- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:295.26-296.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯依据亚里士多德的引文(1139b29)指出,对三段论第一原理的把握(归纳)也是一种科学知识,从而避免了无穷回溯;他通过工艺的比喻说明感觉仅是提供材料的仆从,进而化解了感觉会优于科学知识的疑难。
" Εἰσὶν ἄρα ἀρχαὶ ἐξ ὧν ὁ συλλογισμός, ὧν οὐκ ἔστι συλλογισμός· ἐπαγωγὴ ἄρα." Τοῦτο πρὸς πίστωσιν εἴρηται τοῦ εἶναι καὶ ἑτέραν ἐπιστήμην παρὰ τὴν διὰ συλλογισμοῦ γινομένην, ἣ καὶ ἀπόδειξις λέγεται, καὶ ἔστιν αὕτη ἡ τῆς ἀποδείξεως ἑτερότροπος, ἁρμοδία ταῖς ἀρχαῖς ἐξ ὧν ὁ συλλογισμός. καὶ διαβεβαιοῦται ἐκ τούτου τὸ εἶναι ἀρχὰς καὶ μὴ ὑπάρχειν ἀνάγκην τῆς ἐπ’ ἄπειρον ἀνόδου τοῖς ἀποδεικνύναι ὀφείλουσιν, ἱκανῆς οὔσης τῆς ἐπαγωγῆς ἐνεργείας τὸ καθόλου πιστοῦσθαι.1 ἄξιον δὲ ἀπορῆσαι πῶς οὐκ ἔσται κρείττων τῆς ἐπιστημονικῆς ἡ αἰσθητικὴ γνῶσις, εἰ ἐκ τῆς αἰσθήσεως αἱ ἀρχαὶ τῆς ἐπιστήμης τὴν σύστασιν ἔχουσιν. εἰ γὰρ ἐκ τῶν καθ’ ἕκαστα ἡ ἐπαγωγή, αὕτη δὲ τῶν ἀρχῶν ὑπάρχει βεβαίωσις, ἐκ τῆς αἰσθήσεως ἄρα τῶν ἀρχῶν ἡ βεβαίωσις, αἱ δὲ ἀρχαὶ τῆς ἐπιστήμης καὶ τῆς ἀποδείξεως αἴτιαι· ὥστε καὶ ἡ αἴσθησις τῆς ἀποδείξεως καὶ τῆς ἐπιστήμης αἰτία, τὸ δὲ αἴτιον κρεῖττον τοῦ οὗ αἴτιον, κρείττων ἄρα τῆς ἐπιστήμης ἡ αἴσθησις καὶ τοῖς ἀλόγοις οὖσα ὡς καὶ τοῖς λογικοῖς κοινή. ἔστι δὲ ἄτοπον τῶν λογικῶν κρείττω τὰ ἄλογα ἀναφαίνεσθαι,2 ἀλλ’ εἰ μὲν ὡς ποιητικὴ καὶ γεννητικὴ τῆς ἐπιστήμης αἰτία ταύτης ἐλέγετο, εἶχεν ἂν λόγον καὶ κρείττω τῆς ἐπιστήμης τὴν αἴσθησιν λέγεσθαι. εἰ δ’ ὡς ὑπουργὸς αὐτῆς καὶ λάτρις καὶ ὑπηρέτης αὕτη λυσιτελεῖ πρὸς τὴν σύστασιν, πῶς ἂν κρεῖττον ῥηθείη τὸ ὃ λατρεύει τοῦ ᾧ λατρεύειν καὶ ὑπηρετεῖν πέφυκεν. ἐπεὶ καὶ ἡ πριστικὴ τέχνη, λάτρις οὖσα τεκτονικῆς ὅτι αὐτὴ τὴν ὕλην εὐεργὸν τίθησιν οὐκ ἂν ῥηθείη ποτὲ κρείττων τεκτονικῆς, ὥσπερ οὐδὲ μεταλλικὴ χαλκευτικῆς ἢ ἀργυρευτικῆς ἢ χρυσευτικῆς, ὅτι ὕλην αὐταῖς ὑποτίθησιν. ἐπεὶ τοίνυν ἡ αἴσθησις ἐκ τῶν ἑαυτῇ γνωστῶν ὡς ὕλην τὰς προτάσεις τῇ ἀποδεικτικῇ καὶ ἐπιστημονικῇ ὑποτίθησι τὴν ἐνέργειαν ἔχουσα συνεργὸν εἰς τὴν σύστασιν τοῦ καθόλου, ὑπουργὸς ἂν ῥηθείη, οὐκ αἰτία γενητικὴ ἐπιστήμης καὶ ἀποδείξεως. ἴδε δ’ ὅτι καὶ ὕλη ἐστὶν ἐν τῇ ἀποδείξει καὶ ἐπιστήμῃ τὸ ὑποβαλλόμενον παρὰ τῆς αἰσθήσεως. ὕλη γὰρ ἡ πρότασις πρὸς τὸ συμπέρασμα, ἣν λαβοῦσα ὡς εὐεργὸν γενομένην διὰ τῆς τοῦ καθόλου συστάσεως διὰ τῆς ἐπαγωγῆς ἀποτελεσθέντος εἶδος αὐτῇ ἐπιτίθησιν, ὅ ἐστι τὸ συμπέρασμα. πῶς οὖν τὴν γεννητικὴν αἰτίαν τοῦ εἴδους ἐλάττω φήσομεν τῆς ὑπηρετούσης δυνάμεως πρὸς τὸ τὴν ὕλην εὐεργὸν γίνεσθαι; ἡ μὲν ἀποδεικτικὴ ἄρα ἐπιστήμη ἐστὶν ἕξις, καὶ ὅσα προσδιοριζόμεθα ἐν τοῖς Ἀναλυτικοῖς. τοῦτο συμπέρασμά ἐστι τῶν εἰρημένων, ὅτι δύο εἰσὶ τρόποι τῆς ἐπιστήμης, ὁ μὲν διὰ συλλογισμοῦ, ὃς ἕξις ἀποδεικτική ἐστιν ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ καὶ πρώτων καὶ αἰτίων τοῦ συμπεράσματος ἀποτελέσματος. ταῦτα γάρ ἐστιν ἃ ἐν τοῖς Ἀναλυτικοῖς διορίζεται. οὕτως εἰπόντα τὸν Ἀριστοτέλην ἔδει ἀποδοῦναι τὸν μερισμόν,3 ἵν’ εἴη καὶ ἡ λέξις σαφεστέρα. ἡ δὲ ἀπόδοσις ἦν ἵνα οὕτως εἴρητο, ἡ δὲ ἐπαγωγή, ἥτις τῶν καθόλου ἐστὶν ἐκ τῶν καθ’ ἕκαστα σύστασις. ὁ δ’ οὐχ οὕτως ἐποίησεν, ἀλλὰ τοῦτο μὲν ὡς δῆλον ὂν ἐκ τῶν εἰρημένων, παρέλιπεν, ἕτερον δέ τι ἐπήνεγκε, δι’ οὗ βεβαιοῦται ἐπιστήμην εἶναι καὶ τὴν καθόλου τῶν ἀρχῶν γνῶσιν συνισταμένην ἐκ τῶν καθ’ ἕκαστα.
“因此,存在着三段论所由出发的原理,关于这些原理是没有三段论的;因此是通过归纳。” 说这话是为了证实,除了通过三段论产生的、也被称为证明的知识之外,还存在着另一种科学知识;而这种知识在形态上不同于证明,适用于三段论所由出发的原理。由此牢固地确立了原理的存在,并且对于必须进行证明的人而言,并不存在走向无穷的回溯的必然性,因为归纳的活动足以确立对普遍之物的确信。然而值得提出疑难的是:如果科学知识的诸原理是由感觉构成的,那么感觉认识岂不是将优于科学知识吗?因为如果归纳来自个别事物,而归纳就是原理的证实,那么原理的证实就是来自感觉,而原理又是科学知识与证明的原因;从而感觉也是证明与科学知识的原因,而原因优于其作为原因的对象;因此感觉优于科学知识,尽管感觉不仅属于有理性的存在者,也共同属于无理性的存在者。然而,无理性者显得比有理性者更优越,这是荒谬的。但是,如果感觉被说成是科学知识的动力因和产生因,那么感觉被说成优于科学知识倒是有道理的。然而,如果感觉作为知识的助手、侍从和仆人而有助于其形成,那么服侍之物怎能被说成优于它生来应当服侍与效劳之物呢?因为锯木术作为木工术的仆人(因为它使木料变得易于加工),绝不会被说成优于木工术;正如采矿术绝不会优于铸铜术、银匠术或金匠术一样(因为它为它们提供材料)。既然如此,感觉从它自己所能知的事物中将前提作为材料提供给证明能力与科学能力,并具有一种协力构成普遍之物的活动,那么它只能被称为助手,而不能被称为科学知识与证明的产生因。还要看到,由感觉所提供的东西在证明和科学知识中乃是材料。因为前提对于结论而言就是材料,[科学能力]取得这经由归纳所完成的普遍之物的构成而变得易于加工的前提,便将形式即结论赋予它。那么,我们怎能说形式的产生因劣于那服务于使材料变得易于加工的能力呢?“因此,证明的科学知识是一种品质,以及我们在《分析篇》中所附加界定的一切。”这是由前述之言得出的结论,即科学知识有两种方式:一种是通过三段论,即由本质的、就其自身而言的、第一性的以及作为结论这一结果之原因的事物所构成的证明的品质。因为这些正是在《分析篇》中所界定的内容。亚里士多德在这样说了之后,本应当补全这一划分的对应项,以使文句更加明晰。而这对应项的表达本该是这样说的:“另一种则是归纳,它是从个别事物对普遍之物的构成。”但他并未这样做,而是将此作为根据前文已显明之事予以略去,反而引入了另一件事,通过它牢固确立了从个别事物构成的对原理的普遍认识也是科学知识。
- 6.24ἱκανῆς οὔσης τῆς ἐπαγωγῆς ἐνεργείας τὸ καθόλου πιστοῦσθαι
属格独立结构(ἱκανῆς οὔσης τῆς ἐπαγωγῆς ἐνεργείας),后接不定式 πιστοῦσθαι(以 τὸ καθόλου 为宾语)。该不定式依附于形容词 ἱκανῆς,表示限定或结果(“足以确信普遍之物”)。
- 6.24ἔστι δὲ ἄτοπον τῶν λογικῶν κρείττω τὰ ἄλογα ἀναφαίνεσθαι
无人称句式 ἔστι ἄτοπον(“……是荒谬的”),后接以 τὰ ἄλογα 为宾格主语、κρείττω 为宾格表语、τῶν λογικῶν 为比较属格的宾格不定式结构(ἀναφαίνεσθαι)作为真正的主语从句。
- 6.24οὕτως εἰπόντα τὸν Ἀριστοτέλην ἔδει ἀποδοῦναι τὸν μερισμόν
无人称动词 ἔδει(过去时,“本应当……”)与宾格不定式结构(τὸν Ἀριστοτέλην ... ἀποδοῦναι)连用,分词 εἰπόντα 在宾格上与不定式的逻辑主语 τὸν Ἀριστοτέλην 一致。接下来的 ἵνα ... εἴρητο 同样表达了本该如此表达的反事实期望。
