- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:29.1-30.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥解释了大众与智者关于幸福具体是何物所产生的分歧及随际遇发生的变化,注解了亚里士多德对主张“善自身”的柏拉图学说的提及,并阐明了挑选值得考察的意见的标准。
" Περὶ δὲ τῆς εὐδαιμονίας τίς ἐστιν ἀμφισβητοῦσι." Εἰπὼν πάντας εἰς τὸ αὐτὸ φέρεσθαι ὄνομα τῆς εὐδαιμονίας τούς τε πολλοὺς καὶ τοὺς χαρίεντας, πρὸ τοῦ τί ἐστι, τίς ἐξετάζει· ὧν τὸ μὲν τοῦ ὑποκειμένου, τὸ δὲ τοῦ οὐσιώδους λόγου δηλωτικόν.1 φησὶν οὖν ὅτι καὶ τοῦτο, λέγω δὲ τὸ τίς ἐστιν, ἀμφισβητεῖται τοῖς τε πολλοῖς καὶ τοῖς σοφοῖς πρὸς ἀλλήλους, καί τισι πολλοῖς πρὸς πολλοὺς καὶ σοφοῖς πρὸς σοφούς· ἐνίοτε δὲ καὶ πρὸς ἑαυτούς τινες διαφέρονται κατὰ τοῦτο, τῇ διαφορᾷ τῶν συμπιπτόντων ἑπόμενοι καὶ ὑπὸ τῶν καιρῶν τὰς ὀρέξεις ἐναλλαττόμενοι. οἱ μὲν οὖν πολλοὶ τῶν ἐναργῶν τι καὶ φανερῶν, ἤγουν τῶν αἰσθήσει ληπτῶν, ἡγοῦνται τὴν εὐδαιμονίαν ὑπάρχειν, οἷον ἡδονὴν ἢ πλοῦτον ἢ τιμήν. διὸ καὶ οἱ μὲν φιλήδονοι, οἱ δὲ φιλόπλουτοι, οἱ δὲ φιλότιμοι ἤτοι φιλόδοξοι δείκνυνται, ὅπερ ἡγεῖται ἀγαθὸν μεταδιώκοντες ἕκαστος· ἄλλοι δὲ ἄλλο τι τοιοῦτον· πολλάκις δὲ καὶ ὁ αὐτὸς ἕτερον· νοσήσας μὲν γάρ τις μακαρίους κρίνει τοὺς ὑγιαίνοντας, καὶ κρεῖττον πάντων ἀποφαίνεται τὴν ὑγείαν, ὑπὸ πενίας δὲ στενούμενος τὸν πλοῦτον ὑπερτίθησιν. οὕτω μὲν οἱ πολλοί· σοφίας δέ τις ἐπιμελόμενος καὶ συνειδὼς ἑαυτῷ λειπομένῳ τινὸς κατὰ σοφίαν2 θαυμάζει τὸν ὑπὲρ αὐτὸν εἰδότα καὶ λέγοντα.
“然而关于幸福究竟是什么,他们却有争议。” 在说明了众人与文雅之士都归向“幸福”这同一个名称之后,在考察“本质是什么”之前,他先考察了“具体是哪一个”;其中后者指示基底,前者指示本质规定。因此他说,这一点,即我所说的“具体是哪一个”,不仅在大众与智者之间彼此存在争议,而且在某些大众与大众之间、智者与智者之间也存在争议;甚至有时某些人在这一点上也与自身相矛盾,随着际遇的不同而改变,并在不同情境下转变自己的欲求。大众认为幸福属于显明且清晰可见的事物之一,亦即属于感官可把握的事物,例如快乐、财富或荣誉。因此,有的人显现为爱快乐者,有的人显现为爱财富者,有的人显现为爱荣誉者即爱名声者,各自追求自己认为是善的事物;另外的人则追求另外的这类事物;而且往往同一个人会追求不同的事物。因为某人患病时,便判定健康的人是有福的,并宣称健康优于一切事物;而在受到贫困逼迫时,他又将财富置于首位。大众的情况便是如此;而某个用心于智慧、并自知自己在智慧上不及某人的人,则赞叹那所知所言超越自己的人。
"Ἔνιοι δὲ ᾤοντο παρὰ τὰ πολλὰ ταῦτα." Τοῦτο περὶ Πλάτωνος ἔοικεν εἰρῆσθαι, ὃς τὸν θεὸν εἶναι τιθεὶς τὸ αὐτοαγαθὸν ἐκεῖνο ἐκέλευεν εἶναι πάσης αἴτιον ἀγαθότητος3 καὶ πᾶν ὅ ἐστιν ἀγαθὸν ἢ λέγεται, τῇ ἐκείνου μετοχῇ τοῦτο εἶναι καὶ λέγεσθαι ἐκεῖνο δὲ μή τινος μετοχῇ εἶναι ἀγαθὸν ἀλλὰ πρώτιστον ὂν ἁπάντων αὐτὸ δι’ ἑαυτὸ τοῦτο εἶναι καὶ λέγεσθαι. καίτοι ὁ μὲν νῦν λόγος οὐ περὶ τοῦ ἁπλῶς καὶ κοινοῦ ἀγαθοῦ τοῦ πρὸ πάντων ὄντος καὶ ἑαυτοῦ πᾶσι μεταδιδόντος καὶ πάντων μὲν ἐξῃρημένου, ὑπεροχικῶς δὲ θεωρουμένου ἐν ἅπασιν ἀλλὰ περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ καὶ τῆς τοῦ ἀνθρώπου ἰδίας φύσεως, ὡς ἕτερον μὲν εἶναι τοῦτο, ἕτερον δὲ πάντῃ περὶ οὗ ὁ Πλάτων λέγει, καθὰ καὶ οὗτος εἴρηκεν· εἴ γε ἄλλο τὸ πᾶσι κοινὸν τοῦ ἰδίᾳ φύσει τινὶ ἐφαρμόζοντος, ὡς δοκεῖ εἶναι περιττὸν περὶ ἑτέρου λέγοντα παρεξαγαγεῖν τὸν λόγον εἰς ἕτερα4 καὶ ἐξετάζειν ἐκεῖνο περὶ οὗ λέγειν τὴν ἀρχὴν οὐ προτέθειται. ἀλλ’ οὗτος πρόφασιν ζητῶν τοῦ Πλατωνικοῦ καθάψασθαι λόγου, τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ παρ’ ἐκείνου λεγόμενα εἰς μέσον ἐνταῦθα παρήγαγεν.
“但有些人认为在这些诸多事物之外[存在着……]”这似乎是针对柏拉图而言的。柏拉图设定神即是善自身,并主张它是所有善性的原因,而一切是善或被称为善的事物,皆因分有它而是善且如此被称呼;至于它自身则并非因分有某物而是善,而是作为万物之首,因自身而是善且如此被称呼。然而,当前的讨论并非关于那先于万物存在、将自身赋予一切、超绝于万物却又在万物中被超越地观照的无条件的共有之善,而是关于人类的善与人所固有的本性;因此这二者全然不同,正如他[亚里士多德]自己所言,柏拉图所谈论的是另一回事。倘若对一切共有的事物与适合于某种固有本性的事物不同,那么在谈论一件事物时却将论述引向他物、去考察自己起初并未打算谈论的对象,似乎就是多余的。但是他[亚里士多德]为了寻找攻击柏拉图学说的借口,便在此处将那人关于首要之善的说法搬了出来。
"Ἁπάσας μὲν οὖν ἴσως ἐξετάζειν τὰς δόξας ματαιότερον." Ἐπεὶ προλαβὼν πολλὴν εἶπε διαφορὰν εἶναι καὶ πλάνην τοῖς ἀνθρώποις περὶ τοῦ ἀγαθοῦ ὡς μὴ μόνον πρὸς ἀλλήλους διαφέρεσθαι τοὺς πολλοὺς καὶ τοὺς σοφούς, ἀλλά τινας καὶ πρὸς ἑαυτούς, διὰ τοῦτό φησιν ὅτι τὸ ἐξετάζειν τὰς περὶ τοῦ ἀγαθοῦ δόξας ἁπάσας περιττὸν εἴη. αἱ πολλαὶ γὰρ αὐτῶν προφανεῖς εἰσι πόρρω τῆς ἀληθείας. γένοιτο δ’ ἂν ἱκανῶς ἔχων ὁ λόγος, εἰ περὶ ἐκείνων ἐξετάσομεν,5 ὅσαι μάλιστα ἐγγίζουσι τῷ ἀληθεῖ, εἰ καὶ μὴ ἀκριβῶς ἐφικνοῦνται, ἢ δοκοῦσιν ἔχειν λόγον τινά, ὑφ’ ὧν καὶ ἐνδέχεται ἀπατηθῆναί τινα καὶ τοῦ ἀληθοῦς ἐκπεσεῖν. τῶν γὰρ πόρρω τῆς ἀληθείας δοξῶν οὐδεμία ἂν ἐφελκύσαιτο ἄνθρωπον φιλαλήθως ἐξετάζοντα καὶ συνετῶς, ὡς καὶ ἐπὶ τῶν αἰσθήσεων. φάτταν γάρ τις ἰδὼν οἰήσαιτο ἂν περιστερὰν οὐχὶ δὲ καὶ νῆτταν ἰδεῖν.
“因此,考察所有的意见或许是较徒劳的。” 由于他预先说过,人们关于善有着巨大的分歧与迷误,以至于不仅大众与智者彼此不同,甚至某些人也与自身相矛盾;因此他说,考察所有关于善的意见将是多余的。因为其中许多意见显而易见地远离真理。如果我们考察那些最切近真理的意见——即使它们并未精准达到真理——或者那些似乎具有某种道理、有可能使人受骗并偏离真理的意见,论述就会变得充分。因为远离真理的意见绝不会吸引一个追求真理且明智地进行考察的人,正如在诸感觉中也是如此。因为一个人看见斑尾林鸽,或许会以为自己看见了鸽子,但绝不会以为自己看见了鸭子。
- 1.29πρὸ τοῦ τί ἐστι, τίς ἐξετάζει· ὧν τὸ μὲν τοῦ ὑποκειμένου, τὸ δὲ τοῦ οὐσιώδους λόγου δηλωτικόν
在相关结构 τὸ μὲν... τὸ δὲ... 中,与前文的词序相对呈现交叉配置(chiasmus):τὸ μέν 指代后出现的 τίς(指示基底、具体承载物),而 τὸ δέ 指代先出现的 τί ἐστι(指示本质定义)。
- 1.29συνειδὼς ἑαυτῷ λειπομένῳ τινὸς κατὰ σοφίαν
分词 λειπομένῳ 采用与格,与由 συνειδώς 支配的反身代词 ἑαυτῷ 一致(符合 σύνοιδα ἐμαυτῷ“自知/自省”的常规搭配)。τινός 则是动词 λείπομαι(“逊色于”、“不及”)所要求的比较或分离属格。
- 1.30ἐκεῖνο ἐκέλευεν εἶναι πάσης αἴτιον ἀγαθότητος
动词 κελεύω 通常意为“命令”,但在此处学说阐述语境中意为“主张”、“断言”或“规定”,引导宾格加不定式结构(ἐκεῖνο εἶναι...)。
- 1.30ὡς δοκεῖ εἶναι περιττὸν περὶ ἑτέρου λέγοντα παρεξαγαγεῖν τὸν λόγον εἰς ἕτερα
由 ὡς 引导的结果或说明性从句。分词 λέγοντα 作为不定式 παρεξαγαγεῖν 的逻辑主语(泛指一般人的宾格)。整句构成了批评性论断:既然二者有别,那么偏离原论题去讨论他物就显得多余。
- 1.31γένοιτο δ’ ἂν ἱκανῶς ἔχων ὁ λόγος, εἰ περὶ ἐκείνων ἐξετάσομεν
一种混合条件句结构:归结分句采用 ἄν 搭配希求式(γένοιτο ἄν)表示潜在可能,而条件分句采用 εἰ 搭配将来直陈式(ἐξετάσομεν)。条件从句设定了切实可行的未来考察步骤(“若我们考察”),主句则推测其结果将是论述充分的。
