- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:291.6-292.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《尼各马可伦理学》1139b18开始精确界定科学知识,注解者由此阐释为何必须在相近品质的相似性中辨析其差别,并基于完备程度及其对象的本体地位说明了列举顺序与讲授顺序相异的原因。
" Ἐπιστήμη μὲν οὖν τί ἐστιν, ἐντεῦθεν φανερόν, εἰ δεῖ ἀκριβολογεῖσθαι καὶ μὴ ἀκολουθεῖν ταῖς ὁμοιότησιν." Ἐντεῦθεν ἄρχεται ποιῆσαι τὸν περὶ ἑκάστου λόγον τῶν ἀπηριθμημένων τί τε ἕκαστον αὐτῶν διδάσκων καὶ τί διαφέρει τῶν λοιπῶν. ἀλλ’ ἐπεὶ συγγενῆ ὄντα ταῦτα ἔχει καί τινα ὁμοιότητα πρὸς ἄλληλα καὶ συμβαίνει περὶ τὴν ἀκριβῆ τούτων κατάληψιν συγκεῖσθαι1 τὴν διάνοιαν ὡς ἀγνοεῖν τὰς διαφορὰς καὶ ἄλλο ἀντὶ ἄλλου ὑπολαμβάνειν αὐτῶν, διὰ τοῦτό φησιν, εἰ δεῖ ἀκριβολογεῖσθαι καὶ μὴ ἀκολουθεῖν ταῖς ὁμοιότησιν. ὥσπερ γὰρ περιστερᾶς τε καὶ φάττης ἔστι μὲν ὁμοιότης, ἀλλ’ οὐ διὰ τοῦτο χρὴ λέγειν ταὐτὸν εἶναι φάττην τε καὶ περιστεράν, διαστέλλειν δὲ αὐτὰς ἀπ’ ἀλλήλων ταῖς προσούσαις διαφοραῖς, οὕτω καὶ εἰ ἡ τέχνη καὶ ἡ ἐπιστήμη πρὸς ἀλλήλας ἔχουσιν ὁμοιότητα, ὅτι τε αἰτίας τῶν παρ’ αὐταῖς ἐνεργουμένων ἀποδιδόασι καὶ ὅτι τάξει χρῶνται περὶ τὴν μάθησιν, ἧς ἄνευ αὐτὰς κατορθωθῆναι ἀδύνατον, ἴσως δὲ καὶ ἄλλα τινά, οὐ διὰ ταύτας τὰς κοινωνίας χρὴ μίαν καὶ τὴν αὐτὴν οἴεσθαι εἶναι τέχνην τε καὶ ἐπιστήμην, ἀλλὰ καὶ τὰς διαφορὰς αὐτῶν ἐξετάζοντας ἑτέρας εἶναι τῷ εἴδει λέγειν αὐτάς· οὕτω καὶ ἐπὶ τῶν λοιπῶν. ὅρα δὲ ὅτι ἀπαριθμούμενος μὲν τὰ πέντε ταῦτα τέχνην ἔταξε πρώτην, εἶτ’ ἐπιστήμην, καὶ τρίτην φρόνησιν, μετὰ δὲ σοφίαν καὶ νοῦν, ἐπεξιὼν δὲ τοὺς λόγους ἑκάστου ἀπὸ πρώτης ἤρξατο τῆς ἐπιστήμης, ὅτι ἐκεῖ μὲν τὸ ἑαυτοῦ ἐτήρησε σύνηθες, ἐκ τοῦ ἀτελεστέρου ἀρξάμενος, τῆς τέχνης, εἶτα εἰς τὴν ἐπιστήμην ὡς τελεωτέραν προβάς, τὴν δὲ φρόνησιν σοφίᾳ καὶ νῷ συνέταξε διὰ τὴν συγγένειαν καὶ τὸ κοινωνεῖν τὴν φρόνησιν τῷ νῷ κατὰ τοὔνομα. πρακτικὸς γὰρ νοῦς ἡ φρόνησις ὀνομάζεται, περὶ τὰ συμφέροντα τῷ βίῳ τῶν ἀνθρώπων καταγινόμενος, ὡς εἶναι κἀνταῦθα τὴν φρόνησιν προταττομένην ὡς καταδεεστέραν σοφίας καὶ νοῦ, σοφίαν δὲ πρὸ τοῦ νοῦ, ὅτι ὁ νοῦς τὸ κορυφαιότατον καὶ τὸ τῆς σοφίας γεννητικόν. εἰσὶ δ’ οἳ καὶ φρόνησιν ἁπλῶς τὴν τῶν ὄντων γνῶσιν κατονομάζουσιν, ἀλλὰ περὶ μὲν τούτων ἀφείσθω τὰ νῦν· ποιητέον δὲ τὸν λόγον ἑπομένως τῷ Ἀριστοτέλῃ. ἐν δὲ τῷ παραδιδόναι περὶ ἑκάστου τῶν πέντε τὴν ἐπιστήμην τῆς τέχνης προέταξεν ὡς ἀκριβεστέραν καὶ τελειοτέραν καὶ περὶ τὰ ὄντα καταγινομένην ἢ καὶ περὶ τὰ ἀναγκαίως γινόμενα, τῆς τέχνης περὶ τὰ ἐνδεχόμενα τὴν πᾶσαν καταβαλλομένης σπουδήν, ἐπεὶ καὶ τὰ ὄντα φύσει πρότερα τῶν γινομένων εἰσὶ καὶ ἐνέργειαί εἰσιν ἄνευ τοῦ δυνάμει, τὰ δὲ ἐνδεχόμενα ἐν δυνάμει ἔχει τὸ εἶναι μηδέποτε αὐτοῦ ἀπαλλαττόμενα. καὶ γὰρ ὅταν εἰς ἐνέργειαν προβῇ ἐνεργείᾳ ὄν, τόδε δυνάμει ἐστὶ τὸ ἀντικείμενον, καὶ ὁ Ἀριστοτέλης δὲ αὐτὸς τὰ ὑπὲρ γένεσιν τῶν γενητῶν προτιθεμένων2 ἐν τῷ Περὶ ἑρμηνείας βιβλίῳ, δυνάμεως προτέραν τὴν ἐνέργειαν εἴρηκεν, ἐνεργείᾳ ὀνομάζων τὰ ἀγένητα καὶ ἀίδια, δυνάμει δὲ τὰ γενέσει ὑποκείμενα καὶ φθορᾷ, δι’ ἣν αἰτίαν καὶ τελεωτέραν τὴν ἔκθεσιν ποιούμενος τῶν προτάσεων ἐν τῷ τετάρτῳ τμήματι τὸ ἀναγκαῖον εἶναι τῶν ἄλλων προτέταχεν, ἵνα τῇ κατ’ αὐτὸ ἀντιφάσει ὡς φύσει προηγουμένῃ αἱ τῶν ἄλλων ἀντιφάσεις ἀκολουθήσωσιν.
“那么,科学知识是什么,如果应当精确立论而不随从相似性,从下文便清楚了。” 从这里开始,他着手对所列举的每一项作出论述,既指明它们各自是什么,又指明它与其余诸项有何不同。然而,由于这些属于同类,彼此之间亦具有某种相似性,以致理智在对其进行准确把握时发生混乱,从而不知其差别,把其中的一项当作另一项,因此他说,“如果应当精确立论而不随从相似性”。因为正如鸽子与斑鸠之间确有相似之处,但并不因此就应当说斑鸠与鸽子是同一的,而应当凭其现存的差别将它们彼此区分开来;同样,即使技术与科学知识彼此具有相似性——既在于它们说明由自身所施行的事物的因由,又在于它们在学习中采用某种次序,若无这次序它们便不可能被成就,或许还在于其他某些方面——亦不应当因这些共通性而认为技术与科学知识是一且同一的,反而应当同时考察它们的差别,断言它们在种上彼此相异;在其余诸项上亦是如此。然而请注意,当列举这五者时,他把技术排在第一位,随后是科学知识,第三是明智,其后是智慧与理智;但在逐一论述它们各自的界说时,他却从科学知识开始,这是因为在列举时他遵循了自身的习惯,从较不完备的技术开始,随后进展到作为更完备的科学知识,而由于亲缘性以及明智在名称上与理智相共通,他把明智与智慧及理智并列。因为明智被称为实践理智,关涉对人类生活有益的事物,以至于在此明智亦因逊于智慧和理智而被置于它们之前,而智慧被置于理智之前,因为理智是最首要者,且是智慧的生成者。固然,亦有人把对实在之物的认识单纯称为明智,但关于这些暂时先搁置不谈;我们必须追随亚里士多德来作论述。而在传授关于这五者中每一者的规定时,他把科学知识置于技术之前,因为科学知识更精确、更完备,且关涉实在之物或必然生成的事物,而技术则把全部精力倾注于可能事物;因为实在之物在自然上先于生成之物,且是不带潜能的现实,而可能事物则在潜能中具有其存在,绝不脱离潜能。因为即便某物作为现实之物而走向实现活动,这相对立的另一事物亦在潜能之中;亚里士多德自身亦在《解释篇》中把超越生成之物置于被生成之物前,断言现实先于潜能,将非生成且永恒之物称为现实,而将服从于生成与毁灭之物称为潜能;正因这一缘故,他在第四部分对命题作出更完备的阐列时,亦把“必然存在”置于其他各项之前,以便其他矛盾对立能够随伴着依其而立的矛盾对立,因后者在自然上居于优先地位。
- 6.20συγκεῖσθαι
此词虽在形态上与 συντίθημι(被组合)的完成时同形,但在此语境中表示理智“陷入混乱、混淆”(源于 συγχέω 的用法),紧随其后的结果从句 ὡς ἀγνοεῖν(以致不知)证实了这一解读。
- 6.20τὰ ὑπὲρ γένεσιν τῶν γενητῶν προτιθεμένων
προτιθεμένων 被理解为无显性主词的属格绝对结构,承接前述的亚里士多德,表伴随背景(“在[亚里士多德]将超越生成之物置于被生成之物前之时”)。τῶν γενητῶν 作比较属格,与分词中的前缀 προ- 相应。
