- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:28.1-28.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
尤斯特拉提乌斯梳理了亚里士多德在《尼各马可伦理学》第一卷第四章(1095a14–17)中转向探究最高善实质内容的脉络,并解释道,尽管“幸福”之名与“生活得好”在字面上得到公认,但这一认识仍处于混杂且未分节的状态。
" Λέγωμεν δὲ ἀναλαβόντες." Εὐθὺς μὲν τῶν προοιμίων ἀρχόμενος τῆς παρούσης πραγματείας, περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ ἐζήτησεν, ἐξετάζων εἰ ἔστι τι ἀκρότατον πάντων τῶν παρὰ ἀνθρώποις πρακτῶν ἀγαθῶν, πρὸς ὃ τὰ λοιπὰ ἀναφέρονται καὶ τίς ἡ δύναμις ἧς τέλος τοῦτό ἐστι. καὶ ὅτι μὲν ἔστιν, ἔδειξεν ἱκανῶς ὅσον κατὰ τὴν ὑποκειμένην ὕλην, καὶ ὅτι ἡ πολιτική ἐστιν, ἧς τέλος τοῦτό ἐστι, καὶ ὅτι ἀρχιτεκτονικωτάτη τῶν πρακτῶν ἐπιστημῶν καὶ δυνάμεων, καὶ ὡς πασῶν προϊσταμένη καὶ πάσαις ἐπιτάττουσα, ὡς καὶ τὸ τέλος αὐτῆς περιέχειν τὰ τῶν ἄλλων. νῦν δὲ ἤδη χωρεῖ πρὸς τὸ δεύτερον πρόβλημα καὶ ζητεῖ τί ἐστι τοῦτο ὅ φαμεν εἶναι ἀνθρώπινον ἀγαθὸν καὶ τέλος προσεχὲς καὶ ἴδιον τῆς ἀνθρώπου φύσεως. ἐπειδὴ πᾶσα γνῶσις καὶ προαίρεσις. ὁ προλαβὼν ἔδειξεν1 ἐν τῷ πρώτῳ τῶν προοιμίων, ὅτι ἡ πολιτικὴ τῶν λοιπῶν ἐπιστημῶν καὶ δυνάμεων ὑπερέχει, καὶ ὅτι τὸ ταύτης τέλος ἀκρότατον τῶν πρακτῶν ἀγαθῶν, λαμβάνει νῦν ὡς ὁμολογούμενον καὶ ζητεῖ τί ἐστιν οὗ αὕτη ἐφίεται. καὶ ἐφερμηνεύων ἐπάγει καὶ τί τὸ πάντων ἀκρότατον τῶν πρακτῶν ἀγαθῶν. ταὐτὸν γάρ ἐστιν τὸ τέλος οὗ ἐφίεται ἡ πολιτικὴ καὶ τὸ πάντων τῶν πρακτῶν ἀγαθῶν ἀκρότατον. εἰ γὰρ κυριωτάτη αὕτη πασῶν τῶν πρακτῶν ἐπιστημῶν καὶ μεθόδων, εἴη ἂν καὶ τὸ ταύτης τέλος τῶν ἐν ἐκείναις τελῶν κυριώτατον καὶ σκοπιμώτατον. ἐπιστήμας δὲ ἐνταῦθα κατὰ κοινοῦ καὶ τὰς τέχνας καλῶ, ἐπεὶ καὶ λέγεται οὕτω κατὰ λόγον τινά.
“让我们重新拾起[话题]来谈。” 在本论著的序言一开始,他就探求了人类的善,考察在人类一切可行善物中是否存在某种最高之善,其余善物皆归于它,以及以它为目的的能力是什么。而它确实存在,他已就基础质料所容许的程度作了充分的证明,并且证明了以它为目的的是政治学,政治学在实践性的诸科学与能力中是最具统摄性的,它居于一切之上并向一切下达命令,以致于它的目的亦包含其余诸目的。而现在他已进入第二项论题,探究我们所说的人类的善、即人类本性切近且固有的目的究竟是什么。[在“既然一切知识与抉择”一句中]。他在序言的第一部分中预先证明了政治学超越其余的科学与能力,且其目的是可行善物中的最高之善,现在他便将[此结论]视为公认之事,并探究它所企求的是什么。接着他阐发道:“以及在一切可行善物中最高的是什么。”因为政治学所企求的目的与一切可行善物中的最高者乃是同一的。因为倘若它是一切实践性的科学与方法中最重要的,那么它的目的在那些目的中也将是最重要且最值得追求的。在此我将诸技艺通称为诸科学,因为依循某种理路也是如此称呼的。
"Ὀνόματι μὲν οὖν σχεδόν." Διττῶς ἀποδίδοται τὸ τί ἐστιν· ἢ γὰρ δι’ ὀνόματος ἢ δι’ ὁρισμοῦ. διὸ καὶ δι’ ἀλλήλων ταῦτα ὁρίζονται, ὡς εἶναι τὸ μὲν ὄνομα ὁρισμὸν συνεπτυγμένον, τὸν δὲ ὁρισμὸν ὄνομα ἐξηπλωμένον. τὴν μὲν οὖν κατὰ τοὔνομα ἀπόδοσιν τῆς εὐδαιμονίας ὁμολογεῖσθαί φησιν ὑπὸ τῶν πλείστων σχεδόν. προσέθηκε δὲ τὸ σχεδὸν διὰ τὸ ἔστιν οὓς ἀγνοεῖν2 καὶ τοὔνομα, ὡς μηδ’ εἰς ἔννοιαν ἰέναι ποτὲ εἰ ἔστι τι ἐν πράγμασιν εὐδαιμονία καλούμενον. χρῶνται οὖν φησι τῷ ὀνόματι καὶ οἱ πολλοὶ καὶ οἱ χαρίεντες, ἤτοι οἱ τυχόντες τε καὶ χυδαῖοι καὶ οἱ χάριτός τινος μετέχοντες διὰ παιδεύσεως τυχὸν καὶ τοῦ συνειθίσθαι ταῖς ἀγαθαῖς πράξεσιν. ἀεὶ γὰρ οὗτοι ἐλάττους τῶν ἀπαιδεύτων καὶ ἀμετόχων τῆς ἀρετῆς. οὐ μόνον δὲ ἀλλὰ καὶ δόξα κοινὴ τοῖς ἅπασιν ἥδε, τὸ ταὐτὸν εἶναι τῷ εὐδαιμονεῖν τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν,3 συγκεχυμένη καὶ αὕτη καὶ ἀδιάρθρωτος.
“那么在名称上几乎” “是什么”的表述有两种方式:要么通过名称,要么通过定义。因此它们也彼此定义,即名称是浓缩的定义,而定义是展开的名称。他说,依循名称对幸福的说明几乎为绝大多数人所公认。而他之所以加上“几乎”,是因为有些人甚至不知道这个名称,以至于从未想过在现实中是否存在某种被称为幸福之物。他说,因此无论大众还是文雅之士都在使用这一名称,即无论凡庸粗俗之辈,还是或许因教育与习惯于善行而分享某种优美品质之人。因为后者总是少于那些未受教育且无份于德性的人。不仅如此,而且众人皆有如下共同意见:生活得好与行动得好与处于幸福是同一回事;然而这亦是混乱且未明晰分节的。
- 1.27ὁ προλαβὼν ἔδειξεν
底本异文 ὁ προλαβὼν ἔδειξεν 既可将带冠词分词 ὁ προλαβών 视为主语(“预先证明了……的他[亚里士多德]如今作为公认之事而采纳……”),亦可视为中性关系代词 ὃ 之异文(“他在先前证明的事物,如今作为公认之事而采纳……”)。无论何者,亚里士多德皆为动作主体,ὅτι 引出的先前结论构成了后文 λαμβάνει 的受词内容。
- 1.28διὰ τὸ ἔστιν οὓς ἀγνοεῖν
介词 διά 支配冠词化不定式 τὸ ... ἀγνοεῖν。固定习语 ἔστιν οὕς(“有些人”,实际相当于不定代词)在此直接以宾格(οὕς)充当不定式 ἀγνοεῖν 的逻辑主语。
- 1.28τὸ ταὐτὸν εἶναι τῷ εὐδαιμονεῖν τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν
整个冠词化不定式短语作前文 δόξα κοινὴ ... ἥδε 的同位语。在不定式 εἶναι 的结构内部,由 καί 连接的 τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν 充当主语,表语 ταὐτόν 支配表示同一性的与格 τῷ εὐδαιμονεῖν(“与处于幸福”)。
