- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:292.11-293.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将科学知识的对象规定为必然且永恒之物(1139b19),欧斯特拉提乌斯分析了“处于观察之外”的两种解释(视觉看见与理智审察),并通过必然事物与可能事物的对比,论证了永恒之物何以必为非生成且不灭的。
" Πάντες γὰρ ὑπολαμβάνομεν, ὃ ἐπιστάμεθα μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν·1 τὰ δὲ ἐνδεχόμενα ἄλλως, ὅταν ἔξω τοῦ θεωρεῖν γένηται, λανθάνει εἰ ἔστιν ἢ μή. ἐξ ἀνάγκης ἄρα ἐστὶ τὸ ἐπιστητόν· ἀίδιον ἄρα. τὰ γὰρ ἐξ ἀνάγκης ὄντα ἁπλῶς πάντα ἀΐδια, τὰ δ’ ἀίδια ἀγένητα καὶ ἄφθαρτα." Πιστοῦται δὲ διὰ τούτων μεγίστην εἶναι τὴν κατὰ τὰ ὑποκείμενα διαφορὰν πρὸς ἀλλήλας τῆς τέχνης καὶ τῆς ἐπιστήμης, τῇ κοινῇ χρώμενος ἐννοίᾳ εἰς τὴν τοῦ προκειμένου παράστασιν. κοινὴ γάρ, φησίν, ὑπόληψις πᾶσι τοῖς ἀνθρώποις ἡμῖν ἐστιν, ἀδύνατον ἄλλως ἔχειν ὃ κατ’ ἐπιστήμην γινώσκομεν. ὅσα δὲ ἄλλως ἔχειν ἐνδέχεται, τοσοῦτον ἔχει τὸ πρὸς τὸ εἶναι ἀβέβαιον ὡς λανθάνειν εἰ καὶ ὅλως ἐστὶν ἢ μή, ὅταν ἔξω τοῦ θεωρεῖν γένηται. τὸ ἔξω τοῦ θεωρεῖν διττῶς ἐκληψόμεθα· ἢ γὰρ τὸ θεωρεῖν ἀντὶ τοῦ ὁρᾶν, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον, ὅτι τὰ δυνάμει ὄντα καὶ ἐνδεχόμενα τότε εἶναι ὑπολαμβάνομεν, ὅταν εἰς ἐνέργειαν ἔρχηται καὶ ὁρᾶται αἰσθητῶς ὡς παρόντα, ὅταν δὲ εἴη ἐν τῷ δυνάμει, λανθάνει, εἰ ὅλως ἔχει ἔμφασιν πρὸς τὸ εἶναι, καὶ τοῖς πάντῃ μὴ οὖσιν ὡμοίωται τότε. τὰ δὲ ἁπλῶς ἀναγκαῖα οὐχ οὕτως, ἀλλὰ καὶ μηδενὸς ὁρῶντός εἰσιν. ἢ οὖν οὕτως, ἢ τὸ θεωρεῖν ἀντὶ τοῦ νοεῖν καὶ ἐξετάζειν ληπτέον, ὡς τῶν μὲν ἀναγκαίων ὄντων, κἂν θεωρῇ τις περὶ αὐτῶν καὶ ἐξετάζῃ κἂν μή, καὶ τῶν ἐνδεχομένων λανθανόντων, εἰ ὅλως εἰσίν, ἐὰν μή τις ἐξετάζῃ περὶ αὐτῶν. τοῦτο δὲ γίνεται διὰ τὸ γλίσχρον καὶ ἀσθενὲς τοῦ εἶναι αὐτῶν, τῆς δυνάμει ἐπιμιξίας, ὃ τοῖς ἐνδεχομένοις ἀχωρίστως συμπάρεστιν, ἐπιπροσθούσης τῷ νῷ2 καὶ τὴν αὐτῶν ἀπαυγαζούσης ὀντότητα. ἐκ παραθέσεως τοίνυν ἀμφοῖν πρὸς ἄλληλα τῶν ἀναγκαίων καὶ ἐνδεχομένων συνάγει, τὸ ἀναγκαῖον εἶναι τὸ ἐπιστητὸν καὶ ἐκ τούτου τὸ ἀίδιον. ὃ γὰρ οὐκ ἐνδέχεται μὴ εἶναι, τοῦτο ἀναγκαῖον εἶναι, ὃ δὲ ἀναγκαῖον εἶναι, τοῦτο οὐκ ἔστι ὅτε οὐκ ἔστιν, ὃ δὲ οὕτως ἔχει, τοῦτο ἀΐδιον, ὡς εἶναι τὰ ἁπλῶς ἐξ ἀνάγκης πάντα ἀΐδια. ἁπλῶς δὲ λέγομεν ἐξ ἀνάγκης ὅσα μὴ καθ’ ὑπόθεσιν ἐξ ἀνάγκης, οἷον τὸ καθῆσθαί τινα ἔστ’ ἂν κάθηται ὁ καθήμενος, ἐξ ἀνάγκης εἶναι λέγομεν τὸ καθῆσθαι αὐτόν, ἀλλ’ οὐχὶ ἁπλῶς ἀλλ’ ἐξ ὑποθέσεως. τὰ δὲ ἀΐδια ἀγένητα καὶ ἄφθαρτα. οὐ γὰρ ἐνδέχεται ἄλλως ἀΐδια εἶναι αὐτά, εἰ μὴ εἴη ἀγένητά τε καὶ ἄφθαρτα. ἐκεῖνο γάρ ἐστιν ἀεί, ὃ οὐ κατὰ χρόνον ἔσχε τὸ εἶναι, ἀλλ’ ὑπὲρ χρόνον ἐστί. τὸ δ’ ὑπὲρ χρόνον καὶ ὑπὲρ γένεσιν. πᾶσα γὰρ γένεσις ἐν χρόνῳ, τὸ δὲ ὑπὲρ γένεσιν καὶ ὑπὲρ φθοράν. εἰ γὰρ ὑπὲρ φθορὰν τὸ ἀγένητον,3 εἰς τί φθαρήσεται; ἢ γὰρ εἰς ἀγένητον ἢ εἰς γενητόν. εἰ μὲν γὰρ εἰς ἀγένητον γέγονε φθαρέντος τοῦ ἀγενήτου, ἀγένητον, καὶ οὕτω γέγονε τὸ ἀγένητον, ὡς εἶναι τὸ αὐτὸ γενητὸν ὁμοῦ καὶ ἀγένητον, 〈εἰ δὲ εἰς γενητόν, μετέβαλλε πάλιν εἰς γενητὸν τὸ ἀγένητον, καὶ οὕτω πάλιν οὐκ ἔστιν ἀγένητον τὸ ἀγένητον〉, ἀλλὰ καὶ πεφυκότων μεταβάλλειν τῶν ἀγενήτων, οὐκ ἔσται τι ὑπὲρ γένεσιν. πάντες δὲ ὑπολαμβάνομεν οὐ μόνα εἶναι τὰ ἀγένητα, ἀλλὰ καὶ τὰ γενητά, ἀλλὰ ταῦτα μὲν οὐδὲ κυρίως ὄντα, ἀεὶ δὲ γινόμενα καὶ ἀπογινόμενα, ὄντως δὲ οὐδέποτε ὄντα κατὰ τὸν παρὰ Πλάτωνι Τίμαιον, εἶναι δὲ κυρίως ὄντα τὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, ἐπεὶ καὶ ἡ πρώτη ἀρχὴ ἀκίνητος πάντῃ καὶ ἀμετάβλητος. καὶ ἀπὸ τῶν αὐτῇ ὁμοιοτέρων ἀναγκαῖον αὐτὴν τῆς ποιήσεως ἄρχεσθαι, ἐν αἰῶνι ποιοῦσαν καὶ οὐκ ἐν χρόνῳ τὰ αἰώνια καὶ ἀΐδια, δευτέρως δὲ συνιστᾶν τὴν γένεσιν καὶ τὰ ὑπ’ αὐτήν, ἄλλως τε ἐπειδὴ τὰ ἐνταῦθα μὴ κυρίως ὄντα καὶ ἔστι καὶ λέγεται, πρὸς τίνα παραβαλλόμενα μὴ κυρίως εἶναι λέγεται;
“因为我们大家都认为,我们所科学认知的事物不可能处于其他状态;而关于可能处于其他状态的事物,当它们处于观察之外时,便无人知晓它们是否存在。因此,科学知识的对象出于必然;因而它是永恒的。因为凡纯然出于必然存在的事物全都是永恒的,而永恒的事物是非生成且不灭的。” 通过这些论述,他确证了技术与科学知识之间依其基础承受物而存在的差异是最大的,并运用共同概念来阐明所提出的论题。因为他说,对我们全人类而言,一个共同的看法是:依科学知识所认识的事物不可能处于其他状态。而凡是可能处于其他状态的事物,关于其存在具有如此大的不确定性,以致当它们处于观察之外时,人们甚至不知晓它们究竟是否存在。“处于观察之外”一句我们将从两方面来理解:因为要么将“观察”理解为“看见”,使得所说之意如下:即对于处在潜能中且可能的事物,我们只是在它们进入现实并作为现前之物被感觉看到时,才认为它们存在;而当它们处于潜能中时,它们是否根本具有朝向存在的显现便无人知晓,且在此时它们被等同于全然不存在之物;而纯然必然的事物并非如此,而是即便无人看见它们亦存在。因此,要么如此理解,要么将“观察”理解为“思考”与“审察”,使得必然之物无论是否有人对其进行观察与审察都在存在,而可能事物若无人在其上进行审察,它们究竟是否存在便无人知晓。而这种情况的发生,是由于它们存在的微弱与无力,因为潜能的混杂——这不可分离地伴随着可能事物——遮蔽了理智,并掩蔽了它们的存在性。因此,通过将必然事物与可能事物这两者进行相互对照,他推论出科学知识的对象是必然的,并由此推论出它是永恒的。因为不可能不存在的事物,就是必然存在的事物;而必然存在的事物,绝没有不存在的时刻;而处于这种状态的事物就是永恒的,以至于凡纯然出于必然之物全都是永恒的。我们所说的“纯然出于必然”,是指凡非出于假设而必然的事物;例如,某人坐着,只要坐者坐着,我们就说他坐着是必然的,但这并非纯然必然,而是出于假设。“而永恒的事物是非生成且不灭的。”因为它们不可能以其他方式成为永恒的,除非它们是非生成且不灭的。因为永远存在之物,不是依循时间获得其存在的,而是在时间之上的。而在时间之上者,亦在生成之上;因为一切生成都在时间之中,而在生成之上者亦在消灭之上。因为如果非生成之物是在消灭之上,它将消灭为何物?它要么消灭为非生成之物,要么消灭为生成之物。因为如果非生成之物消灭而生成为非生成之物,它便是非生成的,从而非生成之物被生成了,以致同一事物同时既是生成的又是非生成的;〈如果消灭为生成之物,非生成之物便又转化为了生成之物,从而非生成之物又不再是非生成之物〉;但即便非生成之物本性上是可转化的,也将没有任何事物是在生成之上了。然而我们全都认为,不仅存在着非生成之物,而且存在着生成之物;尽管根据柏拉图《蒂迈欧篇》中的说法,后者甚至不是严格意义上的实在,而是不断生成与消亡、绝非真正存在的,而严格意义上的实在则是那些永远依循自身同一且保持原样的事物,因为第一原理本身亦完全是不动的、不可变化的。而且第一原理必然从与自身更为相似的事物开始其创造,在永恒之中而非在时间之中创造永恒且不朽的事物,而在第二位阶上构成生成及其所属的事物;更何况,此世之物既然存在且被称为非真正意义上的实在,那么它们是与何物相比才被称为非真正存在的呢?
- 6.21ὃ ἐπιστάμεθα μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν
关系代词从句 ὃ ἐπιστάμεθα 包含其先行词,充当不定式短语 μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν 的意义上的主语(宾格主语)。整个结构构成主动词 ὑπολαμβάνομεν 所支配的“宾格加不定式”结构(“我们认为我们所科学认知的事物不可能处于其他状态”)。
- 6.21τῆς δυνάμει ἐπιμιξίας, ὃ τοῖς ἐνδεχομένοις ἀχωρίστως συμπάρεστιν, ἐπιπροσθούσης τῷ νῷ
短语 τῆς δυνάμει ἐπιμιξίας ... ἐπιπροσθούσης 是表示原因的属格独立结构。中间插入的关系代词 ὃ(中性单数)在形式上未与阴性先行词 ἐπιμιξίας 的性保持一致,而是在概念上统摄“潜能”(τὸ δυνάμει)这一实质概念,或指代“存在潜能混杂”这一整体事实。
- 6.21εἰ μὲν γὰρ εἰς ἀγένητον γέγονε φθαρέντος τοῦ ἀγενήτου, ἀγένητον
短语 φθαρέντος τοῦ ἀγενήτου 是表示时间或条件的属格独立结构。分句末尾的 ἀγένητον 是表语形容词,省略了系动词(ἔσται 或 ἐστίν)及主语(“因为如果非生成之物消灭而生成为非生成之物,[所得之物]便也是非生成的”),构成了归谬法论证中高度紧凑的推论步骤。
