- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:294.29-295.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯注解了亚里士多德关于科学知识之可教性与预先认识之必要性的文本(1139b25),阐明了通过归纳(把握第一原理)与三段论(证明)这两种认识方式以避免无限倒退的论证结构。
" Ἔτι διδακτὴ πᾶσα ἐπιστήμη δοκεῖ εἶναι, καὶ τὸ ἐπιστητὸν μαθητόν. ἐκ προγινωσκομένων δὲ πᾶσα διδασκαλία, ὥσπερ καὶ ἐν τοῖς Ἀναλυτικοῖς λέγομεν. ἡ μὲν γὰρ δι’ ἐπαγωγῆς, ἡ δὲ συλλογισμῷ. "
“此外,一切科学知识似乎都是可教的,而可知之物是可学的。但一切教学都是从预先已知的事物出发的,正如我们在《分析篇》中所说的那样;因为一种教学是通过归纳,另一种则是通过三段论。”
Ἕτερον τῆς ἐπιστήμης προστίθησι γνώρισμα, ὅτι αὐτή τε διὰ διδασκαλίας ἡμῖν παραδίδοται πᾶσα, καὶ τὸ ὑποκείμενον αὐτῇ διὰ διδασκαλίας γινώσκεται. εἶπε δὲ τοῦτο καὶ τῶν Ὑστέρων Ἀναλυτικῶν ἀπαρχόμενος, ἔνθα καὶ τοῦτο προσέθηκεν, ὅτι χρὴ ἀεί τι προγινώσκειν τὸν ἐπιστήμην διδάσκεσθαι μέλλοντα, οὐ τὸ τυχὸν πάντως ἀλλ’ ὃ πρὸς τὴν μάθησιν τοῦ προκειμένου συμβάλλεται. ἵνα δὲ μὴ ἐπ’ ἄπειρον δόξῃ προβαίνειν ἥδε ἡ πρόγνωσις, ἵστησιν εὐφυῶς τὴν κατ’ αὐτὴν ἄνοδον εἰπὼν ἡ μὲν δι’ ἐπαγωγῆς, ἡ δὲ συλλογισμῷ. ἐπιστήμη μὲν γάρ πως καὶ ἡ τῶν ἀρχῶν κατάληψις, ἐπιστήμη δὲ καὶ ἡ ἐκ τῶν ἀρχῶν συνισταμένη ἀπόδειξις, μέσῳ τῷ αἰτίῳ χρωμένη τοῦ πράγματος καὶ δι’ αὐτοῦ συνιστῶσα τὸ συναγόμενον, ἀλλ’ ἄλλως μὲν ἡ τῶν ἀρχῶν κατάληψις γίνεται, ἄλλως δὲ ἡ ἐξ αὐτῶν γνῶσις τῶν συμπερασμάτων ἡμῖν ἐπέρχεται. καὶ τὴν διαφορὰν ἐπάγει αὐτὸς οὑτωσὶ λέγων ἡ μὲν δὴ ἐπαγωγὴ ἀρχή ἐστι καὶ τοῦ καθόλου. τὴν διαφορὰν ὡς ἐν τούτοις παρίστησι τοῦ τρόπου πῶς μὲν ἡ ἐπιστήμη τῶν ἀρχῶν παραγίνεται, πῶς δὲ ἡ τῶν ἐκ τῶν ἀρχῶν ἀποδεικνυμένων. αἱ μὲν γὰρ ἀρχαί, φησί, δι’ ἐπαγωγῆς ἡμῖν εἰς γνῶσιν ἔρχονται, πιστουμένων ἡμῶν τὰ καθόλου ἐκ τῶν καθ’ ἕκαστα, τῶν δὲ καθόλου ὁμολογηθέντων λαμβάνοντες ὡς ἤδη ὁμολογούμενα ταῦτα συντίθεμεν τὸν συλλογισμὸν καὶ ποιούμεθα τὴν τοῦ ζητουμένου ἀπόδειξιν. ὅτι μὲν γὰρ τὰ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα καὶ ἁπλῶς ὅτι τὰ κατά τι ταὐτὰ ἑνί τινι καὶ ἀλλήλοις ἐστὶ ταὐτά, πολλὰ παραγαγόντες καθ’ ἕκαστα καὶ ἑνὶ παραβαλόντες ὁτῳοῦν καὶ τῇ πρὸς ἐκεῖνο ταὐτότητι, καὶ ἀλλήλοις ὄντα ταὐτὰ παραστήσαντες, καὶ ἐπὶ διαφόρων πραγμάτων τοῦθ’ οὕτως ἔχον εὑρόντες τὸ καθόλου πιστούμενοι, τοῦτο δὲ λαβόντες καὶ ἐν μείζονι διαστήματι θέμενοι1 ἀλλήλοις εἶναι ἴσα δεικνύομεν τὰ ζητούμενα.2 καὶ ἐπὶ ἄλλων ἀρχῶν τὸ αὐτό, ὡς εἶναι διάφορον εἶδος τῆς ἐπιστήμης ἑκάτερον, ἤγουν τῶν τε ἀρχῶν καὶ τῶν ἐκ τῶν ἀρχῶν ἀποδεικνυμένων. διὸ καὶ ἐπάγει συμπεραινόμενος
他补充了科学知识的另一个特征:即知识本身全都是通过教学传授给我们的,而作为其基础的对象也是通过教学被认识的。他在《后分析篇》开篇时也说过这话,并在那里补充道:凡将要受教获得科学知识的人,必须始终预先知道某些事情,这绝非随意的任何事情,而是有助于学习所提出之论题的事情。但为了不使这种预先认识显得会走向无穷,他巧妙地通过说“一种是通过归纳,另一种则是通过三段论”,中止了这种认识上的回溯。因为在某种意义上,对第一原理的把握也是科学知识,而由第一原理所构成的证明——利用事物的原因为中项并通过它确立推得的结论——同样是科学知识;然而,对第一原理的把握以一种方式产生,而从第一原理得出结论的认识则以另一种方式临到我们。他自己也这样引出这种区别,说道:“归纳确实是原理,甚至是普遍之物的原理。”他通过这些言辞阐明了这种方式上的区别:即对第一原理的科学知识是如何获得的,而对从第一原理所证明之物的科学知识又是如何获得的。因为他说,第一原理是通过归纳进入我们的认识之中的,我们在由个别事物确信了普遍之物后,当普遍之物得到公认时,便把这些作为已被公认的前提而构成三段论,并对所探求的事物进行证明。因为,“与同一样事物相等的诸物彼此也相等”,并且简言之“在某方面与同一个事物相同的诸物彼此也相同”,我们通过列举许多个别事例,将它们与任何单个事物相比并根据与那事物同一性的关系,指明它们彼此也相同,且在各种不同事物上发现皆是如此,从而确信了这一普遍之物;随后采取这一普遍之物并将其置于大前提中,我们便表明所探求的诸物彼此相等。在其他第一原理上也是同样的情况,以至于两者构成了科学知识的相异的种,即对第一原理的科学知识与对由第一原理所证明之物的科学知识。因此他也在得出结论时继续说道:
- 6.23ἐν μείζονι διαστήματι θέμενοι
διάστημα 作为逻辑学术语指的是三段论中的“前提”或“命题”。此处与 μείζονι 结合,意为将其置于“大前提”中,描述了通过归纳所确信的普遍原理被用作三段论大前提的过程。
- 6.23ὅτι μὲν γὰρ τὰ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα καὶ ἁπλῶς ὅτι τὰ κατά τι ταὐτὰ ἑνί τινι καὶ ἀλλήλοις ἐστὶ ταὐτά, πολλὰ παραγαγόντες ... δεικνύομεν τὰ ζητούμενα
全句的主要句法骨架为 πολλὰ παραγαγόντες ... δεικνύομεν τὰ ζητούμενα(通过列举许多个别事例……我们表明所探求的事物)。句首的两个 ὅτι 从句(“与同一事物相等的……”以及“与同一个事物相同的……”)属于先取结构(prolepsis),预先引出了后续分词短语(特别是 εὑρόντες τὸ καθόλου πιστούμενοι)所确立的普遍命题的内容。
