← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§293.23-294.28

永恒原型对可感事物的本体论优先性

厄斯特拉条根据亚里士多德关于科学知识对象必为必然且永恒的界定,论证了永恒不可变的原型(可知觉实体)在本体论上先于生成消灭的可感事物,并在最后为其长篇的形而上学题外发挥作了辩解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.21#2

ἢ πάντως πρὸς τὰ κυρίως. τίνα δὲ τὰ κυρίως ἢ τὰ τὸ εἶναι βέβαιον ἔχοντα; ταῦτα δὲ τὰ ἀεὶ ὡσαύτως ἔχοντα. ταῦτα δὲ καὶ ἀΐδια καὶ ἀγένητα καὶ ἄφθαρτα. πρὸ τῶν προσκαίρων ἄρα τὰ ἀΐδια, πρὸ τῶν γενητῶν τὰ ἀγένητα, πρὸ τῶν φθαρτῶν τὰ ἄφθαρτα. ἔτι τὰ κυρίως εἶναί τι λεγόμενα μετοχῇ τινος κυρίως εἶναι ὃ ἔστι λέγεται,1 τὸ δὲ μετέχον ὄντος μετέχει τινός, ὥστε ἔσται τὸ ὄντως καὶ κυρίως ὂν καὶ καθ’ ὕπαρξιν πρὸ τοῦ μὴ κυρίως καὶ κατὰ μετοχὴν ὄντος. πρότερα ἄρα ἐξ ἀνάγκης τὰ ἀΐδια καὶ αἰώνια καὶ ὑπὲρ γένεσιν καὶ φθορὰν τῶν ἐν χρόνῳ καὶ γενητῶν καὶ φθαρτῶν. πάλιν ἐπεὶ ταῦτα τὰ ἐν γενέσει δῆλα ἐκ τῆς ἐνεργείας ἐστίν, ὅτι φθορᾷ ὑποτέθεινται, ἡ δὲ φθορὰ ἑκάστου τὸ ἑκάστου κακόν ἐστιν, ὅτι ἔκστασίς ἐστι τοῦ εἶναι ὃ ἔστι, τοῦτο δὲ τὸ ἴδιον αὐτοῦ ἀγαθόν, ἐν τῷ κακῷ ἄρα καὶ σὺν τῷ κακῷ ἑαυτῶν εἰσι τὰ τῇ φθορᾷ ὑποκείμενα, μήτε τὸ εἶναι αὐτὸ μήτε τὸ ἀγαθὸν εἰλικρινὲς ἔχοντα ἀλλὰ τῷ ἐναντίῳ ἐπίμικτον. πόθεν δὴ τούτοις τὸ εἶναι τοῖς οὕτως ἔχουσιν; ἢ γὰρ ἔκ τινος ἢ οὐδαμόθεν. ἀλλ’ εἰ οὐδαμόθεν, ἔσται ἀναίτια καὶ αὐτόματα. ἐξ ἑαυτῶν γὰρ εἶναι ἀδύνατον· ἦσαν γὰρ ἂν αὐτάρκη καὶ ἑαυτοῖς τοῦ ἀγαθοῦ χορηγὰ καὶ οὐκ ἂν φθορᾷ ὑπετέθειτο· ἀλλ’ εἰ αὐτόματα, πόθεν αὐτοῖς ἡ ἀκολούθησις καὶ ὡς ἐπὶ τὸ πολὺ ἡ τάξις καὶ τὸ ταὐτόν, εἰ μὴ ταῦτα μὲν ἐξ αἰτίας ἀγαθά, τὸ δ’ ὡς ἐπ’ ἔλαττον ἄτακτον, ἐκ τῆς ὕλης ἐπικρατοῦντος τοῦ ἀγαθοῦ καὶ εἰς τάξιν καὶ ὅρον τὸ ἄτακτον ἄγοντος,2 κἂν ἐκεῖνο ἀεὶ στέγειν τὴν τάξιν καὶ τὸν ὅρον μὴ δύνηται. τὸ δὲ αὐτόματον ὡς ἐπ’ ἔλαττον, οὐκ ἄρα ἐκ ταὐτομάτου, ἀλλ’ οὐδ’ ἔκ τινος ἑτέρου παρὰ τὸ ἀγαθόν. οὐ γὰρ ἂν οὕτως ἐπεκρατεῖτο καὶ εἰς τὴν τοῦ ἀγαθοῦ ἀπόλαυσιν ἤγετο ἐπὶ τὸ πλεῖστον ἀπολαῦον αὐτοῦ, εἰ ὑπό τινος ἑτέρου εἰς τὸ εἶναι παρὰ τὸ ἀγαθὸν ἤγετο. ὑπὸ τοῦ ἀγαθοῦ ἄρα ταῦτα πάντα εἰς τὸ εἶναι παράγεται, τῷ δὲ ἀγαθῷ οἰκειότατον μάλιστα ἐκ τῶν ὁμοίων τῆς ποιήσεως ἄρχεσθαι.3 ταῦτα δέ εἰσι τὰ εἰλικρινῶς ἀγαθὰ καὶ οἷς ἡ κακία τῆς φθορᾶς ἀνεπίμικτος. πρῶτα ἄρα τὰ ἀΐδια καὶ οἷς τὸ εἶναι ὑπὲρ χρόνον καὶ ὑπὲρ γένεσιν καὶ ὧν φθορὰ πορρωτάτω καὶ ἡ κατ’ οὐσίαν μεταβολή, ὡς δι’ αὐτῶν μέσων εἰς τὰ τῇδε χωρεῖν τὴν ποίησιν4 καὶ τὴν πρόνοιαν μέχρι καὶ τῶν ἐσχάτων διήκουσαν. ἐπεὶ δὲ καὶ σκιαὶ τὰ τῇδε διὰ τὸ παρέχεσθαι λέγονται, πᾶσαι δὲ σκιαὶ πρὸς ἀρχέτυπον ἀναφέρονται, δῆλον ἐντεῦθεν ἐστιν ὡς ἐκ κοινῆς μαρτυρίας, ὅτι εἰσὶν ἄλλα τέλεια καὶ ἀληθῆ, εἰς ἃ ταῦτα ὡς εἰς ἀρχέτυπα ἐκείνων ὄντα σκιαὶ ἀναφέρονται. ἔστιν ἄρα τὰ νοητὰ καὶ εἰλικρινῶς ἀγαθὰ καὶ τούτων ἀρχέτυπα καὶ νῷ μόνῳ ληπτὰ ὑπάρχοντα, καὶ ἀπὸ τοῦ τρόπου δὲ τῆς γνώσεως αὐτῆς ἔστι λαβεῖν τὴν ἐκείνων ὀντότητα καὶ ὅσον ὑπερέχει τῶν τῇδε, εἴ γε ταῦτα μὲν αἰσθήσει καὶ φαντασίᾳ ληπτά, ἐκεῖνα δὲ διανοίᾳ καὶ μάλιστα νῷ τῆς τῶν παθῶν ἀπαλλαττομένῳ ὀχλήσεως καὶ ἐν καθαρῷ ἱσταμένῳ καὶ τῷ πρώτῳ καταλαμπομένῳ φωτὶ καὶ τοῖς ἀκινήτοις ἐκείνοις ἀτρεμῶς ἐπιβάλλοντι. καὶ ἴσως ἄν τις πρὸς ἡμᾶς ὡς περιττοὺς ἀποσκώψειεν, ὅτι παρεκβάντες τοῦ προκειμένου τοσοῦτον λόγον παρεξετείναμεν, ἀλλ’ ἡμῖν ὁ πόθος πρόφασιν λαβὼν ἐκ τῶν Σταγειρίτου ῥήσεων, ταύτας τὰς ἐννοίας ἀπέτεκεν ὀνήσεις χορηγούσας τοῖς φιλολόγοις.

或者必然是与严格意义上的实在相比。而严格意义上的实在,除了那些具有稳固存在者之外又是什么呢?而这些就是永远保持原样的事物。并且这些事物亦是永恒的、非生成的且不灭的。因此,在暂时之物之先有永恒之物,在生成之物之先有非生成之物,在可灭之物之先有不灭之物。再者,凡被称为严格意义上是某物的事物,都是通过分有某物而被说成严格地是其所是,而分有者分有的是某种存在,因此真正且严格意义上的、依本有而存在之物,必在非严格意义上的、依分有而存在之物之先。因此必然地,永恒的、不朽的、在生成与消灭之上之物,先于在时间之中的、生成的且可灭之物。再者,既然生成之中的这些事物由现实活动显明是服从于消灭的,而各事物的消灭就是各事物的恶,因为这是偏离了其所是的存在,而这所是的存在就是它自身的本有之善,所以服从于消灭的事物乃是处于自身之恶中并伴随恶的,它们既不纯全地拥有存在本身,也不纯全地拥有善,而是掺杂着其相反者。那么,处于这种状态的事物,其存在究竟从何而来?因为要么来自某物,要么无所从来。但若无所从来,它们就将是没有原因且自发偶成的。因为它们绝不可能来自自身;否则它们就会是自足的、向自身供应善的,且不会服从于消灭。然而,若它们是自发偶成的,那么事物之间的相承、绝大多数情况下的秩序与同一性究竟从何而来呢?除非这些善的事物是出于某种原因,而较少数情况下的无秩序是出于质料,因为善占据主导并将无秩序导向秩序与界限,即便那〔无秩序之物〕无法永远容纳秩序与界限。由于自发偶成属于较少数情况,因此它们并非出于自发,但也绝非出于善之外的某种他物。因为若它们是由善之外的某种他物引向存在,就不会如此受支配,也不会在绝大多数情况下享受善并被引向对善的享受。因此,这一切事物都是由善产生而进入存在的,而对于善而言,最适宜的莫过于从与自身相似之物开始其创造。而这些就是纯全的善物,其中未混杂消灭之恶。因此居于首位的是永恒之物、其存在超越时间与生成之物、消灭与实体性变化距其最远之物,以便通过它们作为中介,创造与照管得以前往此世之物,贯通至最底层的末梢。再者,由于此世之物因其显现亦被称为阴影,而一切阴影都归结至原型,由此如同根据共同的见证便显而易见:存在着其他完全且真实的事物,此世之物作为彼等之阴影乃归结至彼等作为原型。因此,存在着可知的、纯全为善的、作为这些事物的原型的、仅能由理智把握的事物;且从认识本身的运作方式,亦能把握彼等之存在性及其超越此世之物何其巨大——若此世之物是由感觉和表象把握,而彼等则是由推论性思考、尤其是由摆脱了激情的纷扰、立于纯洁之中、被第一光明所照耀、坚定不移地投向彼等不动之物的理智所把握的话。或许有人会讥笑我们多此一举,说我们脱离了所提论题而把话语铺陈得如此冗长;但在我们看来,正是这以斯塔吉拉人的言论为由所激发的渴求,产出了这些为爱学者提供益处的见解。

语法注4 条
  1. 6.21τὰ κυρίως εἶναί τι λεγόμενα μετοχῇ τινος κυρίως εἶναι ὃ ἔστι λέγεται

    主语为 τὰ κυρίως εἶναί τι λεγόμενα(“被称为严格意义上是某物的事物”),主谓语动词为 λέγεται,支配补足不定式 κυρίως εἶναι ὃ ἔστι。μετοχῇ τινος 为方式或手段与格,意为“通过分有某物”。

  2. 6.21εἰ μὴ ταῦτα μὲν ἐξ αἰτίας ἀγαθά, τὸ δ’ ὡς ἐπ’ ἔλαττον ἄτακτον, ἐκ τῆς ὕλης ἐπικρατοῦντος τοῦ ἀγαθοῦ καὶ εἰς τάξιν καὶ ὅρον τὸ ἄτακτον ἄγοντος

    在 εἰ μή 从句中省略了谓语动词(如 ἐστί 或 γίγνεται)。结构上,ταῦτα μὲν [ἐστὶν] ἐξ αἰτίας ἀγαθά 与 τὸ δὲ ἄτακτον [ἐστὶν] ἐκ τῆς ὕλης 形成对照,后接的独立属格 ἐπικρατοῦντος τοῦ ἀγαθοῦ... 阐明了伴随情况或原因:“因为善占据主导并将无秩序导向……”。

  3. 6.21τῷ δὲ ἀγαθῷ οἰκειότατον μάλιστα ἐκ τῶν ὁμοίων τῆς ποιήσεως ἄρχεσθαι

    οἰκειότατον [ἐστί] 作非人称形容词谓语,真正的主语是动词不定式短语 ἄρχεσθαι。τῷ ἀγαθῷ 为关涉与格(“对于善而言”)。

  4. 6.21ὡς δι’ αὐτῶν μέσων εἰς τὰ τῇδε χωρεῖν τὴν ποίησιν

    ὡς 与不定式 χωρεῖν 结合表示结果(“以致……得以前往”)或既定目的。δι’ αὐτῶν μέσων 意为“通过它们作为中介”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:293.23-294.28