- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:304.16-305.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯阐明了亚里士多德如何依据在特定领域中针对善目的而优良算计的人归纳得出普遍明智的定义(1140a28),随后解释了通过将必然与不可能之事项排除在谋划之外而将明智与科学知识区分开来的论据(1140a31)。
" Σημεῖον δ’ ὅτι καὶ τοὺς περί τι φρονίμους λέγομεν, ὅταν πρὸς τέλος τι σπουδαῖον εὖ λογίσωνται, ὧν μὴ ἔστι τέχνη. ὥστε καὶ ὅλως ἂν εἴη φρόνιμος ὁ βουλευτικός." Εἰ καὶ μὴ ἁπλῶς, φησί, φρόνιμος ὁ περί τι καλῶς βουλευόμενος ἀλλ’ ὁ ἁπλῶς περὶ πάντα, ἐξ ὧν τὸ εὖ ζῆν ἀνθρώπῳ συνίσταται, μεριστὸν ὂν καὶ πολυμερὲς καὶ ποικίλον, ἀλλ’ οὖν ὁ ἐν πᾶσιν εὔβουλος φρόνιμος, ἔσται γνώρισμα λαβεῖν1 ἀπὸ τῶν εὖ βουλευομένων καθ’ ἕκαστα. φρονίμους γὰρ καθ’ ἕκαστον λέγομεν τοὺς πρὸς τέλος τι ἀγαθὸν εὖ λογιζομένους, ὥστε καθόλου εἴη ἂν φρόνιμος ὁ βουλευτικός. ὡς γὰρ περὶ ἕκαστον φρόνιμος λέγεται ὁ τέλος ἀγαθὸν προτιθέμενος καὶ εὖ πρὸς τὸ ἐπιτυχεῖν αὐτοῦ βουλευόμενος, καὶ ἁπλῶς ἂν εἴη φρόνιμος ὁ καθόλου τέλος ἀγαθὸν προτιθέμενος καὶ περὶ τῆς ἐπιτυχίας αὐτοῦ καλῶς τὰς βουλὰς καὶ τὰς σκέψεις ποιούμενος. ὡς γὰρ ἐπίπαν τὰ καθ’ ἕκαστα πρὸς ἡμᾶς τῶν καθόλου εἰσὶ γνωριμώτερα, διὰ τοῦτο καὶ ἐπαγωγικῶς ἐκ τῶν καθ’ ἕκαστα τὰ καθόλου πιστούμεθα. τὸ δὲ ὧν μὴ ἔστι τέχνη εἴρηκεν, ἐπεὶ ἔστι καὶ περὶ τῶν τεχνητῶν εὖ βουλεύεσθαι καὶ τοὺς μὴ τὰ τοιαῦτα προτιθεμένους. ταῦτα δὲ τῇ τέχνῃ καὶ οὐ τῇ φρονήσει ἐφήρμοσε. δέδεικται δὲ ἤδη ἑτέρας εἶναι ἀλλήλων τέχνην καὶ φρόνησιν. εἰ δὲ καὶ ἐξ ἐνδόξων ποιεῖται τὰς συστάσεις τῶν λεγομένων, οὐ χρὴ θορυβεῖν. εἴπομεν γὰρ ἐξ ἀρχῆς, ὅτι ἐνδεχόμενα τὰ προκείμενα καὶ οὐ χρὴ περὶ τοιούτων τὸ ἐξ ἀναγκαίων δείκνυσθαι ἀπαιτεῖν. βουλευτικὸν δὲ ὠνόμασε τὸν ἐπιτήδειον εἰς τὸ βουλεύσασθαι· οὗτος δέ ἐστιν ὁ εὔβουλος.
“证据在于:凡是对于没有技艺可循的事物,只要人们为了某种高尚的目的而进行了优良的算计,我们便也称这些人在某个方面是明智的。因此,总体而言,善于谋划者也就是明智的人。” 他[亚里士多德]说,即便在某件事上善于谋划者并非绝对意义上的明智者,而只有在使人类善好生活得以构成的全部事物——善好生活是可分的、多部分的且多样的——上绝对如此谋划的人才是明智者,但无论如何,若在一切事物上善于谋划的人是明智者,便可从在各个具体事项上善于谋划的人那里获得识别的标记。因为我们称那些为了某种善的目的而进行优良算计的人在具体事项上是明智的,从而在普遍意义上善于谋划者也就是明智的人。因为正如设定善的目的并为了达成该目的而优良谋划的人在各个具体事项上被称为明智者一样,设定普遍的善的目的并为了达成该目的而妥善进行谋划与考量的人,也将是绝对意义上的明智者。因为一般而言具体事项对于我们来说比普遍事项更为熟知,正因如此,我们也通过归纳从具体事项中确证普遍事项。而他之所以说“对于没有技艺可循的事物”,是因为即使对于技艺制造的事物,哪怕那些不以这些事物为目标的人也能够进行优良的谋划。但他将这些事物归属于技艺而非明智;且此前已经表明,技艺与明智是彼此互异的。即使他是从受到公认的意见出发来构建所论述的内容,人们也不应感到不安。因为我们从一开始就说过,摆在面前的课题是能够有别样情况的事物,对于此类事物不应要求从必然的前提来进行证明。他将适合于进行谋划的人称为“善于谋划者”;而这也就是善于出谋划策之人。
"Βουλεύεται δ’ οὐθεὶς περὶ τῶν ἀδυνάτων ἄλλως ἔχειν, οὐδὲ τῶν μὴ ἐνδεχομένων αὐτῷ πρᾶξαι." Πρὸς τὴν ἀπόδοσιν ἤδη τοῦ ὁρισμοῦ τῆς φρονήσεως ἑτοιμάζεται ὡς οὕτω συσταίη, ὡς διαστέλλεσθαι μὲν ἀπ’ ἀμφοῖν ἐπιστήμης τε καὶ τέχνης, περὶ ὧν ἤδη τὸν λόγον πεποίηται, ἀντιστρέφειν δὲ πρὸς αὐτόν. τέως δ’ οὖν τὰ ἐνταῦθα λεγόμενα τῆς ἐπιστήμης διορίζει τὴν φρόνησιν. ἐπεὶ γὰρ βουλευτικὴ ἕξις ἡ φρόνησις, οὐδεὶς δὲ περὶ τῶν ἀδυνάτων ἄλλως ἔχειν βουλεύεται, ἤτοι τῶν ἀναγκαίων (τὰ γὰρ ἀναγκαῖά ἐστιν ἅπερ ἄλλως ἔχειν ἀδύνατον), ἀλλ’ οὐδὲ περὶ τῶν μὴ ἐνδεχομένων αὐτῷ πρᾶξαι ἅ ἐστι τὰ ἀδύνατα ἢ ἁπλῶς ἢ τῷδέ τινι· ἁπλῶς μὲν ὡς τὸ ἐν μιᾷ ῥοπῇ τὸν ἐν Θράκῃ ὄντα εἰς Αἴγυπτον ἀφικέσθαι, τῷδέ τινι τὸ πένητα ὄντα καὶ ξένον καὶ πᾶσιν ἄγνωστον κατάρξαι μεγίστης πόλεως ἐν ᾗ τοιοῦτος περιέχεται. εἰ οὖν βουλευτικὴ ἡ φρόνησις, οὐδεὶς δὲ περὶ τῶν ἀναγκαίων ἢ ἀδυνάτων βουλεύεται, ὁ ἐν ἕξει ἄρα φρονήσεως οὔτε τὰ ἀναγκαῖα σχήματα οὔτε τὰ ἀδύνατα τῇ ἕξει αὐτοῦ ὑποκείμενα.2 οὕτως εἰπὼν περὶ τῆς φρονήσεως καὶ τῆς κατ’ αὐτὴν ἐνεργείας, τὰ ἀναγκαῖα καὶ τὰ ἀδύνατα ἔξω θέμενος, ἐπάγει δεικνύων ἑτέραν εἶναι κατὰ τὸν λόγον τῆς ἐπιστήμης τὴν φρόνησιν καί φησιν
“但没有人会就不能有别样情况的事物进行谋划,也不会就自己不可能付诸实行的事物进行谋划。” 他如今已在为提出明智的定义做准备,以便使该定义的构建既能与他此前已经论述过的科学知识和技艺这两者相区别,又能与被定义项互相换位。无论如何,眼下在此所说的话将明智与科学知识区分开来。因为既然明智是一种谋划性的品质,而没有人会就不能有别样情况的事物亦即必然的事物(因为必然的事物正是不能有别样情况的事物)进行谋划,也不会就自己不可能付诸实行的事物——亦即无论是绝对不可能的还是对某特定之人而言不可能的事物:绝对不可能如身处色雷斯者在转瞬之间到达埃及;对某特定之人而言不可能如一个贫穷、外乡且不为人知的人统治包容着这样身份之人的最大城邦——进行谋划。因此,如果明智是谋划性的,而没有人就必然或不可能的事物进行谋划,那么处于明智品质中的人,便既不会以必然的形式,也不会以不可能的形式作为自己品质的基底对象。在这样论述了明智以及依照它的活动、并将必然的事物与不可能的事物排除在外之后,他接着指明依照定义明智与科学知识是不同的,并说道:
- 6.33Εἰ καὶ μὴ ἁπλῶς, φησί, φρόνιμος ὁ περί τι καλῶς βουλευόμενος ... ἔσται γνώρισμα λαβεῖν
这是一个复杂的长句结构:由开头的让步条件从句 Εἰ καὶ μὴ ... 引出,中间以 ἀλλ’ οὖν (“但无论如何,如果……”)承接,主句的核心骨架为 ἔσται γνώρισμα λαβεῖν ἀπὸ ...(“便可从……获得识别标记”)。其中关系从句 ἐξ ὧν ... συνίσταται 修饰 πάντα,分词短语 μεριστὸν ὂν ... ποικίλον 修饰“善好生活”(τὸ εὖ ζῆν)。
- 6.34ὁ ἐν ἕξει ἄρα φρονήσεως οὔτε τὰ ἀναγκαῖα σχήματα οὔτε τὰ ἀδύνατα τῇ ἕξει αὐτοῦ ὑποκείμενα
此句主语 ὁ ἐν ἕξει φρονήσεως 缺乏明确的限定动词。根据文脉,省略了一个支配宾语 οὔτε τὰ ἀναγκαῖα σχήματα οὔτε τὰ ἀδύνατα(“既不将必然的形式,也不将不可能的形式”)及其宾语补足语分词 ὑποκείμενα(“作为基底对象”)的领有动词(如 ἕξει)。
