- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:289.29-291.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥解决了上一语段中提出的两重疑难(关于言论形式的界定,以及关涉可能事物的技术与明智为何被称为必然达致真理),指出技术与明智的失误并非源于品质自身,而是由于质料的不稳定性,这与因自身缺陷而犯错的意见和假定截然不同。
τοῖς περὶ τοῦ ἀναγκαίου ἄρα θεωροῦσιν ἀνάγκη καὶ τὸ ἀληθεύειν, ὅταν περὶ αὐτῶν ἀποφαίνωνται, τοῖς δὲ περὶ τῶν ἐνδεχομένων οὐκ ἀναγκαῖον, ὥστε ἔοικεν ὁ Ἀριστοτέλης μὴ συμφώνως τοῖς πράγμασι τέχνην συντάξαι καὶ φρόνησιν ταῖς ἁπλῶς ἀληθευούσαις ἕξεσι. τί οὖν ἐροῦμεν πρὸς ταῦτα ἡμεῖς; ἢ ὅπερ ἂν χορηγήσῃ ἡ πρώτη ἀλήθεια. τὴν μὲν οὖν πρώτην ἀπορίαν οὕτω λυτέον. ἔστι μὲν γὰρ ἡ ἀλήθεια καὶ ἐν λόγοις καὶ πράγμασιν, ἐν μὲν πράγμασιν, ὅταν ἕκαστον ὅπερ ἔστιν 〈ἐστὶν〉 ἀεὶ καὶ ὡσαύτως, ἐν δὲ λόγοις ὅταν περὶ τοῦ ὄντος ὡς ἔστιν ἀποφαινώμεθα, διαφέρουσι δὲ ἀλλήλων αἱ ἀλήθειαι αὗται, ὅτι ἡ μὲν εἰλικρινὲς ἔχει τὸ ἀληθές, ἡ δὲ ἐν λόγοις καὶ ἀποφάνσεσιν ἔχει τι καὶ μὴ ἀληθές, ὅτι ἐξ ἁπλῶν φωνῶν σύγκειται.1 οὐδὲν δὲ ἀληθὲς ἢ ψεῦδος δηλοῦν ἁπλῆ φωνὴ πέφυκε. διὰ τοῦτο ἀντιδιαστέλλων τὴν ἐν λόγοις ἀλήθειαν τῇ ἐν πράγμασιν εἴρηκεν ἀληθεύειν τὴν ψυχὴν κατὰ ταύτας τὰς ἕξεις τῷ καταφάναι ἢ ἀποφάναι ὡς περὶ τῶν πραγμάτων ἐξετάζουσαν καὶ ἀποφαινομένην περὶ αὐτῶν τὸ εὑρισκόμενον ἀληθές. ἢ ἴσως οὐχ ὡς ἀντιδιαστέλλων πρὸς ἄλλο τι τὸ καταφάναι ἢ ἀποφάναι ὁ Ἀριστοτέλης εἶπεν, ἀλλ’ αὐτὸ παρέστησε τὸ ὂν ὡς μὴ ἐνδεχόμενον ἄλλως ἀληθεύειν ἢ μόνον τῷ ἀποφαίνεσθαι. περὶ δὲ τοῦ ἀληθεύειν ἁπλῶς τὰς καταγινομένας ἕξεις περὶ τὰ ἐνδεχόμενα τοῦτο ἐροῦμεν, ὡς οὐχ αἱ ἕξεις τοῦ ψεύδους αἴτιαι, ὅταν τοῦ τέλους αὗται ἀστοχήσωσιν, ὃ ἐξ ἀρχῆς ἑαυταῖς προσέθεντο ποιοῦσαι ἢ πράττουσαι, ἀλλὰ τὸ τῆς φύσεως τῶν πραγμάτων ἔνυλον καὶ ἀβέβαιον, οἷον ὡς ἐπὶ τῆς ἰατρικῆς, ἥτις στοχαζομένη τῷ νοσοῦντι πραγματεύεται τὴν ὑγείαν. εἰ γὰρ μηδὲν τῶν ἐνδεχομένων παραλίπῃ ὁ τὴν ἴασιν μετερχόμενος, ἀλλὰ πάντα μετέλθῃ κατὰ τὸ δέον, συμβαίη δὲ τὸν νοσοῦντα μὴ τὴν θεραπείαν εὑρεῖν, οὐχ ὁ ἰατρός ἐστιν ὁ ψευσάμενος ἀλλ’ ἡ φύσις ἡ ἔνυλος καὶ διὰ τὸ ἔνυλον ἄστατος, καὶ δῆλον ὅτι τοῖς ὀρθῶς κρίνουσιν οὐχ ὁ ἰατρὸς αἰτιάσεως ἄξιος, ὅτι μὴ τὸ τέλος εὕρηκεν, οὗ ἐξ ἀρχῆς τυχεῖν ἐστοχάσατο, ἀλλὰ τῷ ἀστάτῳ τῆς φύσεως τῆς ἀποτυχίας τὴν αἰτίαν προσάψουσιν· οὕτως ἐπὶ οἰκοδομικῆς, οὕτως ἐπὶ τεκτονικῆς· τὸ αὐτὸ δ’ ἂν ἐρεῖς καὶ ἐν τοῖς πολιτικοῖς περὶ φρονήσεως. σκοπεῖ μὲν γὰρ καὶ ὁ φρόνιμος καὶ ὀρθῶς καὶ ἀληθῶς συλλογίζεται, ἐκπίπτει δὲ τοῦ τέλους πολλάκις, ὃ προέθετο ἐξ ἀρχῆς οὐχ ὡς αὐτὸς ψευδόμενος, ἀλλ’ ὡς τῶν ὑποκειμένων αὐτῷ ἐξαλλαττομένων καὶ μεταπιπτόντων. οὔκουν ἐκεῖνος μεμπτέος, ὅτι τοῦ τέλους οὐ τέτευχεν, ἀλλ’ ἐπαινετὸς μέν, ὅτι καλῶς συνελογίσατο, ἡ δὲ αἰτία τῆς ἀστοχίας οὐ παρ’ αὐτὸν ἀλλὰ παρὰ τὴν φύσιν τοῦ ἐνδεχομένου τὴν ἄστατον. καὶ τέχνη ἄρα καὶ φρόνησις ἕξεις κατ’ αὐτὰς ἀληθευτικαί.2 τὸ δὲ ἐνίοτε ψεῦδος ἐπακολουθοῦν ταῖς βουλεύσεσιν οὐ τῶν ἕξεων ἐστὶν ἀλλὰ τῆς τοῦ ἐνδεχομένου ἀβεβαιότητος. διὰ τοῦτο καὶ ὁ Δημοσθένης καταιτιώμενος ὅτι τοῦ μέλλοντος ἀποτέτευχεν, οὕτως ἑαυτοῦ ἀπεσκευάσατο τὴν αἰτίαν, “οὐδεὶς” εἰπὼν “περὶ τὸ μέλλον ἀσφαλῶς βουλεύεται” τῷ τοῦ μέλλοντος ἀβεβαίῳ ἀποφορτίσας τὸ τῆς μέμψεως ἄξιον. ἡ δὲ δόξα καὶ ἡ εἰδικῶς λεγομένη κατ’ αὐτῆς ὑπόληψις δι’ αὑτάς, οὐ δι’ ἕτερον ψεύδονται ὅταν ψεύδωνται, οἴκοθεν ἔχουσαι τὸ πλανᾶσθαι, ὡς τὸ ἀληθὲς ἀγνοήσασαι καὶ ἀντικειμένως αὐτῷ ὑπολαμβάνουσαι καὶ δοξάζουσαι, ὡς ὁ τὴν κώπην ὁρῶν ἐν τῷ ὕδατι ὑποβρύχιον, καὶ τῷ σάλῳ τοῦ ὕδατος τὴν ὄψιν διαστρεφόμενος3 καὶ κεκλασμένην αὐτὴν οἰόμενος ἐκ τῆς ὄψεως ἀπατώμενος καὶ οὕτως ἔχειν δοξάζων καὶ ὑπολαμβάνων αὐτήν. αἱ μὲν δὴ καταγινόμεναι περὶ τὰ ἀναγκαῖα γνωστικαὶ τῆς ψυχῆς ἕξεις ἑκατέρωθεν τὸ ἀληθὲς ἔκ τε τῶν ὑποκειμένων αὐταῖς καὶ τῶν κατ’ αὐτὰς ἀποφάσεων ἔχουσιν, ὡς εἶναι αὐταῖς τὴν ἐν λόγοις ἀλήθειαν τῇ τῶν πραγμάτων ὑπάρξει συντρέχουσαν, αἱ δὲ περὶ τὰ ἐνδεχόμενα ἔχουσαι ἀληθῶς μὲν καὶ αὐταὶ τὸ ἀποφαίνεσθαι καὶ τὸ συλλογίζεσθαι, ἡ μέντοι τῶν ὑποκειμένων αὐταῖς φύσις τῷ ἑαυτῆς ἀστάτῳ ἀντιπίπτει αὐταῖς ἐνίοτε πρὸς τὴν κατὰ τὴν φρόνησιν καὶ τέχνην ἀλήθειαν.
因此,对于考察必然事物的人而言,当他们对这些事物作出陈述时,达致真理亦是必然的;但对于考察可能事物的人而言,则并非必然。因此,亚里士多德似乎不合乎事实地把技术和明智与那些无条件达致真理的品质归入同列。那么,对于这些我们该说什么呢?就说那首要的真理所赐予的吧。第一种疑难应当这样予以解决:因为真理既存在于言论中,亦存在于事实中。存在于事实中,是指每一事物在其所是的存在上始终且同样如此;而存在于言论中,是指当我们陈述存在之物就如其所是的那样。但这些真理彼此不同,因为前一种真理具有纯粹的真,而在言论和陈述中的真理亦含有某种不真的成分,因为它是从单纯的声音组合而成的;而单纯的声音生来并不能表明任何真或假。正因如此,他将言论中的真理与事实中的真理相对比,说灵魂依凭这些品质通过肯定或否定而达致真理,因为灵魂对事实进行审察,并陈述所发现的关于事实的真理。或者,或许亚里士多德说肯定或否定并不是要同某种其他东西相对立,而是展现了实在自身,即除仅通过陈述之外不可能以其他方式达致真理。至于关涉可能事物的诸品质无条件地达致真理,我们将这样说:当这些品质在制作或行动中未击中从一开始为自身设定的目标时,错误的原因并不在于诸品质,而在于事物的质料性与不稳固的本性。例如在医学中,医学乃是通过揣度来为病患谋求健康。因为如果施行医治的人并未遗漏任何可能采取的手段,而是依应行之事妥善施行了一切,但若发生病患未能获得治愈的情况,犯错的并不是医生,而是质料性的、且因其质料性而不稳定的本性。显而易见,对于正确评判的人而言,医生绝非因未获得最初揣度要达到的目标而应当受指责,相反,他们会把失败的原因归咎于本性的不稳定。建筑术中如此,木工术中亦如此;关于政治事务中的明智,你亦会说同样的话。因为有明智的人亦在审视,并且正确且真实地进行推理,但他常常从一开始设定的目标中偏离,这并非因为他自身犯错,而是因为作为其基础的对象发生变更与转化。因此,绝不能因其未达到目标而责备他,反而应当因其善于推理而称赞他,失败的原因不在于他自身,而在于可能事物的这种不稳定本性。因此,技术和明智本身亦是达致真理的品质。偶尔随伴着深思熟虑的虚妄,并不属于诸品质,而是属于可能事物的不稳固性。正因如此,德摩斯梯尼在因未能预料未来之事而受指责时,亦如此洗清了自己的罪责,他说“没有人能对未来做出稳妥的谋划”,从而将应当受责之事卸载到未来的不稳固性之上。然而,意见以及就意见而言被特异性言说的假定,在其犯错时乃是由于自身而非由于他物而犯错,它们从内部具有迷误,因为它们不了解真理,并以与真理相对立的方式进行假定和持有意见。这就好比某人看见浸在水中的桨,因水的晃荡而视力被扭曲,因受视力欺骗而以为它是折断的,并如此这般地对它持有意见和加以假定。因此,关涉必然事物的灵魂认知品质从两方面——既从其基础对象、又从依凭它们所作出的陈述——拥有真理,以至于它们在言论中的真理与事物的实在相符合;而关涉可能事物的品质,其自身在陈述与推理上固然亦真实,然而其基础对象的本性却因其自身的不稳定性,有时与它们依明智和技术所达致的真理发生冲突。
- 6.19διαφέρουσι δὲ ἀλλήλων αἱ ἀλήθειαι αὗται, ὅτι ἡ μὲν εἰλικρινὲς ἔχει τὸ ἀληθές, ἡ δὲ ἐν λόγοις καὶ ἀποφάνσεσιν ἔχει τι καὶ μὴ ἀληθές, ὅτι ἐξ ἁπλῶν φωνῶν σύγκειται.
此处出现两个嵌套的 ὅτι 从句:第一个 ὅτι 引出主句谓语 διαφέρουσι(“彼此不同”)的原因(“因为一者……而另一者……”),而第二个 ὅτι 则直接解释 ἔχει τι καὶ μὴ ἀληθές(“亦含有某种不真的成分”)的原因(“因为它是从单纯的声音组合而成的”)。
- 6.19καὶ τέχνη ἄρα καὶ φρόνησις ἕξεις κατ’ αὐτὰς ἀληθευτικαί.
此句省略了系动词 εἰσί,构成名词性谓语句。介词短语 κατ’ αὐτάς 作状语(“就其自身而言”),修饰 ἕξεις 或 ἀληθευτικαί,用以同后文因外在质料性障碍而导致的失败形成鲜明对比。
- 6.19ὡς ὁ τὴν κώπην ὁρῶν ἐν τῷ ὕδατι ὑποβρύχιον, καὶ τῷ σάλῳ τοῦ ὕδατος τὴν ὄψιν διαστρεφόμενος
在比喻连词 ὡς 之后,定冠词 ὁ 统辖一系列并列的现在分词(ὁρῶν, διαστρεφόμενος, οἰόμενος, δοξάζων, ὑπολαμβάνων),构成一个无定式动词的名词化分词短语(“正如某人看见……那样”)。
