← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§303.1-304.15

明智的定义与对美好生活的谋划

在亚里士多德着手定义明智(phronēsis)之际,厄斯特拉提奥斯阐明了明智在五种达真品质中的中间地位及此处理智的具体含义,随后解释了如何从对明智者的通念出发导出关乎生活整体之谋划这一定义,并指明文本异文(“整个”与“总体上”)归结为相同的义理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.32

" Περὶ δὲ φρονήσεως οὕτως ἂν λάβοιμεν, θεωρήσαντες τίνας λέγομεν φρονίμους. δοκεῖ δὴ φρονίμου εἶναι τὸ δύνασθαι καλῶς βουλεύεσθαι περὶ τὰ αὑτῷ ἀγαθὰ καὶ συμφέροντα, οὐ κατὰ μέρος, οἷον ποῖα πρὸς ὑγίειαν ἢ ἰσχύν, ἀλλὰ ποῖα πρὸς τὸ εὖ ζῆν ὅλως." Πέντε οὐσῶν τῶν ἀληθευτικῶν ἕξεων, ἃς ὧδε ἀπηριθμήσατο περὶ ἐπιστήμης καὶ τέχνης εἰπών, τάττει νῦν τρίτην τὴν φρόνησιν, οἰκειοτέραν οὖσαν τῶν δ1 τῇ ἠθικῇ καὶ πολιτικῇ θεωρίᾳ. αὐτῆς γὰρ ὁ ὀρθὸς λόγος μέτρον ὑπάρχει καὶ στάθμη τῶν πράξεων, δι’ οὗ καὶ τὸ μέσον καὶ σύμμετρον ἐν αὐταῖς ἀνευρίσκεται, καὶ δι’ αὐτῆς μέσης ἡ περὶ τῶν διανοητικῶν ἕξεων παράδοσις πρὸς τὰ προλαβόντα συνέχειαν δέχεται, ἐπεὶ καὶ κοινωνεῖ ἀμφοτέροις τοῖς εἴδεσι, τοῖς διανοητικοῖς καὶ πρακτικοῖς. τοῦ νοητικοῦ γὰρ οὖσα καὶ αὐτὴ τὴν προχείρισιν ποιεῖται ἐν ταῖς πράξεσιν αὐτὴ προϊσταμένη αὐτῶν καὶ μετροῦσα αὐτάς. διὰ τοῦτο καὶ μέση ἐνταῦθα τέτακται, πρὸ ἑαυτῆς μὲν τὴν τέχνην καὶ τὴν ἐπιστήμην ἔχουσα παραδεδομένην, μεθ’ ἑαυτὴν δὲ τὴν σοφίαν καὶ τὸν νοῦν. νοῦν δὲ λέγομεν ἐνταῦθα οὐ τὸν ἁπλῶς καὶ καθ’ ὕπαρξιν ἀλλὰ τὸν καθ’ ἕξιν καὶ κατὰ μέθεξιν.2 οὐ γὰρ ἂν ταῖς ἀληθευτικαῖς ἕξεσι συνετάττετο, εἰ μὴ ὡς τοῦτο σημαίνων παρελαμβάνετο. ἡ γὰρ ψυχὴ ὡς μὲν ψυχὴ ἀνειλιγμένως ἐνεργεῖ, συλλογιζομένη καὶ μεταβαίνουσα εἰς συμπεράσματα ἐκ προτάσεων, ὡς δὲ μετέχουσα νοῦ ἁπλῶς ἐπιβάλλει, ἔχουσα μὲν καὶ τὰς ἀρχὰς καὶ τοὺς ὅρους ὡς νοῦ ἀπηχήματα, γινομένη δὲ καὶ τούτων ἐπέκεινα, ὅταν νοερὰ γένηται, τοῖς νοητοῖς νοητῶς ἐπιβάλλουσα, εἰ καὶ μὴ ἀθρόως καὶ ὁμοῦ ὡς ὁ καθ’ ὕπαρξιν, ἀλλὰ καθ’ ἓν περιεχομένη τὰ πάντα καὶ νοοῦσα καθ’ ἕκαστον, διὸ καὶ ἡ τοιαύτη κατάστασις οὐ φύσις ἀλλὰ ἕξις τῆς ψυχῆς ὀνομάζεται, ὡς ἔξωθεν ἐπεισιοῦσα καὶ γινομένη ἐπίκτητος. προθέμενος τοίνυν ὁρίσασθαι τὴν φρόνησιν, φησὶν ὅτι δεῖ ἄρξασθαι τῆς περὶ αὐτῆς θεωρίας ἀπὸ τῶν ἐν οἷς θεωρεῖται ὑπάρχουσα, ἤγουν ἀπὸ τῶν ὑποκειμένων ἐν οἷς ὡς ἕξις ἐστίν· οὗτοι δ’ εἰσὶν οἱ φρόνιμοι. εὐδηλότεροι γὰρ πρὸς ἡμᾶς καὶ σαφέστεροι τῶν ἕξεών εἰσιν οἱ τὰς ἕξεις ἔχοντες. καὶ λαμβάνει τὴν κοινὴν περὶ αὐτῶν δόξαν ὡς ὁμολογουμένην ἀρχήν. δοκεῖ γὰρ φρονίμου ἴδιον ἀνθρώπου τὸ δύνασθαι καλῶς βουλεύσασθαι περὶ τὰ αὐτῷ ἀγαθὰ καὶ συμφέροντα. ἐπεὶ δὲ πολλὰ τοιαῦτά ἐστι καὶ ἐνδέχεται εἶναί τινα κατορθωτικὰ περὶ ἕν τι τῶν ἀγαθῶν καὶ συμφερόντων αὐτῷ, ἐνδέχεται δὲ καὶ περὶ πλείω καὶ περὶ πάντα, διὰ τοῦτό φησιν οὐ κατὰ μέρος, οἷον πρὸς ὑγείαν ἢ πρὸς ἰσχὺν 〈ἀλλὰ πρὸς τὸ εὖ ζῆν ὅλον. οὐ γὰρ εἴ τις εἰδὼς τὰ πρὸς ὑγείαν αὑτῷ σώματος ἢ τὰ πρὸς ἰσχὺν περὶ τούτων ὀρθῶς βουλεύοιτο, ἁπλῶς ἂν αὐτὸν εὔβουλον καὶ φρόνιμον εἴπωμεν〉, ἀλλὰ πρὸς πάντα τὰ εἰς ὅλον τὸ ζῆν αὐτῷ συντελοῦντα, εἴτε ψυχικὰ εἶεν ταῦτα εἴτε σωματικὰ εἴτε ἔξωθεν. εἰ δὲ καὶ ἀντὶ τοῦ ὅλον τὸ ὅλως τις λήψεται, ὡς ἔν τισι τῶν ἀντιγράφων εὑρίσκεται, ἀλλὰ πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ λέξεις ἀμφότεραι φέρουσιν, εἰ καὶ διαφέρειν ἴσως δοκοῦσι. τὸ μὲν γὰρ ὅλον ἔμφασιν ἔχει ὡς ὁλότητά τινα ποιοῦν τὴν εὐζωΐαν καὶ μέρη αὐτῆς τὰ καθ’ ἕκαστα, ἃ ἐν ταῖς ἠθικαῖς θεωρεῖται ἐνεργείαις καὶ πράξεσιν, ὁποῖά ἐστι τὰ κατὰ τὰς ἀρετὰς καὶ ἐν ταῖς σωματικαῖς καταστάσεσι καὶ ἐν τοῖς ἐπισυμβαίνουσιν ἔξωθεν, ὅσα τούτων ἐφ’ ἡμῖν τε καὶ ἐνδεχόμενα, ὧν ἔστιν ἕκαστον καὶ φυλάξεσθαι καὶ αἱρήσεσθαι, τὸ δὲ ὅλως τὸ ἁπλῶς καὶ καθόλου δηλοῖ· ὡς ἐκεῖνον εἶναι δοκεῖν τοῖς ἅπασι φρόνιμον, οὐ τὸν περί τι εὔβουλον ἀλλὰ τὸν ἁπλῶς καὶ περὶ πάντα τὰ ἐφ’ ἡμῖν· ὡς εἶναι τὸ σχῆμα τῆς ἐννοίας διάφορον, τὴν δὲ δύναμιν τὴν αὐτήν.3

“关于明智,我们若考查我们称哪些人是明智的,便可按如下方式把握。明智者的特质似乎在于能够就对自己有善且有益的事物进行优良的谋划,这不是局部的,例如哪些事物促进健康或体力,而是关于哪些事物总体上有助于良好生活。” 在达到真实理路的五种品质中,他在谈论了科学知识与技艺之后以此方式列举了它们,如今将明智排在第三位,因为它比其余四者更切近伦理与政治的探讨。因为明智的正确理路构成了诸实践的尺度与标准,通过它,实践中的适度与相称得以被发现;且通过处于中间的明智,关于理智品质的传授得以与前述内容保持连贯,因为它兼涉理智与实践这两个种类。因为明智自身虽属于知性部分,却在诸实践中进行裁决,自身统领并度量诸实践。正因如此,它在此被置于中间,在其之前传授了技艺与科学知识,在其之后则是智慧与理智。但我们在此所称的理智,并非指绝对且按本然实在存在的理智,而是指按品质和按分有存在的理智。因为若非取它表示此意,它便不会与达到真实理路的诸品质并列。因为灵魂作为灵魂,乃是通过推理并从前提过渡到结论而展开活动,但作为分有理智者,它则是直接把握,既将始基与定义作为理智的回响而持有,又在变得具有理智性时超越这些,以知性方式直接把握可知对象,即便不像按本然实在存在的理智那样一下子且整体地把握,而是逐一涵盖万物并对每一项进行知解;正因如此,这种状态不被称为灵魂的自然本性,而被称作品质,因其由外而入且为后天习得。既然意图定义明智,他便说必须从观察到明智存在于其中的那些人开始探究它,亦即从作为品质存在于其中的那些基底对象开始;而这些人便是明智者。因为对于我们而言,拥有品质者比品质本身更为清楚明了。于是他将关于他们的共同意见作为公认的始基来采纳。因为能够就对自己有善且有益的事物进行优良谋划,似乎是明智之人的特有属性。但由于此类事物甚多,且有些人可能在对自己有善有益的单一事物上获得成功,亦可能在较多事物乃至一切事物上如此,正因如此他说不是局部的,例如促进健康或促进体力,[而是促进整个良好生活。因为并非若有人知晓促进自己身体健康的事物或促进体力的事物并就此正确谋划,我们就会称他为绝对善于谋划和明智的人,]而是针对促进其整个生活的一切事物,无论这些是属灵魂的、属身体的还是外在的。即使有人如同在某些抄本中见到的那样,用“总体上[ὅλως]”代替“整个[ὅλον]”,这两种表达尽管看似不同,却指向相同的含义。因为“整个”具有将良好生活构想为某种整体性、将各个具体事项作为其部分的含义——这些具体事项在伦理活动与实践中被观察到,如依照德性的事项、身体状态中的事项以及外来附随的事项,凡属于我们掌控之中且能够有别样情况的事项,其每一项既可提防亦可选取;而“总体上”则表示绝对且普遍地;从而在众人看来,明智者不是在某事物上善于谋划的人,而是在绝对意义上且就属于我们掌控中的一切事物善于谋划的人;因此思想的外形虽有差异,其实效却是相同的。

语法注3 条
  1. 6.32οἰκειοτέραν οὖσαν τῶν δ

    数字符号 τῶν δ 代表 τῶν τεττάρων,指其余四种达真品质。此处作为比较属格受比较级形容词 οἰκειοτέραν 支配,意为“比其余四者更切近”。

  2. 6.32νοῦν δὲ λέγομεν ἐνταῦθα οὐ τὸν ἁπλῶς καὶ καθ’ ὕπαρξιν ἀλλὰ τὸν καθ’ ἕξιν καὶ κατὰ μέθεξιν

    通过 οὐ... ἀλλά 构成的对比句,将 τὸν ἁπλῶς καὶ καθ’ ὕπαρξιν(绝对且按本然实在存在的理智)与 τὸν καθ’ ἕξιν καὶ κατὰ μέθεξιν(按品质和按分有存在的理智)相对立,指明在此处必须将理智理解为后者,即灵魂中后天获得的品质。

  3. 6.32ὡς εἶναι τὸ σχῆμα τῆς ἐννοίας διάφορον, τὴν δὲ δύναμιν τὴν αὐτήν

    连词 ὡς 连同不定式 εἶναι 引导表结果或总结性结论的从句(功能等同于 ὥστε 引导的不定式结构)。宾格短语 τὸ σχῆμα 与 τὴν δύναμιν 作不定式的主语,διάφορον 与 τὴν αὐτήν 分别作其表语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:303.1-304.15