← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§301.26-302.33

技艺的定义及其与制作和运气的关系

欧斯特拉提奥斯注解了《尼各马可伦理学》第6卷第4章中亚里士多德基于制作与实践之分将技艺规定为属于制作,引用阿伽通诗句探讨技艺与运气的异同,并给出技艺的定义(伴随真实理路的制作品质)及其对立面无技艺的段落。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.30

" Ἐπεὶ δὲ ποίησις καὶ πρᾶξις ἕτερον, ἀνάγκη τὴν τέχνην ποιήσεως ἀλλ’ οὐ πράξεως εἶναι. καὶ τρόπον τινὰ περὶ τὰ αὐτά ἐστιν ἡ τύχη καὶ ἡ τέχνη, καθάπερ καὶ Ἀγάθων φησὶ “τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην.” "Δείξας ἕτερα ἀλλήλων τὴν πρᾶξιν καὶ ποίησιν, λαμβάνει τοῦτο νῦν ὡς ὁμολογούμενον καὶ φησὶ τὴν τέχνην ποιήσεως εἶναι τέχνην ἀλλ’ οὐ πράξεως, διότι καὶ τὰ τέλη τῆς τέχνης ἔργα εἰσὶ μετὰ τὴν τεχνικὴν ἐνέργειαν ὑπομένοντα, τῆς δὲ πράξεως ἀρκετὸν τέλος ἡ εὐπραξία, ἱκανὸν ἐχούσης τὸ μέχρι τοῦ εὖ ὡς τέλος καταντᾶν αὐτῆς τὴν ἐνέργειαν.1 προστίθησι δὲ καὶ τὸ κατά τινα τρόπον περὶ τὰ αὐτὰ εἶναι τὴν τύχην καὶ τὴν τέχνην, καὶ τούτου πάλιν παράγει μάρτυρα ποιητὴν τὸν Ἀγάθωνα φίλας ἀλλήλαις τὴν τύχην εἰσάγοντα καὶ τὴν τέχνην ἐν τῷ λέγειν “τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην.” δεῖ δὲ ἐξετάσαι τὸν τρόπον, καθ’ ὃν αὐτός τε ὁ Ἀριστοτέλης περὶ τὰ αὐτά φησιν εἶναι ἀμφοτέρας αὐτὰς καὶ ὁ Ἀγάθων στέργειν ἀλλήλας, καὶ εἴη ἂν ὅτι2 ἀμφοτέραις τῶν ὑποκειμένων πραγμάτων τὸ αἴτιον ἔξωθεν καὶ ὅτι ἄμφω ἕτερον παρὰ τὴν ἐνέργειαν ἔργον ἔχουσιν. ὅ τε γὰρ τεχναζόμενος κινεῖ τὴν ὕλην ἔξωθεν οὖσαν αὐτῆς, ὅ τε ἀπὸ τύχης περιτυγχάνων τινὶ πράγματι εἴτε ἀγαθῷ εἴτε κακῷ, ἔξωθεν ὢν ἐκείνου καὶ δρῶν ἕτερα καὶ τὸν σκοπὸν ἔχων πρὸς ἕτερα, περιτυγχάνει τῷ ἀπὸ τύχης, οἷον εἴ τις εἰς βαλανεῖον ἀπιὼν ὥστε λούσασθαι βιβλίῳ περιτύχῃ τῶν ζητουμένων, ἢ ἐν ἀμπέλῳ σκάπτων εὕρῃ θησαυρόν ἢ βαδίζων οἴκαδε λίθῳ προσκόψας τὸν πόδα βλαβῇ. τούτων οὖν πάντων ὁ ἐνεργῶν ἔξωθεν καὶ τὸ κατὰ συμβεβηκὸς ἐκτὸς ἐνέργειαν ἀποτελούμενον ἔστι μὲν παρὰ τὸν τοῦ ἐνεργοῦντος σκοπόν, ἔστι δὲ καὶ ἀποτέλεσμα ἕτερον παρὰ τὴν αὐτοῦ ἐνέργειαν· καὶ κατὰ ταῦτα τύχη καὶ τέχνη ἀλλήλοις ἐοίκατον, διαφέρουσι δέ, ὅτι τῇ μὲν τέχνῃ κατὰ τὸν σκοπὸν τοῦ τεχνίτου τὸ τέλος ὡς ἐπὶ τὸ πολύ, τῇ δὲ τύχῃ παρὰ τὸν σκοπὸν τοῦ ἐνεργοῦντος τὸ τέλος καὶ ὡς ἐπ’ ἔλαττον.

“既然制作与实践互不相同,那么技艺必然属于制作而非实践。而且在某种方式上,运气与技艺关乎相同的事物,正如阿伽通亦说:‘技艺喜爱运气,运气喜爱技艺。’” 在阐明了实践与制作彼此不同之后,他现在将此作为已获认同的前提,指出技艺乃是制作的技艺而非实践的技艺,因为技艺的诸目的是在技艺活动之后留存的作品,而对于实践而言,优良的实践就是充分的目的,其以自身活动达到‘良好’作为目的便已充分。他又补充道,在某种方式上运气与技艺关乎相同的事物,并为此再次引诗人阿伽通为见证,阿伽通在说“技艺喜爱运气,运气喜爱技艺”时,将运气与技艺引入为彼此亲善的。但必须审视亚里士多德本人指出二者皆关乎相同事物、阿伽通指出二者彼此喜爱的那个方式;而这应当在于:对于二者而言,基底诸事物的因由皆来自外部,且二者皆具有不同于活动的独立作品。因为施展技艺者所驱动的乃是处于其〔技艺〕之外的质料;而凭运气偶遇某事(无论是好事还是坏事)的人,亦是身处该事之外,在做着别的事情且以别的事物为目的时偶遇了凭运气之事,正如某人前往浴室洗澡却偶遇所寻找的某本书,或在葡萄园挖掘时发现宝藏,或步行回家途中踢到石头伤了脚。因此,在所有这些情形中,行动者皆在外部,而在活动之外附带落实的结果虽违背了行动者的目的,却亦是不同于其活动本身的结果。在这些方面,运气与技艺彼此相似;但二者的区别在于:对于技艺而言,其目的在多数情况下契合工匠的目标,而对于运气而言,其目的则违背行动者的目标,且只在少数情况下发生。

§6.31

"Ἡ μὲν οὖν τέχνη, ὥσπερ εἴρηται, ἕξις τις μετὰ λόγου ἀληθοῦς ποιητική ἐστιν, ἡ δ’ ἀτεχνία τοὐναντίον μετὰ λόγου ψευδοῦς ποιητικὴ ἕξις, περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν." Εἰπὼν ἱκανῶς ὅσα ἔδει περὶ τῆς τέχνης περὶ τὴν προκειμένην πραγματείαν ἀποδίδωσι καὶ τὸ ἐναντίον αὐτῷ, ὃ ἡ ἀτεχνία ἐστί. διὸ καὶ παρεισάγει πάλιν τὸν ὅρον τῆς τέχνης, ἵν’ ὡς ἐκ παραθέσεως δείξῃ τὴν ἀτεχνίαν τί ἐστιν. εἰ γὰρ ἡ τέχνη ἕξις μετὰ λόγου ἀληθοῦς ποιητική, ἔσται ἡ ἀτεχνία τοὐναντίον ποιητικὴ ἕξις μετὰ λόγου ψευδοῦς. τὰ μὲν γὰρ ἄλλα κατὰ τὰ αὐτὰ ἡ τέχνη καὶ ἡ ἀτεχνία, διαφέρουσι δὲ κατὰ τὸ ὀρθὸν καὶ διάστροφον καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἰσὶ δὲ ἄμφω καὶ περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν. οὐ γὰρ ἂν εἰς πλάνην καὶ εἰς ψεῦδος ἡ τέχνη ἐξέπιπτε καὶ ἀτεχνίαν εἶχεν ἐνεργοῦσαν περὶ τὰ αὐτῇ ὑποκείμενα, εἰ μὴ ἄλλως καὶ ἄλλως ἔχειν αὐτὰ ἐνεδέχετο.3

“因此,正如已经说过的,技艺是一种伴随真实理路的制作品质;相反,无技艺则是伴随虚假理路的制作品质,关乎能够有别样情况的事物。” 在针对当前的探讨充分阐述了关于技艺所必须说明的事项之后,他亦给出了它的对立面,即无技艺。因此他再次引入技艺的定义,以便通过并置对比来指明无技艺是什么。因为若技艺是伴随真实理路的制作品质,那么无技艺相反将是伴随虚假理路的制作品质。因为在其余方面技艺与无技艺完全一致,但它们在端正与歪曲、真实与虚假方面有所不同。而且二者皆关乎能够有别样情况的事物。因为若非这些事物容许有各种各样的情况,技艺便不会堕入迷误与虚假,也不会针对其基底对象产生运作中的无技艺。

语法注3 条
  1. 6.30ἱκανὸν ἐχούσης τὸ μέχρι τοῦ εὖ ὡς τέλος καταντᾶν αὐτῆς τὴν ἐνέργειαν

    ἱκανὸν ἐχούσης 为分词属格结构(承接前文的 τῆς δὲ πράξεως),ἐχούσης 的宾语是冠词引导的不定词短语 τὸ ... καταντᾶν αὐτῆς τὴν ἐνέργειαν,而 ἱκανόν 作宾语补足语(“以其活动达到……为充分”)。

  2. 6.30καὶ εἴη ἂν ὅτι

    带 ἄν 的祈愿语气 εἴη ἄν 表委婉推断的主句动词(“这应当在于……”),后续的 ὅτι 从句作为补足,解释亚里士多德与阿伽通之说法得以成立的方式与理由。

  3. 6.31οὐ γὰρ ἂν εἰς πλάνην καὶ εἰς ψεῦδος ἡ τέχνη ἐξέπιπτε καὶ ἀτεχνίαν εἶχεν ἐνεργοῦσαν περὶ τὰ αὐτῇ ὑποκείμενα, εἰ μὴ ἄλλως καὶ ἄλλως ἔχειν αὐτὰ ἐνεδέχετο

    非真实条件句(与过去或持续状态相反的假设),归结节采用 ἄν 配合未完成过去时直陈式(ἐξέπιπτε, εἶχεν),条件节采用 εἰ μή 配合未完成过去时直陈式(ἐνεδέχετο),意指“若基底事物不可能呈现不同状态,技艺亦不致陷入迷误或产生运作中的无技艺”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:301.26-302.33