← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§299.19-300.22

借助建筑术例证的技艺定义及其可换位性

针对亚里士多德以建筑术为例将技艺界定为“伴随真实理路的可制作品质”之处(1140a6),注释者阐明了该定义如何本质地述谓其种,并与整个技艺在外延上无增无减地相互换位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.27

" Ἐπεὶ δ’ ἡ οἰκοδομικὴ τέχνη τίς ἐστι καὶ ὅπερ ἕξις τις μετὰ λόγου ποιητική, καὶ οὐδεμία οὔτε τέχνη ἐστὶν ἣ οὐ μετὰ λόγου ποιητικὴ ἕξις ἐστὶν οὔτε τοιαύτη ἣ οὐ τέχνη, ταὐτὸν ἂν εἴη τέχνη καὶ ἕξις μετὰ λόγου ἀληθοῦς ποιητική." Μετὰ τὸ παραθέσθαι πρὸς ἀλλήλας τὴν πρακτικὴν καὶ τὴν ποιητικὴν καὶ δεῖξαι ταύτας ἑτέρας ἀλλήλων καὶ τοσοῦτον ὡς μὴ ὑποκεῖσθαι θατέραν τῇ ἑτέρᾳ, βούλεται νῦν ὁρίσασθαι τὴν τέχνην. παραλαμβάνει δὲ διὰ τὴν σαφήνειαν τὴν οἰκοδομικήν, μίαν καὶ αὐτὴν τῶν τεχνῶν, καὶ δείκνυσι δι’ αὐτῆς οἰκειότατον τῇ τέχνῃ τὸν ἀποδιδόμενον ὁρισμόν, ὡς καὶ ἀντιστρέφοντα πρὸς αὐτόν. φησὶ γὰρ ἐπεί δ’ ἡ οἰκοδομικὴ τέχνη ἐστίν, ἤτοι εἶδος τῆς ἁπλῶς τέχνης, καὶ διὰ τοῦτο ἕξις τις μετὰ λόγου ποιητική, ἤγουν τὸν ὁρισμὸν τὸν οὕτω λέγοντα δεχομένη ἡ τέχνη ἐστὶ καὶ εἶδος τέχνης (οὐ γὰρ ἁπλῶς τέχνη ἡ οἰκοδομική ἀλλά τις τέχνη ὡς εἶδος τῆς ἁπλῶς τέχνης) καὶ διὰ τοῦτο ἕξις τις μετὰ λόγου ποιητική, ὡς καὶ μερικῶς τὸν ὅρον τῆς τέχνης δεχομένης διὰ τὸ εἶδος εἶναι αὐτῆς. τὸ δὲ ὅπερ δηλοῦν κεῖται τὸ οὐσιωδῶς κατηγορεῖσθαι τῆς οἰκοδομικῆς τὴν τέχνην καὶ τὸν ὁρισμὸν αὐτῆς,1 ὡς εἴ τις λέγει τὸν ἄνθρωπον τὶ ζῷον εἶναι, καὶ ὅπερ οὐσία τις ἔμψυχος αἰσθητική, διὰ τὸ καὶ μέρος εἶναι τοῦ ζῴου τὸν ἄνθρωπον ὡς εἶδος εἰς γένος τὸ ζῷον ἀναφερόμενον. ἕκαστον γὰρ τῶν εἰδῶν ὅπερ τί ἐστι τὸ γένος αὐτοῦ, τοῦ ὅπερ δηλοῦντος τὴν οὐσιώδη κατηγορίαν τοῦ γένους κατὰ τοῦ εἴδους, καὶ ὡς ταὐτὸν ἔστιν εἰπεῖν ὅπερ τὶ ζῷον εἶναι τὸν ἄνθρωπον καὶ ὅπερ τινὰ οὐσίαν ἔμψυχον αἰσθητικήν, οὕτω καὶ τὴν οἰκοδομικὴν ταὐτὸν εἰπεῖν εἶναι τέχνην τινὰ καὶ ὅπερ ἕξιν τινὰ μετὰ λόγου ποιητικήν· ὡς τοῦ ὅρου τούτου ἐξισάζοντος πρὸς τὴν τέχνην καὶ ἀντιστρέφοντος. ταῦτα περὶ τῆς οἰκοδομικῆς εἰπὼν μεταβαίνει ἐπὶ τὸ καθόλου, καί φησι καὶ οὐδεμία οὔτε τέχνη ἐστὶν ἥτις οὐ μετὰ λόγου ποιητικὴ ἕξις ἐστὶν οὔτε τοιαύτη ἣ οὐ τέχνη, ὥστε ταὐτὸν ἂν εἴη τέχνη καὶ ἕξις μετὰ λόγου ἀληθοῦς ποιητική. καὶ ἔστι τὸ ὅλον τοιοῦτον, ὅτι ἐπεὶ οὐ μόνον ἡ οἰκοδομικὴ ἐπιδέχεται τοῦτον τὸν ὁρισμὸν ἀλλὰ καὶ πᾶσα τέχνη, καὶ οὐδενὶ ἑτέρῳ προσαρμόζει οὗτος ὁ λόγος, ὃ μὴ τέχνη ἐστίν, εἴη ἂν μόνης τῆς τέχνης καὶ πάσης καὶ ἀντιστρέφοι ἂν πρὸς αὐτήν, ὃ καὶ ἴδιον ὁρισμοῦ, λέγω δὴ τὸ μήτε τοῦ ὁριστοῦ παραλιμπάνειν ἔξωθεν μήτε περιέχειν τῶν φύσει ἀλλοτρίων αὐτοῦ.2 τὸ γὰρ εἰπεῖν οὐδεμία τέχνη ἐστὶν ἥτις οὐ μετὰ λόγου ποιητικὴ ἕξις ἐστὶν ταὐτόν ἐστι τῷ λέγειν ὅτι πᾶσα τέχνη τοιαύτη ἕξις ἐστί. τὸ δ’ ἀληθὲς κοινὸν πᾶσι τοῖς ἀπηριθμημένοις. ταῦτα γὰρ τὰ πέντε εἰσί, καθ’ ἃ μετὰ λόγου καὶ συνέσεως ἀληθεύειν ἄνθρωπος πέφυκεν, ἐπεὶ καὶ κύων ῥινηλατῶν ἀληθεύσειεν ἂν τὴν τοῦ κρυπτομένου κνωδάλου ποιούμενος ἔρευναν, ἀλλὰ οὐχὶ καὶ λόγος αὐτῷ καὶ σύνεσις πρόσεστι, μόνη δέ τις φυσικὴ ἐπιτηδειότης πρὸς ζήτησίν τε καὶ εὕρεσιν.

“既然建筑术是某种技艺,恰恰是伴随理路的某种可制作品质,并且既没有任何技艺不是伴随理路的可制作品质,也没有任何这样的[品质]不是技艺,那么技艺与伴随真实理路的可制作品质便应当是同一的。” 在将可行践与可制作相互对照,并表明二者彼此相异、以至于一者不隶属于另一者之后,他现在意欲界定技艺。为了清晰起见,他采纳了建筑术——它本身亦是诸技艺之一——并通过它表明,所赋予的定义对于技艺而言是最相称的,甚至与它相互换位。因为他说,既然建筑术是一种技艺——即单纯所谓技艺的一个种——并因此是伴随理路的某种可制作品质,意即因为它接受了如此表述的定义,它才既是技艺又是技艺的一个种(因为建筑术并非单纯所谓的技艺,而是作为单纯所谓技艺之种的某种特定技艺);并且正因如此,它作为技艺的一个种亦局部地接受了技艺的界说,因而是一种伴随理路的可制作品质。而“恰恰”这一用词被置于此处,是为了表明技艺及其定义是对建筑术的本质述谓,正如若有人说人是某种动物,恰恰是某种有灵魂的、具感知能力的身相那样,这是因为人作为种归属于作为属的动物,从而亦是动物的一部分。因为每个种恰恰就是其属本身,“恰恰”表明属对于种的本质述谓;正如说人恰恰是某种动物与说人恰恰是某种有灵魂的、具感知能力的身相是同一回事一样,说建筑术是某种技艺与说建筑术恰恰是伴随理路的某种可制作品质也是同一回事,因为这一定义与技艺相等并相互换位。在谈论了关于建筑术的这些之后,他过渡到普遍之物,并说道:“并且既没有任何技艺不是伴随理路的可制作品质,也没有任何这样的[品质]不是技艺,因此技艺与伴随真实理路的可制作品质便应当是同一的。”而整段大意如下:既然不仅建筑术接受这一定义,而且一切技艺皆接受之,并且这一界说不适合任何非技艺的其他事物,那么它就应当单单属于且属于全部技艺,并与技艺相互换位,而这正是定义的固有特征,我指的是:既不把被定义项遗漏在外,亦不包容在本质上与它相异之物。因为说“没有任何技艺不是伴随理路的可制作品质”,与说“一切技艺皆是此种品质”是同一回事。而“真实的”则是所有被列举的[品质]所共通的。因为正是依凭这五种品质,人在本性上能够伴随理路与理解力来把握真理;因为即便猎犬在循气味追寻隐藏的野兽时,亦可能把握到实情,但理路与理解力并不归属于它,归属于它的唯有对于搜寻与发现的某种自然适宜性。

语法注2 条
  1. 6.27τὸ δὲ ὅπερ δηλοῦν κεῖται τὸ οὐσιωδῶς κατηγορεῖσθαι τῆς οἰκοδομικῆς τὴν τέχνην καὶ τὸν ὁρισμὸν αὐτῆς

    动词 κεῖται 搭配表示目的或功能的补充不定式 δηλοῦν(“被置于此处以表明”),后者支配带定冠词的不定式短语 τὸ οὐσιωδῶς κατηγορεῖσθαι τῆς οἰκοδομικῆς τὴν τέχνην καὶ τὸν ὁρισμὸν αὐτῆς 作为其直接宾语。κεῖται 的主语是带冠词的引用词 τὸ ὅπερ。

  2. 6.27λέγω δὴ τὸ μήτε τοῦ ὁριστοῦ παραλιμπάνειν ἔξωθεν μήτε περιέχειν τῶν φύσει ἀλλοτρίων αὐτοῦ

    由 λέγω δὴ 引出的成分对前文的 ὃ καὶ ἴδιον ὁρισμοῦ(“定义的固有特征”)进行同位解释。在 μήτε τοῦ ὁριστοῦ παραλιμπάνειν ἔξωθεν 中,动词 παραλιμπάνειν 隐含了一个未明说的宾格宾语(如 τι),而 τοῦ ὁριστοῦ 充当由副词 ἔξωθεν 增强的分离属格。在后半句中,τῶν φύσει ἀλλοτρίων αὐτοῦ 则是动词 περιέχειν 所支配的部分属格(“不包容[任何]在本质上相异之物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:299.19-300.22