- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:288.14-289.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注解了亚里士多德引入灵魂的五种理智德性(技术、科学知识、明智、智慧、理智)之处(1139b15),从流出与回归的本体论架构解释其完满态的意义,依据必然事物与可能事物的划分证明了这五种品质的穷尽性,并就其与意见的差异以及关涉可能事物的品质何以必然达致真理提出了疑难。
" Ἔστω δὴ οἷς ἀληθεύει ἡ ψυχὴ τῷ καταφάναι ἢ ἀποφάναι, πέντε τὸν ἀριθμόν· ταῦτα δ’ ἐστὶ τέχνη ἐπιστήμη φρόνησις σοφία νοῦς. ὑπολήψει γὰρ καὶ δόξῃ ἐνδέχεται διαψεύδεσθαι." Ἑκάστου τῶν ὄντων ἢ γινομένων ἡ μὲν οὐσία κατὰ τὴν ἐκ τοῦ ποιητικοῦ αἰτίου θεωρεῖται πρόοδον, ἡ δὲ τελειότης κατὰ τὴν πρὸς ἐκεῖνο ἐπιστροφὴν τῆς πρὸς ἐκεῖνο ἀντιποιουμένου ἐφέσεως κἀκεῖνο κατὰ μέτρον μιμεῖσθαι σπουδάζοντος,1 ἵν’ ὡς ἐκεῖνο τέλειον, οὕτω καὶ αὐτὸ τέλειον κατὰ τὴν αὐτῷ ἁρμόζουσαν τελειότητα γίνοιτο. διὸ καὶ τῇ ψυχῇ καὶ τοῖς μορίοις αὐτῆς ἀναγκαῖον τὴν πρὸς ἐκεῖνο ποιεῖσθαι ἐπιστροφὴν κἀκεῖνο μιμεῖσθαι ταῖς ἀγαθαῖς ἕξεσι καὶ ἐνεργείαις. ὡς οὖν τὴν οὐσίαν ἐμάθομεν τοῦ νοητικοῦ τῆς ψυχῆς, ὅτι τὸ μὲν θεωρητικόν, τὸ δὲ λογιστικόν, καὶ ὅτι τὸ μὲν περὶ τὰ ἀναγκαῖα, τὸ δὲ περὶ τὰ ἐνδεχόμενα καταγίνεται, οὕτω δεῖ καὶ τὰς ἕξεις ἐκείνων εἰδέναι, καθ’ ἃς ἐνεργοῦντα γίνεται τέλεια, καὶ τὴν αἰτίαν μιμεῖται τῇ τελειότητι, καὶ οὕτω τυγχάνει τῆς τἀγαθοῦ ἀπολαύσεως. διὰ γὰρ τοῦτο καὶ τὴν εἰς τὸ εἶναι ἔσχηκε πρόοδον. ἀριθμεῖται τοίνυν τὰς ἕξεις ὅσαι εἰσί. καὶ λέγει ταύτας εἶναι πέντε τὸν ἀριθμόν, ἃς καὶ ὀνομαστὸν παραδίδωσιν. ὅτι δὲ τοσαῦτα εἰσὶ τὸν ἀριθμὸν τὰ νῦν τῷ λόγῳ προκείμενα καὶ οὔθ’ ὑπερβαίνει οὔτε μὴν λείπεται, δῆλον ἡμῖν διαιροῦσι γίνεται. ἐπεὶ γὰρ τὸ νοητικὸν εἰς δύο διῄρηται, εἰς τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ περὶ τὰ ἐνδεχόμενα, τὸ μὲν περὶ τὰ ἐνδεχόμενα ὑποδιαιρούμενον εἰς δύο τέμνεται ταῦτα, πρακτικὸν καὶ ποιητικόν, ὧν τὸ μὲν φρόνησις, τὸ δὲ τέχνη ὠνόμασται, τὸ δ’ εἰς τὰ ἀναγκαῖα εἰς τρία τὴν τομὴν ἐπιδέχεται, ὧν τὸ μὲν ἐπιστήμη, τὸ δὲ σοφία κέκληται, τὸ δὲ νοῦς. καὶ οὐκ ἔστι τι τούτων εὑρεῖν ἐπέκεινα, τί δὲ τούτων ἕκαστον, τί δὲ διαφέρει τῶν λοιπῶν, προϊὼν ὁ λόγος δηλώσει. ταῦτα μὲν οὕτως εἴρηται· ἴδωμεν δὲ καὶ κατὰ μέρος τὴν λέξιν. ἔστω δή, φησίν, οἷς ἀληθεύει ἡ ψυχὴ τῷ καταφάναι ἢ ἀποφάναι, πέντε τὸν ἀριθμόν. ἐπειδὴ πρῶτος Ἀριστοτέλης περὶ τοῦ νοητικοῦ τῆς ψυχῆς ἀνερευνήσας ταῦτα εἴρηκε τὰ ε̄, εἰς ἃ ἔσχατα αὐτὸ διαιρεῖται, διὰ τοῦτο ἔστω, φησί, θαρρούντως προστάττων τοῖς ὑπ’ αὐτοῦ μαθητευομένοις, τὸ δὲ οἷς ἀληθεύει ἡ ψυχὴ τῷ ἀποφάναι ἢ καταφάναι πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς κατ’ αἴσθησιν, τάχα δὲ καὶ τῆς δόξης αὐτῆς. ὅ τε γὰρ ὀρθοδοξαστικὸς καὶ ὁ ὀρθῶς φανταζόμενος ἢ αἰσθανόμενος ἀπλανῶς ἔχοντες ἀληθεύειν ῥηθήσονται, πλὴν οὐχ ὡς ἀποφαινόμενοι ἀλλ’ ὡς οἰκείως τῇ ὑπάρξει τοῦ γνωστικοῦ διακείμενοι, ἡ δ’ ἐν λόγῳ καὶ συνέσει ἀλήθεια ἀποφάσει χρῆται καὶ καταφάσει, καὶ ἀποφάσκει ἀληθῶς καθ’ ἕνα τρόπον τῶν ἀπηριθμημένων. τὸ δὲ ὑπολήψει γὰρ καὶ δόξῃ ἐνδέχεται διαψεύδεσθαι προσέθηκεν, ὅτι τῶν ε̄ μὲν ἕκαστον ἐν τῇ οἰκείᾳ μένον οὐδέποτε ψεύδεσθαι πέφυκεν, ὑπόληψις δὲ ἁπλῶς καὶ δόξα ψεύδεταί ποτε, οἷον εἴ τις ὑπολαμβάνει ἢ δοξάζει ποδιαῖον τὸν ἥλιον ἢ εἴ τις τὴν σελήνην τὸ περίγειον καταλάμπουσαν ἀφ’ ἑαυτῆς ἔχειν οἴεται πᾶσαν τὴν λαμπρότητα. ἔστι δὲ ἀπορῆσαι πρὸς τὰ ἐνταῦθα λεγόμενα. πρῶτον μὲν πῶς ἀληθεύειν τὴν ψυχὴν τῷ καταφάναι ἢ ἀποφάναι ὥσπερ ἐνδεχόμενον καὶ κατά τι ἄλλο εἶδος τοῦ λόγου ἀλήθειαν γίνεσθαι·2 καὶ μὴν οὐκ ἐνδέχεται οὔτε εὐχὴν οὔτε πρόσταξιν οὔτε ἐρώτησιν ἀληθοῦς εἶναι ἢ ψεύδους δεκτικά, ἀλλ’ ἢ μόνην τὴν ἀπόφασιν. ἔπειτα πῶς παρεισάγει τὰς πέντε ταύτας ἕξεις ὁμοῦ ἀληθευτικὰς ταύτας εἶναι ἐξ ἀνάγκης ὡς μηδέποτε ψεύδεσθαι. ἐπιστήμη μὲν γὰρ καὶ σοφία καὶ νοῦς περὶ τὰ ἀναγκαῖα καταγινόμενα ἀπαράβατον καὶ βέβαιον τὸ ἀληθὲς ἕξουσι, τέχνη δὲ καὶ φρόνησις ἐπεὶ τὰ ἐνδεχόμενα ἑαυταῖς ὑποκείμενα ἔχουσι, πῶς ἐξ ἀνάγκης ἔσονται ἀληθεύουσαι; εἰ γὰρ ἐν τῷ λόγῳ ἀλήθεια τῇ τοῦ πράγματος ὀντότητι συμπαρομαρτεῖ, καὶ ἡ ὀντότης αὖθις τοῦ πράγματος τῇ ἀληθείᾳ τῇ ἐν τῷ λόγῳ, ὥστε οἷς τὸ εἶναι βέβαιον καὶ μόνιμον, βεβαία καὶ ἡ περὶ τούτων ἀλήθεια, εἰ δὲ μή, οὔ· καὶ τὸ ἀνάπαλιν.
“因此,灵魂借以通过肯定或否定而达致真理的事物,假定在数目上为五种;它们是技术、科学知识、明智、智慧、理智。因为通过假定和意见,是可能犯错的。” 在存在或生成的事物中,每一者的实体乃是依据从动力因出发的流出而被考察的,而其完满则是依据渴望该动力因并竭力按分寸模倣它者的希求向着该动力因的回归而被考察的,以便正如该动力因是完满的,它自身亦能依据适合于自身的完满而成为完满的。因此,对于灵魂及其各个部分而言,向着该动力因进行回归,并通过良善的品质与活动来模倣它,乃是必然的。那么,正如我们已经了解了灵魂的理智部分的实体——即一者是理论的,另一者是推理的,且前者关涉必然的事物,后者关涉可能的事物——同样,我们亦必须认识它们的品质,在依凭这些品质活动时,它们得以成为完满的,并在完满性上模倣其原因,从而得以享有善。因为正是为此,它才获得了通往存在的流出。因此,他列举了这些品质到底有多少;并且他说它们在数目上为五种,他还指名道姓地传授了它们。当前论辩所提出的事物在数目上恰好有这么多,既不多也不少,这一点在我们进行划分时便显明了。因为既然理智被划分为两部分,即关涉必然事物的理智与关涉可能事物的理智,那么关涉可能事物的理智经进一步细分便被切分为这两者:实践的与制作的,其中前者被命名为明智,后者被命名为技术;而关涉必然事物的理智则接受三分,其中一者被称为科学知识,另一者被称为智慧,再一者被称为理智。在这几者之外便不可能再找到任何东西了;至于它们各自是什么,以及各自与其余者有何不同,论辩的进一步推进将会显明。这些内容便是如此论述的;但让我们亦逐段考察其词句。他说,“因此,灵魂借以通过肯定或否定而达致真理的事物,假定在数目上为五种”。既然亚里士多德是首位探究灵魂的理智部分并陈明了它最终被划分成的这五种事物的人,正因如此,他才说“假定”,自信地向受其教导的人发出指令;而“灵魂借以通过否定或肯定而达致真理的事物”,则是相对于依据感觉的真理、或许亦相对于意见本身的真理而说的。因为无论是一个持正确意见的人,还是一个正确表象或感知的人,只要没有偏差,都会被说成是达致真理的,只不过他们并非作为作出陈述者,而是作为适当地合于认知主体的实在存在而处于某种状态;而存在于言论和领悟之中的真理则使用否定和肯定,并依所列举的方式之一真实地加以断言。他补充说“因为通过假定和意见,是可能犯错的”,这是由于这五种品质各自留在固有的状态中时生来绝不会犯错,而一般的假定和意见有时会犯错,例如有人假定或认为太阳只有一尺宽,或者有人以为照亮地球周围区域的月亮其全部光辉皆源于自身。然而,对于这里所说的话可以提出疑难。首先,灵魂怎么会通过肯定或否定而达致真理,就好像真理在言论的某种其他形式中亦可能产生一样?然而,无论是祈求、命令还是疑问,都不可能接纳真或假,而唯独断言性命题能够如此。其次,他怎么会把这五种品质一并引入为必然达致真理以至于绝不犯错的呢?因为科学知识、智慧与理智由于关涉必然的事物,将具有不可逾越且稳固的真理,但技术和明智既然将可能的事物作为底层的对象,又怎能是必然达致真理的呢?因为如果在言论中的真理伴随着事实的实在性,而事实的实在性反过来亦伴随着言论中的真理,以至于凡其存在是稳固且恒久的事物,关于它们的真理亦是稳固的,若非如此则不然——反之亦然。
- 6.19τῆς πρὸς ἐκεῖνο ἀντιποιουμένου ἐφέσεως κἀκεῖνο κατὰ μέτρον μιμεῖσθαι σπουδάζοντος
分词 ἀντιποιουμένου 与 σπουδάζοντος 为阳性(或中性)属格,而其修饰的名词 ἐφέσεως(希求)则为阴性。这里是依意构合(synesis),分词在意义上指向希求的主体,即开篇所提及的存在者(ἕκαστον τῶν ὄντων ἢ γινομένων),整体结构表示“那追求动力因并竭力按分寸模倣它者的希求”。
- 6.19ὥσπερ ἐνδεχόμενον καὶ κατά τι ἄλλο εἶδος τοῦ λόγου ἀλήθειαν γίνεσθαι
ὥσπερ ἐνδεχόμενον 是源自无人称动词 ἐνδέχεται 的独立宾格结构,表示假定或比况:“就好像……亦是可能的一样”。随后的宾格加不定式结构(καὶ κατά τι ἄλλο εἶδος τοῦ λόγου ἀλήθειαν γίνεσθαι)充当 ἐνδεχόμενον 的实质主语。
