- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:298.7-299.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提奥斯注解了亚里士多德从科学知识的规定转向技艺规定的语境,阐明其如何将可有别样情形之事区分为制作与行动,并依据通俗用法(外篇之论)解释了制作与行动及其对应的两种具理路品质为何彼此截然不同,且不构成如属与种那般的包含关系。
" Περὶ μὲν οὖν ἐπιστήμης διωρίσθω τὸν τρόπον τοῦτον. τοῦ δ’ ἐνδεχομένου ἄλλως ἔχειν ἔστι τι καὶ ποιητὸν καὶ πρακτόν." Μετὰ τὸν περὶ ἐπιστήμης λόγον μέτεισιν ἐπὶ τὴν τέχνην, παριστῶν καὶ αὐτὴν τί τέ ἐστι καὶ τί διαφέρει τῶν ἄλλων ἕξεων, αἳ ἀπηρίθμηνται. ὥσπερ δ’ ἐπὶ τῆς ἐπιστήμης ἐποίησε τὸ αὐτῆς προχειρισάμενος ὑποκείμενον καὶ παραστήσας τὴν αὐτῆς ἰδιότητα, οὕτω καὶ ἐπὶ τῆς τέχνης ποιεῖ, παραλαμβάνων τὸ ἐνδεχόμενον καὶ διαιρῶν τοῦτο εἰς τὸ ποιητὸν καὶ πρακτόν. καὶ τὸ μὲν ποιητὸν τῇ τέχνῃ ἀποδίδωσι, τῇ πράξει δὲ τὸ πρακτόν, κἀντεῦθεν τὴν πρᾶξιν καὶ τὴν τέχνην δεικνύων τί ἀλλήλων διενηνόχασι, καὶ οὕτω τὰ ἴδια τῆς τέχνης ὡς πρὸς τὴν πρᾶξιν ἐκλεγόμενος καὶ αὐτὴν ὁριζόμενος ἄρχεται μὲν οὕτως τοῦ λόγου τοῦ δ’ ἐνδεχομένου ἄλλως ἔχειν ἔστι τι καὶ ποιητὸν καὶ πρακτόν. τὸν ἁρμόζοντα λόγον ἀποδιδοὺς τῇ ἐπιστήμῃ καὶ καταστήσας αὐτήν, ἐντεῦθεν τὸν περὶ τέχνης ποιεῖται λόγον. καὶ ἐπεὶ περὶ τὰ ἐνδεχόμενα ἡ τέχνη καταγίνεται, τὰ δὲ ἐνδεχόμενα διττὰ τῷ εἴδει, ὡς τὰ μὲν τῇ τέχνῃ ὑποκεῖσθαι, τὰ δὲ τῇ πράξει, παραδίδωσι πρότερον τὴν τῶν ἐνδεχομένων διαφοράν, ὡς ἂν δῆλον γένοιτο, ποῖα τούτων τῇ πράξει καὶ ποῖα τῇ τέχνῃ ὑπόκειται, καὶ οὕτως ὁρίζεται τὴν τέχνην. ἕτερον δ’ ἐστὶ ποίησις καὶ πρᾶξις· πιστεύομεν δὲ περὶ αὐτῶν καὶ τοῖς ἐξωτερικοῖς λόγοις. λαβὼν ὡς ὁμολογούμενον τὸ ἕτερα εἶναι ἀλλήλων τὴν ποίησιν καὶ πρᾶξιν, βεβαιοῦται τοῦτο ἐκ τῆς κοινῆς ὑπολήψεως καὶ λέγει πιστὴν εἶναι τὴν τούτων διαφοράν, ἐξ ὧν ἅπαντες περὶ αὐτῶν κοινῶς ὑπολαμβάνουσιν ἄνθρωποι. ἐξωτερικοὺς δ’ ὀνομάζει λόγους, οὓς ἔξω τῆς λογικῆς παραδόσεως κοινῶς τὰ πλήθη φασί, διὸ καὶ προστίθησι τοῖς κοινοῖς λόγοις ἀρκούμενος ὥσπερ συμπεραίνων ὥστε καὶ ἡ μετὰ λόγου πρακτικὴ ἕτερόν ἐστι τῆς μετὰ λόγου ποιητικῆς ἕξεως. ἄλλο πρακτικὴ καὶ ἄλλο πρᾶξις καὶ ἄλλο ποιητικὴ καὶ ἄλλο ποίησις. πρακτικὴ γὰρ καὶ ποιητικὴ ἕξεων ὀνόματα, πρᾶξις δὲ καὶ ποίησις προχειρίσεων.1 ἐπεὶ οὖν αἱ προχειρίσεις τῶν ἕξεων προχειρότεραί τε καὶ προδηλότεραι, διὰ τοῦτο ἐκ τῆς τῶν προχειρίσεων ἑτερότητος ἑτέρας εἶναι καὶ τὰς ἕξεις γνωρίζομεν. τὰς μὲν γὰρ προχειρίσεις ἐναργεῖς οὔσας καὶ τὰ πλήθη καταλαμβάνουσι, καὶ ἄλλο λέγουσιν εἶναι πρᾶξιν καὶ ἄλλο ποίησιν, καὶ οὔτε τὸ ποιηθὲν πραχθὲν ὀνομάζουσιν οὔτε τὸ πραχθὲν ποιηθέν. ἀλλὰ ποίημα καὶ ποιηθὲν τὸ πεποιημένον 〈καὶ πρᾶξιν〉 καὶ πραχθὲν τὸ πεπραγμένον. ἐκ δὲ τούτων καὶ τὰς ἕξεις, ὅθεν αἱ προχειρίσεις προβαίνουσιν, ἑτέρας εἶναι ἀλλήλων εὑρίσκομεν. διὰ τοῦτο καὶ ὡς συμπεραίνων ἐπήγαγεν, ὡς ἐπεὶ ἡ πρᾶξις καὶ ἡ ποίησις ἕτερα, δηλονότι καὶ ἡ μετὰ λόγου πρακτικὴ ἕτερον τῆς μετὰ λόγου ποιητικῆς ἕξεως. δεῖ δὲ ἐξακούειν τὴν ἕξιν ἐπ’ ἀμφοτέρων,2 ἔλαβε δὲ τὸ μετὰ λόγου καὶ ἐπ’ ἀμφοῖν, ὡς τῆς ἀπαριθμήσεως τὰς μετὰ λόγου παραλαμβανούσης ἕξεις ἢ καὶ δυνάμεις. οὐ γὰρ τὴν τυχοῦσαν πρακτικὴν καὶ ποιητικὴν δεῖ νοεῖν ἐνταυθοῖ ἀλλὰ τὰς μετὰ λόγου. αὗται γὰρ καὶ ἀληθεύειν πεφύκασι. καὶ οὐ περιέχεται ὑπ’ ἀλλήλων πρᾶξις καὶ ποίησις. οὔτε γὰρ ἡ πρᾶξις ποίησις ἐστιν οὔτε ἡ ποίησις πρᾶξίς ἐστιν. καὶ μήτις οἰέσθω, φησίν, ὡς οὕτως ἀλλήλων εἰσὶν ἕτεραι, ὡς τὴν μὲν περιέχειν τὴν δὲ περιέχεσθαι, οἷον ὡς ἐπὶ τῶν γενῶν ἔχει καὶ τῶν εἰδῶν. ἕτερα γὰρ πρὸς ἄλληλα καὶ τὰ εἴδη καὶ τὰ γένη. οὐ γὰρ ἂν ἐπερίσσευσε τῶν γενῶν τὰ εἴδη τῷ ἔχειν πλείους τῶν γενῶν τὰς οὐσιώδεις διαφοράς,3 ἀλλ’ ἡ πρᾶξις καὶ ἡ ποίησις οὐχ οὕτως ἀλλήλων ἕτερα. οὔτε γὰρ ἡ πρᾶξις περιέχει τὴν ποίησιν οὔτε ἡ ποίησις τὴν πρᾶξιν.
“关于科学知识,且依此方式加以界定。而在可有别样情形者之中,既有可制作之物,亦有可行践之物。” 在论述了科学知识之后,他转向技艺,阐明技艺本身是什么,以及它与所列举的其他品质有何不同。正如他在论及科学知识时,先行提出其底层基质并阐明其固有特征那样,他在技艺上也同样如此行事:采纳可有别样情形者,并将其区分为可制作之物与可行践之物。他将可制作之物归于技艺,而将可行践之物归于行动,由此揭示行动与技艺彼此有何区别,并以此方式相对于行动选拔出技艺的固有特征,界定技艺本身,从而这样开篇道:“而在可有别样情形者之中,既有可制作之物,亦有可行践之物。”在把相称的定义赋予科学知识并将其确立之后,他由此出发展开关于技艺的论述。并且,既然技艺是从事于可有别样情形之事的,而可有别样情形之事就形式而言是双重的,以至于一部分作为技艺的基底,另一部分作为行动的基底,因此他首先传授可有别样情形之事的区别,以使其中何者作为行动的基底、何者作为技艺的基底变得显明,并以此界定技艺。“制作与行动是相异的;关于它们,我们亦信从外篇之论。”在认定制作与行动彼此相异已达成共识之后,他从普遍的见解中证实了这一点,并说根据全人类关于它们所普遍持有的见解,这两者的区别是值得确信的。而他所谓的“外篇之论”,是指大众多在逻辑传授之外普遍言说的话,因此他满足于通俗的说法,仿佛作出推论般补充道:“所以伴随理路的可行践[品质],亦有别于伴随理路的可制作品质。”可行践[品质]是一回事,行动是另一回事;可制作[品质]是一回事,制作是另一回事。因为可行践与可制作是诸品质的名称,而行动与制作则是实际发显的[名称]。因此,既然诸品质的实际发显比诸品质本身更加切近且更加显著,我们便由此根据实际发显的相异性,认识到诸品质也是彼此相异的。因为实际发显乃是昭然明晰的,大众亦能把握,他们会说行动是一回事,制作是另一回事,他们既不把被制作之物称为被行践之物,也不把被行践之物称为被制作之物,而是把已生成之物称为制作物及被制作之物,把已实行之物称为〈行动及〉被行践之物。由此我们亦发现,实际发显所由以发出的那些品质,彼此也是相异的。为此,他亦仿佛作出推论般补言道,既然行动与制作是相异的,显然伴随理路的可行践[品质]亦有别于伴随理路的可制作品质。然而必须在两项中皆领会出“品质”一词,且他亦在两项中皆采用了“伴随理路”,因为这一列举所采纳的是伴随理路的诸品质或诸能力。因为在此不可设想任何随意的可行践与可制作品质,而应设想伴随理路的品质;因为这些品质在本性上乃是能够把握真理的。“行动与制作亦不相互包含。”因为行动既非制作,制作亦非行动。“绝不可有人认为,”他说,“它们彼此相异乃是如同一者包含而另一者被包含这般,就像属与种的情形那样。”因为种与属彼此之间亦是相异的;因为〔若非如此,〕种便不会通过拥有比属更多的本质差异而超出属;但行动与制作却并非依此种方式彼此相异。因为既非行动包含制作,亦非制作包含行动。
- 6.26πρᾶξις δὲ καὶ ποίησις προχειρίσεων
处于表语位置的属格 προχειρίσεων 承接前文的 ἕξεων ὀνόματα,需要补充省略的名词 ὀνόματα,即“行动与制作则是实际发显的[名称]”,以此与前文“可行践与可制作是诸品质的名称”构成明确的对称并置。
- 6.26δεῖ δὲ ἐξακούειν τὴν ἕξιν ἐπ’ ἀμφοτέρων
动词 ἐξακούειν 在此具有语法和训诂含义,意为“心领神会地补出”或“领会其隐含之义”。它指示读者在两项中都要领会出名词 ἕξις,即在仅有阴性形容词的 ἡ μετὰ λόγου πρακτική 中,亦应如后文 μετὰ λόγου ποιητικῆς ἕξεως 那样补充出 ἕξις。
- 6.26οὐ γὰρ ἂν ἐπερίσσευσε τῶν γενῶν τὰ εἴδη τῷ ἔχειν πλείους τῶν γενῶν τὰς οὐσιώδεις διαφοράς
此句为 ἄν + 直陈式不定过去时(ἐπερίσσευσε)构成的反事实条件句结构,用以论证前句“属与种彼此之间亦是相异的”:即“若非如此,种便不会因拥有比属更多的本质差异而超出属”。作者以此将具有包含关系的属种差异,与互不包含的制作和行动之差异进行对照。
