← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§296.32-298.6

对原理的优先知解与知性由肉躯中的醒悟

优斯特拉修依据亚里士多德的文句(1139b33),论证知者必须比结论更理解原理,并结合人的原始知性完全性、堕入肉躯世界以及理智如何经由感觉与归纳重新苏醒的过程进行阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.25

" Ὅταν γάρ, φησί, πιστεύῃ καὶ γνώριμοι αὐτῷ ὦσιν αἱ ἀρχαί, ἐπίσταται." Τοῦτό ἐστιν ὃ λέγει, ὅτι ἐπεὶ τρόπος ἐστὶ καὶ τοῦτο πίστεως καὶ πληροφορίας ἀμεταπείστου τὸ ἐξ ἐπαγωγῆς ἰέναι εἰς κατάληψιν τοῦ καθόλου καὶ γνώριμοι οὕτως αἱ ἀρχαὶ γίνονται, ἐξ ἀνάγκης ἂν καὶ τοῦτο ἐπιστήμη προσαγορεύοιτο. εἰ γὰρ μὴ μᾶλλον τοῦ συμπεράσματος, κατὰ συμβεβηκὸς ἕξει τὴν ἐπιστήμην. τοῦτο πρὸς πίστωσιν πλείονα εἴρηται τοῦ ὀρθῶς καὶ τοῦτο ἐπιστήμην κατονομάζεσθαι. εἰ γὰρ μὴ συλλογισμός ἐστιν, ἀλλ’ ἐπαγωγὴ τὸ ἐξ οὗ τὴν πίστωσιν αἱ ἀρχαὶ ἐπιδέχονται,〈δῆλον〉 ὅτι μᾶλλον τοῦ συμπεράσματος ἐκ τῆς ἐπαγωγῆς ταῖς ἀρχαῖς ἡ πίστωσις γίνεται, ἤπερ ἐκ τοῦ συλλογισμοῦ τῷ συμπεράσματι. εἰ γὰρ μὴ μᾶλλον τοῦ συμπεράσματος ἐπίσταται τὰς ἀρχὰς ὁ ἐπιστήμων αἳ δὴ ἐκ τῆς ἐπαγωγῆς δῆλαι γεγόνασιν, οὐκ ἂν ἕξει κυρίως τὴν ἐπιστήμην τοῦ συμπεράσματος, εἰ μὴ κατὰ συμβεβηκός, ὥστε δι’ ἐπίσης ἀδήλων γινώσκων τὸ ἄδηλον. ἐπεὶ γὰρ ἐκ τῆς ἐναργείας αὐτῆς τῶν πραγμάτων ἡ τῶν ἀρχῶν παράστασις γίνεται, πῶς οὐκ ἂν εἶεν αἱ ἀρχαὶ μᾶλλον δῆλαι τῆς διὰ συλλογισμοῦ τοῦ συμπεράσματος γνώσεως; τὸ γὰρ πᾶσαν χιόνα εἶναι λευκήν, γνώσει ὂν ἀμέσῳ καταληπτὸν καὶ ἁπλῇ ἐπιβολῇ τοῦ γινώσκοντος πρὸς τὸ γινωσκόμενον, πιστότερον πάντως ἐστὶ τῆς ἐμμέσου καὶ μετὰ συνθέσεως γνώσεως. καὶ οὐκ ἔστι πάντως καινὸν τὸ λεγόμενον οὐδὲ τῇ πρώτῃ πλάσει τοῦ ἀνθρώπου ἀσύμφωνον. τέλειος γὰρ ἐξ ἀρχῆς ὁ ἄνθρωπος παρὰ τοῦ δημιουργήσαντος πέπλασται καὶ μηδεμιᾶς λειπόμενος τῶν αὐτῷ συμβαλλομένων εἰς τελείωσιν ἕξεων. εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ σοφὸς καὶ οὐ μόνον διανοητικῶς ἀλλὰ καὶ νοερῶς ἐνεργῶν κατὰ τὸ ἀνάλογον τῆς φυσικῆς αὐτῷ τάξεως. τὸ δὲ νοερῶς ἐνεργεῖν τὸ ἀμέσως καταλαμβάνειν ἐστὶ τὰ νοούμενα ἁπλαῖς ἐπιβολαῖς αὐτοῖς ὑποβάλλοντα, εἰ μὲν οὖν μὴ τὴν τάξιν ἐκείνην καὶ τὸν θεσμόν, ὃν ἐκ τοῦ κτίσαντος εἴληφε, παραβέβηκεν ἀλλὰ πρὸς τὴν κρείττω ἑαυτοῦ ἀνανεύων διέμεινε, καὶ τῆς ἐκείνων ἀνενδότως ἐρῶν ἀπολαύσεως, τῶν δὲ χειρόνων τοσοῦτον εἴχετο, ὅσον προνοεῖσθαι αὐτῶν κατὰ τὸ ἀνάλογον τῆς προσηκούσης αὐτῷ τάξεώς τε καὶ φύσεως, διέμεινεν ἂν αὐτῷ καὶ τὸ τέλειον ἀπαράθραυστον. ἐπεὶ δ’ ἐλιχνεύθη περὶ τὰ χείρονα καὶ τῆς κατ’ αἴσθησιν ἀπολαύειν ζωῆς προτεθύμηκε τῆς πρὸς τὰ κρείττω καταπεφρονηκὼς ἀνανεύσεως, διὰ τοῦτο καὶ τῆς οἰκείας ἐκπέπτωκε τελειότητος, γενέσει τε ὑπέπεσε καὶ φθορᾷ, καὶ τὸ νοερὸν αὐτῷ ὄμμα συμμέμυσταί τε καὶ συγκεκάλυπται, τῆς παχυτέρας σαρκὸς καὶ θνητῆς ἐπιθολωσάσης αὐτό, ἐντεῦθεν καὶ τῆς αἰσθητικῆς δέδεκται γνώσεως,1 ἀμέσως μὲν ἐνεργούσης περὶ τὰ οἰκεῖα γνωστά, ἀφυπνιζούσης δὲ καὶ αὐτὸν ὥσπερ τῇ γενέσει καταδαρθάνοντα καὶ ἐξ ὧν αὐτὴ γινώσκει καθ’ ἕκαστα πρόφασιν αὐτῷ πρὸς τὴν τοῦ καθόλου ὑποτιθείσης σύστασιν καὶ ἐξ ἀμέσου ἐνεργείας τῆς ἑαυτοῦ, ἣν περὶ τὰ μερικὰ ἐπιδείκνυται, χορηγίαν αὐτῷ παρεχούσης τὰς κοινὰς ἐννοίας ἐπαγωγικῶς συνιστᾶν, ἐξ ὧν ἀμέσων οὐσῶν ὅτι καὶ ἐξ ἀμέσων ἀφορμῶν αὐτὰς ὁ νοῦς συναγήοχε, τὰ ἐπιστημονικὰ συνάγεται συμπεράσματα.2 ἐντεῦθεν καὶ τὸ τῆς ἀγνοίας ἀποτίθεται κάλυμμα, ἑαυτοῦ τε γίνεται καὶ τὸ ἐπαχθὲς τῆς ἐμπαθείας ἀποφορτιζόμενος, ἀνανεύει τε πρὸς τὰ κρείττω καὶ πρὸς αὐτὸν τὸν ποιήσαντα. εἰ γὰρ καὶ μὴ αὐτὸς ὁ νοῦς τῇ κατ’ οὐσίαν φθορᾷ ὑποπέπτωκεν, ἀλλά γε τοῖς κατ’ οὐσίαν συνεζευγμένος φθαρτοῖς, διέφθαρται καὶ αὐτὸς κατὰ τὴν ἐνέργειαν, μὴ δυνάμενος μήτε ἐν ἀτελέσι τηρεῖν τὸ τέλειον μήτε ἐν φθαρτοῖς τὸ παντελῶς ἄφθαρτον. ἀκολούθως ἄρα τῇ τε ἐξ ἀρχῆς τοῦ νοεροῦ τῆς ψυχῆς τελειότητι καὶ τῇ μετὰ ταῦτα ἐκπτώσει ἡ ἐπαγωγικὴ τῶν ἀξιωμάτων ἐν ταῖς ἐπιστήμαις ἐπισυμβέβηκε σύστασις.

“因为,”他说,“当他确信且诸原理对他而言是熟知的时,他便具有科学知识。” 他所说的是这个意思:既然从归纳走向把握普遍之物也是一种确信和不可动摇的坚信的方式,并且诸原理以此方式成为熟知的,那么这也必然被称为科学知识。“因为如果不比结论更熟知,他将偶性地拥有科学知识。”说这话是为了进一步证实,把这也称为科学知识乃是正确的。因为如果诸原理借以获得确信的并非三段论,而是归纳,那么〈显然〉,通过归纳为原理带来的确信,比起通过三段论为结论带来的确信,更优于对结论的确信。因为如果具有科学知识者并不比结论更理解那些经由归纳显明了的原理,那么除非是偶性地,否则他就不能真正地拥有关于结论的科学知识,以至于他是通过同样不显明之物去认识不显明之物。既然诸原理的呈现来自于事物本身的昭然明晰,那么诸原理怎能不比通过三段论得出的结论之知识更加显明呢?因为“一切雪都是白色的”,乃是通过直接认识、以及认识者对被认识者的单纯投向而可把握的,全然比伴随组合的间接认识更为可信。而所说的话绝非新奇之论,亦非与人的最初创造不协调。因为人自始就是被造物主造得完全的,毫不欠缺任何有助于他达到完全的品质。如果是这样,显而易见他也是有智慧的,并且不仅按理路思考,而且按照与他本性等第相当的比例进行知性活动。而进行知性活动,就是将单纯的投向施加于所知之物,从而直接把握它们。因此,如果人没有逾越他从造物主那里领受的那个等第和法规,而是始终仰望优于自身之物,不懈地渴望对那些事物的享有,并且仅在按照适于他的等第和本性进行预筹的限度内接触较劣之物,那么这种完全性本会在他身上完好无损地存留下来。然而,由于他贪恋较劣之物,渴望享受感官的生命,轻视了向优越之物的仰望,因此便从本有的完全性中堕落,屈从于生成与毁灭,而他的知性之眼亦紧闭并被遮盖,因为更粗糙且必死的肉躯使其混浊了;由此他也接受了感觉认识,这种感觉认识虽然就其特有的可知物而言是直接活动的,却唤醒了那仿佛在生成中昏睡的人本身,并从它所认识的个别事物中为他提供构成普遍之物的契机,且从它针对具体部分所展现的直接活动中,为他提供以归纳方式构成共同概念的资财——而从这些直接的概念中(它们之所以是直接的,乃是因为理智是从直接的根据中把它们汇聚起来的),推导出了科学的结论。由此,无知的覆盖物亦被除去,他得以复归于自身,卸去被动情感的沉重负担,重新仰望更优越之物并仰望造他者自身。因为即使理智本身并未屈从于本质上的毁灭,然而与本质上易朽之物结合在一起,它自身在活动上也遭到了破坏,既无法在不完全者之中保持完全,也无法在易朽者之中保持全然不朽。因此,与灵魂知性部分的最初完全性及其随后的堕落相应,诸科学中公理的归纳性构成便附随而至了。

语法注3 条
  1. 6.25ἐντεῦθεν καὶ τῆς αἰσθητικῆς δέδεκται γνώσεως

    动词 δέδεκται(δέχομαι 的完成时中被动态)在此处支配属格 τῆς αἰσθητικῆς γνώσεως。此处未用通常的宾格而用属格,体现了“分享/领受其中一部分”的部分性含义,或者受到了表示分享、享用类动词(如 ἀπολαύειν、μεταλαμβάνειν)的构词类比牵引。

  2. 6.25ἐξ ὧν ἀμέσων οὐσῶν ὅτι καὶ ἐξ ἀμέσων ἀφορμῶν αὐτὰς ὁ νοῦς συναγήοχε, τὰ ἐπιστημονικὰ συνάγεται συμπεράσματα

    关系代词短语 ἐξ ὧν(先行词为 τὰς κοινὰς ἐννοίας)后接与 ὧν 一致的分词短语 ἀμέσων οὐσῶν 及其因果 ὅτι 从句(ὅτι καὶ ἐξ ἀμέσων ἀφορμῶν αὐτὰς ὁ νοῦς συναγήοχε),随后连接至主谓语 συνάγεται。其骨干结构为:“从这些[共同概念]中——它们因理智从直接的根据将其汇聚而成为直接的——推导出了科学结论”。

  3. 6.25εἰ γὰρ μὴ μᾶλλον τοῦ συμペラ́σματος

    引用亚里士多德原文(1139b33–34)。依据上下文,动词或述部省略了前文引文中的 ἐπίσταται [τὰς ἀρχάς] 或 γνώριμοι [αἱ ἀρχαί],应补足理解为“因为如果[诸原理]并不比结论更[熟知/被理解]”。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:296.32-298.6