随着论证;其二,对于其始基能够有别样情况的事物没有论证;其三,对于出于必然的事物不可能进行谋划。由于其中两条(第一条与第三条)此前已经表明,因此关于这两条,他既不需要附加前提,也不需要任何其他论据来确立,而仅仅通过敏捷地补上“因为一切事物也可能处于别样情况”来确立第二条。他似乎是将这句话作为从与第二条联结前提相对立的论点所推出的后件而补充到论述中的;因为那条联结前提是这样的:“对于其始基能够有别样情况的事物,没有关于这些事物的论证。”也就是说,凡是前提命题属于偶然的问题,对于这些问题都没有论证;因为一切论证的前提命题都是必然的。而与此相对立的命题则是“对于其始基是偶然的事物,存在关于这些事物的论证”,由此便推出“一切事物也可能处于别样情况”,而这一推论对于主张存在关于偶然事物的论证的论调而言,似乎是作为一个荒谬的结果而随之产生的。因为如果我们承认论证产生自偶然的始基,那么一切事物都将是偶然的,而没有任何事物是必然的。但是,“一切事物也可能处于别样情况”还可以有另一种理解方式,即仿佛这是就从偶然始基中推导出的结论而言的,从而使所说的话具有这样一种意义:之所以对于其始基能够有别样情况的事物没有论证,是因为从偶然始基中推导出的所有结论也都可能处于别样情况。但这并不是论证;因为通过论证得出的结论是不可能处于别样情况的。

§6.36

"Ἐπιστήμη μέν, ὅτι ἐνδέχεται τὸ πρακτὸν ἄλλως ἔχειν, τέχνη δ’ ὅτι ἄλλο τὸ γένος πράξεως καὶ ποιήσεως. λείπεται ἄρα αὐτὴν ἕξιν εἶναι ἀληθῆ μετὰ λόγου πρακτικὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ καὶ κακά." Διὰ μὲν τῶν εἰρημένων τῆς ἐπιστήμης διεῖλε τὴν φρόνησιν, οὐχὶ δὲ καὶ τῆς τέχνης, εἰπὼν τὴν ἐπιστήμην ἐξ ἀνάγκης τε συλλογίζεσθαι καὶ συμπεραίνειν ἀναγκαῖα, τὴν δὲ φρόνησιν ἐξ ἐνδεχομένων καὶ ἐνδεχόμενα, κἀντεῦθεν αὖθις ὅτι ἡ μὲν ἐπιστήμη οὐκ ἔστι βουλευτική· περὶ γὰρ τῶν ἀναγκαίων εἶναι ἢ μὴ εἶναι οὐδεὶς βουλεύεται. περὶ ταῦτα δὲ ἡ ἐπιστήμη, ἡ δὲ φρόνησις βουλευτικὴ καὶ οὐκ ἔστιν ἐπιστήμη. ἐπεὶ δὲ συμπεραινόμενος καὶ τὴν τέχνην σὺν τῇ ἐπιστήμῃ διΐστησι τῆς φρονήσεως, διὰ τοῦτο ταῦτα προστίθησιν, ἀποδιδοὺς τὰς αἰτίας περὶ ἀμφοῖν, δι’ ἃς καὶ τῆς τέχνης καὶ τῆς ἐπιστήμης διίσταται. καὶ οὔτε ἐπιστήμη ἡ φρόνησις οὔτε τέχνη ἐστίν. ἐπιστήμη μὲν γὰρ οὐκ ἔστιν, ὅτι πρακτική ἐστι καὶ περὶ τὰ πρακτὰ γίγνεται· πᾶν δὲ τὸ πρακτὸν ἐνδέχεται ἄλλως ἔχειν, τὸ δὲ ἐπιστητὸν οὐχί· οὐκ ἄρα ἐπιστήμη ἡ φρόνησις. τέχνη δ’ οὐκ ἔστιν, ὅτι ἑτέρα τῷ εἴδει πρᾶξις καὶ ποίησις, ὃ καὶ ἤδη προλαβὼν εἴρηκε. ταῦτα οὕτως εἰπὼν τὸν τῆς φρονήσεως ὅρον συνίστησιν οὕτως ἐπαγαγών· λείπεται ἄρα αὐτὴν εἶναι ἕξιν ἀληθῆ μετὰ λόγου πρακτικὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ καὶ κακά. τὸ μὲν ἕξιν ἀληθῶς μετὰ λόγου, κοινὰ λαμβάνων τῆς ἐπιστήμης τε καὶ τέχνης καὶ τῆς φρονήσεως ((πᾶσαι γὰρ αἱ ἐνταῦθα ἀπαριθμούμεναι ἕξεις εἰσὶν ἀληθῶς μετὰ λόγου), τὸ δὲ πρακτικὴν ὡς μὲν πρὸς τὰς εἰρημένας ἴδιον τῆς φρονήσεως, κοινὸν δὲ καὶ ταῖς πρακτικαῖς τῶν τεχνῶν. τὸ δὲ περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ καὶ κακά, τοῦτο ὡς ἴδιον τίθησι τῆς φρονήσεως) καὶ ἀπαρτίζει τὸν ὁρισμὸν πρὸς αὐτὴν ἀντιστρέφοντα. περὶ γὰρ τὰ ἀνθρώπῳ ἀγαθὰ καὶ κακὰ ἡ φρόνησις καταγίνεται, ὡς τὰ μὲν αὐτῶν εὑρίσκειν ἵνα αἱρήσηται καὶ πῶς αὐτῶν ἐπιτύχῃ βουλεύσηται, τὰ δὲ εὑρίσκειν ἵνα ἐκφεύξηται, καὶ πῶς αὐτῶν ἐξετάσει ἡ ἀποφυγὴ αὐτῷ περιγένηται.3 ἄμφω γὰρ ταῦτα φρονήσεως κατορθώματα, τό τε εὑρίσκειν τὰς τῶν ὑποκειμένων πραγμάτων ποιότητας καὶ περὶ τῶν τρόπων βουλεύεσθαι, καθ’ οὓς ἡ ἐπίτευξις καὶ ἡ ἀποφυγὴ αὐτῶν περιέσεται.

“[不是]科学知识,是因为可行之事能够有别样情况;[不是]技艺,是因为行动的属与制作的属各不相同。因此剩下的结论是:它是关于对人而言的善与恶的、伴随着理性的、实践性的真实品质。” 通过前述论述,他将明智与科学知识区分开来,但尚未与技艺区分开来;他谈到科学知识是从必然的事物出发进行推论并得出必然的结论,而明智则是从偶然的事物出发并得出偶然的结论,并且由此进一步指出,科学知识不是谋划性的,因为没有人就必然存在或不存在的事物进行谋划。科学知识正关乎这些事物,而明智是谋划性的,因而并不是科学知识。但是,由于他在下结论时将技艺与科学知识一同从明智中分离开来,所以他补充了这些内容,给出了关于两者的原因,即明智因何既与技艺相分离又与科学知识相分离。并且明智既不是科学知识也不是技艺。确实,之所以不是科学知识,是因为它是实践性的,关乎可行之事;而凡是可行之事都能够有别样情况,可被科学认知的事物则不然;因此明智不是科学知识。之所以不是技艺,是因为行动与制作在形式上互异,这一点他在前面也已预先讲过。在这样阐述了这些内容之后,他接着补充如下,从而构建了明智的定义:“因此剩下的结论是:它是关于对人而言的善与恶的、伴随着理性的、实践性的真实品质。”他将“确实伴随着理性的品质”作为科学知识、技艺与明智三者所共有的特征来采纳(因为在此列举的一切品质确实都是伴随着理性的),而将“实践性的”视为相对于上述[知识或制作技艺]而言是明智所特有的,但也与诸实践性技艺所共有;至于“关于对人而言的善与恶”,他将此设定为明智所独有的特征,从而完成了与明智互相换位的完整定义。因为明智正是致力于对人而言的善与恶,以便发现其中的某些事物从而进行抉择,并谋划如何达成它们;发现另一些事物从而进行回避,并[谋划]如何通过考察使对它们的规避为他〔即人〕而得以实现。因为这两者都是明智的成功成就:既发现作为基底的事物的品质,又就使它们的达成与规避得以实现的方式进行谋划。

语法注3 条
  1. 6.35ὃ δόξειεν ἂν ἕπεσθαι ὡς ἄτοπον τῷ λέγοντι λόγῳ, ἐνδεχομένων εἶναι ἀπόδειξιν

    关系代词 ὃ(指代“一切事物也可能处于别样情况”这一后件)作主语,δόξειεν ἂν ἕπεσθαι 构成复合谓语。ὡς ἄτοπον 作述语性补足语(“作为荒谬的结果”),τῷ λέγοντι λόγῳ 是 ἕπεσθαι 所要求的与格补足成分。末尾的 ἐνδεχομένων εἶναι ἀπόδειξιν 为“宾格加不定式”结构,作分词 λέγοντι 的宾语内容(“主张存在关于偶然事物的论证的[论述]”)。

  2. 6.35ὥσπερ τῶν συμπερασμάτων λεγομένων τῶν ἐξ ἐνδεχομένων συναγομένων ἀρχῶν

    由 ὥσπερ 引导的独立属格结构。τῶν συμπερασμάτων 为属格主语,λεγομένων 为分词谓语,其后置的定语修饰语 τῶν ... συναγομένων 带有介词短语 ἐξ ἐνδεχομένων ... ἀρχῶν,限定 συμπερασμάτων(“仿佛这是就从偶然始基中推导出的结论而言的”)。

  3. 6.36καὶ πῶς αὐτῶν ἐξετάσει ἡ ἀποφυγὴ αὐτῷ περιγένηται

    与前面的句式“πῶς αὐτῶν ἐπιτύχῃ βουλεύσηται(谋划如何达成它们)”相对应,承前省略了谋划的动词(βουλεύσηται)。ἐξετάσει 是阴性名词 ἐξέτασις 的与格形式,作修饰动词 περιγένηται 的方式/手段与格(“通过考察/检视”)。句子的主语是 ἡ ἀποφυγή,αὐτῷ 为利害关系的与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:305.19-307.4