- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:300.23-301.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将技艺的对象界定为生灭及偶然事物、且其动力原理在制作者之中(1140a10–14)的论述,欧斯特拉提乌斯将技艺的对象与必然事物及自然事物进行对照,阐明了作为内在原理的自然与作为外在原理的技艺之间的差异。
" Ἔστι δὲ τέχνη πᾶσα περὶ γένεσιν καὶ φθορὰν καὶ τὸ τεχνάζειν καὶ θεωρεῖν, ὅπως ἂν γένηταί τι τῶν ἐνδεχομένων καὶ εἶναι καὶ μὴ εἶναι. καὶ ὧν ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι, ἀλλ’ οὐκ ἐν τῷ ποιουμένῳ.1" Ἀποδοὺς τὴν τέχνην τί ἐστι, λέγει καὶ πάλιν περὶ τοῦ ὑποκειμένου αὐτῇ, ἵνα τελεώτερον αὐτὸ καταληψόμεθα. φησὶ γὰρ ὅτι πᾶσα τέχνη περὶ γένεσίν ἐστι, γένεσιν ὀνομάζων τὰ ἐνδεχόμενα, διὰ τὸ μὴ μένειν ἐν τῷ αὐτῷ. ἡ γὰρ ἐν ταὐτῷ μονὴ καὶ ἵδρυσις τῶν ἀναγκαίων καὶ ὑπὲρ γένεσιν ἴδιον, περὶ ἃ ἡ ἐπιστήμη, ἡ δὲ τέχνη περὶ ἐνδεχόμενα. τεχνάζει γὰρ καὶ θεωρεῖ, τουτέστιν οἴκοθεν ἐπιτηδεύει τῷ οἰκείῳ λόγῳ χρωμένη, ὅπως ἂν γένηταί τι τῶν ἐνδεχομένων καὶ εἶναι καὶ μὴ εἶναι. πρό τε γὰρ τοῦ γενέσθαι τὸ ἀπὸ τέχνης ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι, καὶ μετὰ τὸ γενέσθαι ἐνδέχεται καὶ ἀπογενέσθαι, ὥστε καὶ εἶναι καὶ μὴ εἶναι τὸ ἀπὸ τέχνης γεγενημένον ἐνδέχεται. καὶ τὸ ἀναγκαῖον αὐτῷ οὐδαμῶς ἄλλως, εἰ μή γε καθ’ ὑπόθεσιν,2 ὡς μὴ ἐνδεχόμενον ἅμα κατὰ ταὐτόν τε εἶναι καὶ μὴ εἶναι· ἵνα μὴ ἡ ἀντίφασις συναληθεύσῃ, τοῦ ἤδη γεγονότος καὶ ἀποβάντος λεγομένου μὴ εἶναι τότε ὅτεπερ ἔστι. τὸ δὲ ὧν ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι ἀλλ’ οὐκ ἐν τῷ ποιουμένῳ πρὸς ἀντιδιαστολὴν ἔθηκε τῶν φύσει γινομένων. ἔστι γὰρ ἰδεῖν καὶ τὴν φύσιν περὶ γένεσιν ἐνεργοῦσαν, ἀλλ’ ἡ μὲν φύσις ἐντὸς οὖσα καὶ διὰ τῶν σωμάτων χωροῦσα οὕτως ἐν αὐτοῖς ἐνεργεῖ, ἡ δὲ τέχνη οὐχ οὕτως ἀλλ’ ἐκτὸς οὖσα τῶν σωμάτων, περὶ ἃ καταγίνεται, οὕτως ἐν αὐτοῖς ἐνεργεῖ, καὶ οὕτως αὐτοῖς τὰ τεχνητὰ εἴδη ἐντίθησιν. ἐκτὸς γὰρ ἡ ἀνδριαντοποιητικὴ τοῦ χαλκοῦ καὶ ἡ τεκτονικὴ τοῦ ξύλου, ἐν τοῖς τεχνίταις δ’ οὖσαι καὶ ἄμφω οὕτω κινοῦσι τὰ ὑποκείμενα, διὸ καὶ ἐκτὸς αὐτῶν κατὰ τὴν ἐπιφάνειαν τὰ εἴδη περιτιθέασιν. ὥστε τὸ ποιητικὸν αἴτιον ἐν τοῖς τεχνητοῖς ἐν τῷ τεχνητῶς ἐνεργοῦντί ἐστιν, οὐκ ἐν τῷ ποιουμένῳ, ἤγουν ἐν τῷ ὑποκειμένῳ καὶ δεχομένῳ τὴν ποίησιν.
“一切技艺皆关乎生灭,并关乎设计与考察:既可存在亦可不存在的事物中,某种事物如何能够生成,以及那些原理在制作者中而不在被制作物中的事物。” 在阐明了技艺是什么之后,他又论述它的基底对象,以便我们能够更完全地把握它。因为他说,一切技艺皆关乎生成,把偶然之物称作“生成”,这是由于它们不保持在同一状态。因为保持并确立在同一状态,乃是必然之物及超越生成之物的固有特性,科学所关乎的正是这些,而技艺则关乎偶然之物。因为技艺设计并考察——即凭借其固有的理路从内部予以谋划——既可存在亦可不存在的事物中某种事物如何能够生成。因为在生成之前,源于技艺之物既可能生成亦可能不生成,而在生成之后,它亦可能消逝,以至于由技艺生成之物既可存在亦可不存在。而且其中的必然性绝非以其他方式存在,除非是出于假定,因为在同一方面不可能同时既存在又不存在;这是为了防止矛盾同时为真,即防止已经生成且已落实之物在它恰恰存在之时被说成不存在。而“其原理在制作者中而不在被制作物中”这一表述,是他为了将之与依自然而生成之物相区分而设立的。因为人们亦可见到自然在生成中运作,但自然身居内部并贯穿物体,从而以这种方式在物体中运作;技艺则不然,而是身居它所处理的物体之外,从而以这种方式在物体中运作,并以这种方式将人工形式赋予它们。因为雕像制作术在青铜之外,木工术在木材之外,二者皆居于工匠之中,并以这种方式驱动基底,所以它们亦从基底的外侧沿着表面赋予形式。因此,人工制品中的动力因存在于依技艺运作的人之中,而不在被制作物之中,即不在接受制作的基底之中。
"Οὔτε γὰρ τῶν ἐξ ἀνάγκης ὄντων ἢ γινομένων ἡ τέχνη ἐστὶν οὔτε τῶν κατὰ φύσιν· ἐν αὑτοῖς γὰρ ἔχουσι ταῦτα τὴν ἀρχήν." Διὰ τοῦτο, φησί, περὶ γένεσιν λέγομεν καὶ περὶ τὰ ἐνδεχόμενα τέχνην καταγίνεσθαι, διότι οὐκ ἔστι τέχνη τῶν ἐξ ἀνάγκης ὄντων ἢ γινομένων. οὐ μόνον γὰρ ὄντα ἐξ ἀνάγκης εἰσίν, ἀλλ’ εἰσὶ καὶ γινόμενα ἐξ ἀνάγκης· ὄντα μὲν αἱ ἄυλοι οὐσίαι καὶ ἀσώματοι καὶ αἱ οὐράνιαι σφαῖραι καὶ αἱ τῶν στοιχείων ὁλότητες (μένουσι γὰρ καὶ αὐτὰ ὑπὸ τοῦ δημιουργοῦ συνεχόμενα), γινόμενα δὲ αἵ τε κινήσεις τῶν οὐρανίων σφαιρῶν καὶ αἱ ὧραι τοῦ ἔτους, καὶ τὰ τοιαῦτα. κατὰ φύσιν δὲ τὰ ζῷα καὶ τὰ φυτά. τῶν μὲν οὖν ἀναγκαίων τῷ μὴ ἀνάγκῃ εἶναι τὰ τῇ τέχνῃ ὑποκείμενα διαφέρουσι,3 τῶν δὲ κατὰ φύσιν, ὅτι ταῦτα ἐν αὑτοῖς ἔχουσι τὴν ἀρχὴν τῆς κινήσεως.
“因为技艺既不关乎出于必然存在或生成之物,亦不关乎依自然之物;因为这些事物在自身中具有原理。” 他说,正因如此,我们才说技艺关乎生成并处理偶然之物,因为技艺不属于出于必然存在或生成之物。因为不仅有出于必然存在之物,亦有出于必然生成之物:出于必然存在之物乃是无质料且非身相的实体、天球以及诸元素的全体(因为这些事物本身亦由创世主所维系而留存),而出于必然生成之物则是天球的运动、一年的时节以及此类事物。另一方面,依自然之物则是动物与植物。因此,技艺的基底事物因不是出于必然存在而与必然之物相区别,而与依自然之物的区别则在于后者在自身中具有运动的原理。
- 6.28καὶ ὧν ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι, ἀλλ’ οὐκ ἐν τῷ ποιουμένῳ
关系代词 ὧν 引导的关系分句受句首介词 περί 支配,其自身包含省略的先行词(如 [περὶ τούτων] ὧν...)。因此,技艺不仅关乎生成及考察设计,亦统摄“其原理在制作者中……的那些事物”。
- 6.28καὶ τὸ ἀναγκαῖον αὐτῷ οὐδαμῶς ἄλλως, εἰ μή γε καθ’ ὑπόθεσιν
此处省略了系动词 ἐστί 的紧缩句式。主语为 τὸ ἀναγκαῖον(“必然性”),αὐτῷ 是指代由技艺生成之物(τὸ ἀπὸ τέχνης γεγενημένον)的领属或关涉与格。条件从句(εἰ μή γε...)将必然性的存在方式严格限制在“出于假定”(ex hypothesi)之内。
- 6.29τῶν μὲν οὖν ἀναγκαίων τῷ μὴ ἀνάγκῃ εἶναι τὰ τῇ τέχνῃ ὑποκείμενα διαφέρουσι
定式动词 διαφέρουσι(“区别于”)的主语是中性复数名词短语 τὰ τῇ τέχνῃ ὑποκείμενα(“技艺的基底事物”),动词复数形式与中性复数主语相呼应。属格 τῶν μὲν ἀναγκαίων 是表示比较/分离的对象,而带冠词不定式短语 τῷ μὴ ἀνάγκῃ εἶναι 则是表示原因或准则(“因并非出于必然存在”)的与格。
