- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:287.11-288.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将灵魂的两个理智部分(理论与实践)的共同作用规定为“真理”并指出将探讨其各自德性的引文(1139b12),欧斯特拉提乌斯从非肉身者的分有与复合视角化解了非肉身灵魂何以拥有“部分”的形而上学疑难,并依据实体先于德性(完满)的原理解释了为何要“从头再次”展开论述。
" Ἀμφοτέρων δὴ τῶν νοητῶν μορίων ἀληθὲς τὸ ἔργον. καθ’ ἃς οὖν μάλιστα ἕξεις ἀληθεύσει ἑκάτερον, αὗται ἀρεταὶ ἀμφοῖν. ἀρξάμενοι οὖν ἄνωθεν πάλιν περὶ αὐτῶν λέγωμεν." Διεῖλε μὲν ἤδη εἰς δύο τὸν καθ’ ἡμᾶς νοῦν, εἰς τὸ πρακτικὸν καὶ θεωρητικόν. καὶ εἰπὼν διαφέρειν αὐτοὺς ἀλλήλων κατὰ τὰ ὑποκείμενα, ὅτι ὁ μὲν περὶ τὰ ἐνδεχόμενα ἔχει, ὁ δὲ περὶ τὰ ἀναγκαῖα, ἀπέλαβεν ἰδίᾳ τὸν πρακτικόν, καθ’ ὃν καὶ ὁ ὀρθὸς θεωρεῖται λόγος καὶ ἡ φρόνησις, καὶ ἐπεξῆλθε περὶ αὐτοῦ ὅσα ἤρκει παραστῆσαι τὴν κατ’ αὐτὴν ἔννοιαν. προτίθεται δὲ νῦν εἰπεῖν περὶ πασῶν τῶν διανοητικῶν ἕξεων, αἳ πᾶσαι ἐπὶ τὸν ἁπλῶς ἀναφέρονται νοῦν. καὶ διὰ τοῦτο καὶ λαμβάνει τὸ πάσαις ταύταις ὑπάρχειν κοινὸν ὡς τέλος αὐτῶν, ὃ καὶ ἔργον ὠνόμασε. φησὶν οὖν, ὅτι εἰς δύο διαιρουμένου τοῦ καθ’ ἡμᾶς νοῦ, εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν, ἑκατέρου τούτων ἡ ἀλήθεια τὸ τέλος ἐστί. δεῖ δὴ οὖν λαβεῖν καὶ καθ’ ἃς ἕξεις ἀληθεύσει μάλιστα τῶν τοῦ νοῦ μορίων ἑκάτερον, αἳ καὶ ἀρεταὶ ἀμφοτέρων τῶν μορίων εἰσί, καὶ περὶ αὐτῶν εἰπεῖν ἁπασῶν, ὥστε καὶ ἀρξάμενοι ἄνωθεν λέγωμεν πάλιν περὶ αὐτῶν. ἔχει δ’ ἀπορίαν, πῶς μόρια τῆς λογικῆς ὀνομάζει ψυχῆς οὔσης ἑνὸς τῶν καθ’ αὑτὸ ἀσωμάτων, ἃ δὴ καὶ χωριστὰ σωμάτων εἰσίν. εἰ γὰρ καθ’ αὑτὸ ἀσώματον ἡ ψυχή, δῆλον ὅτι καὶ ἀμερές, εἰ δὲ ἀμερές, πῶς μόρια λέγομεν αὐτῆς; ἢ ὡς πρὸς σώματος λόγον ἀμερὴς ἡ ψυχὴ καὶ ὅσα ἄλλα ἀσώματα μετὰ τὸ πρῶτόν ἐστιν, ὅτι γε καθ’ ἑαυτὰ ἐν συνθέσει τε θεωρεῖται1 καὶ ἐκ διαφόρων ὡς ἐκ μερῶν συνίσταται ἢ σύγκειται, κἂν θεότης λέγηται ἐν αὐτοῖς, μεθεκτῶς ἔχειν θεότητα λέγεται·2 καὶ οὐδὲν αὐτῶν οὕτω θεὸς ὡς αὐτὸ ὂν θεὸς καὶ οὐδὲν ἕτερον· εἷς δὲ θεὸς ὃς τοῦτο αὐτόθεος καὶ ἄλλο οὐδέν, κἂν τὰ πάντα κατ’ αἰτίαν ὁμοῦ, τῶν δὲ μετ’ αὐτόν, ὃ ἂν θεὸς εἶναι λέγηται, ἄλλο τι ὂν καθ’ ὕπαρξιν, κατὰ μετοχὴν θεὸς εἶναι λέγεται, ὡς εἶναι ἅμα θεούμενον καὶ θεότητα καὶ μετέχον καὶ μετεχόμενον· καὶ ἰδοὺ σύνθεσις καὶ διὰ τοῦτο καὶ μόρια ἐξ ὧν τὸ ὅλον σύγκειται. εἴ οὖν καὶ τὰ ἐπέκεινα ψυχῆς πλὴν τοῦ πρώτου συντέθειται ἅπαντα, πολλῷ μᾶλλον ἡ ψυχή, ὥστ’ οὐδὲν ἄτοπον καὶ μόρια λέγειν αὐτῆς. οὐ γὰρ κατὰ διάστημα οὐδ’ ὡς συνεχῆ ἀλλὰ τρόπον, ὃν τὰ ἀσώματα συντίθεσθαι πέφυκεν. ἀρξάμενοι οὖν ἄνωθεν, πάλιν περὶ αὐτῶν λέγωμεν. ἐπεί, φησί, προτέρα ἡ ἑκάστη οὐσία τῆς αὐτοῦ τελειότητος, εἰρηκὼς ἤδη περὶ τῆς οὐσίας ὅσον αὔταρκες ἦν πρὸς τὸ παρὸν τῶν δύο τῆς ψυχῆς μορίων, λέγω δὴ τοῦ λογιστικοῦ καὶ θεωρητικοῦ, προτίθεται διδάξαι νῦν καὶ περὶ τοῖς ἀμφοῖν τούτων τελειότητος. διὰ τοῦτο καὶ ἀναλαμβάνει τὸν λόγον ὡς περὶ τῶν αὐτῶν πάλιν γινόμενον, ἤτοι τῶν μορίων τοῦ νοητικοῦ. τοῦτο γὰρ τὸ ἄνωθεν καὶ τὸ πάλιν ὑποβάλλει νοεῖν. τὰ γὰρ περὶ τῶν ἀρετῶν ἑκατέρου αὐτῶν καὶ τῆς τελειότητος παραδιδόμενα περὶ αὐτῶν ἂν εἴη λεγόμενα.
“因此,理智的两个部分的作用都是真理。所以,各自凭借何种品质能最充分地达致真理,这些品质就是两者的德性。那么,让我们重新从头开始,再次讨论它们。” 他此前已经将我们内里的理智划分为两部分,即实践理智与理论理智。在说明了它们依据底层对象而彼此相异(即一者关涉可变之事,另一者关涉必然之事)之后,他单独考察了实践理智——依凭该理智,正确的理路与明智亦得以被考察——并就它详尽论述了足以呈现关于它的概念的内容。而他现在打算论述所有的理智品质,而这些品质全都归结为不加限定的理智。正因如此,他亦将共同属于所有这些品质的东西作为它们的目的,并将其称作“作用”。因此他说,由于我们内里的理智被划分为两部分,即理论理智与实践理智,因而真理就是这两者各自的目的。那么,确实应当把握理智的各个部分各自最主要凭借何种品质达致真理(这些品质亦即两个部分的德性),并且论述所有这些品质,以至于我们重新从头开始,再次讨论它们。然而存在一个疑难:既然灵魂是自身非肉身者之一(这些非肉身者正是可与肉体相分离的),他怎能谈及理性灵魂的“部分”呢?因为如果灵魂自身是非肉身的,显然它亦是无部分的;但若是无部分的,我们又怎能谈论它的部分呢?抑或对于肉体的界定而言,灵魂以及在第一者之后的所有其他非肉身者是无部分的,因为就它们自身而言,它们既是在复合中被考察的,又是由不同的元素如由部分那样被构成或组成的,即便在它们之中谈及神性,它们亦被说成是依分有而具有神性;并且它们之中没有任何一个如此这般是神,以至于其自身即是神而绝非任何他物;但唯有一位神乃是神本身而非任何他物(纵使在原因层面上总括万物);而对于在祂之后的诸存在者而言,凡被称作神的,在实在的存在上皆为某种他物,乃是依分有而被称作神,以至于同时既是被神化的又是神性,既是分有者又是被分有者;看哪,这就是复合,并且由于这一缘故,亦有组成整体的部分。因此,如果除第一者之外,甚至超越灵魂的存在者亦全都是被复合的,那么灵魂就更是如此,从而谈论它的部分亦绝非荒谬。因为这并非依广延而言,亦非作为连续之物,而是以非肉身者生来被复合的方式而言的。“那么,让我们重新从头开始,再次讨论它们。”他说,既然各个实体皆先于其自身的完满,而在关于灵魂的两个部分(我指的正是推理的部分与理论的部分)的实体方面,既然已经论述了对于当前而言充分的内容,他现在便打算就这两者的完满亦进行施教。正因如此,他重新拾起这一论辩,将其视为再次关于相同事物(即理智的部分)的讨论。因为这正是“从头开始”与“再次”所提示人们去领会的。事实上,关于它们各自的德性与完满所传授的内容,正是关于它们本身所作的论述。
- 6.18ἢ ὡς πρὸς σώματος λόγον ἀμερὴς ἡ ψυχὴ καὶ ὅσα ἄλλα ἀσώματα μετὰ τὸ πρῶτόν ἐστιν, ὅτι γε καθ’ ἑαυτὰ ἐν συνθέσει τε θεωρεῖται
连词 ἤ 引入了对前文疑难(“如果是无部分的,怎能谈论其部分?”)的解答与假说(“抑或是因为……”)。介词短语 ὡς πρὸς σώματος λόγον(“就肉体的界定而言”)限定表语 ἀμερής,随后的 ὅτι γε 引导的原因从句则解释了为何非肉身者相对于肉体无部分、而在其自身中却处于复合之中。
- 6.18τῶν δὲ μετ’ αὐτόν, ὃ ἂν θεὸς εἶναι λέγηται, ἄλλο τι ὂν καθ’ ὕπαρξιν, κατὰ μετοχὴν θεὸς εἶναι λέγεται
句首的属格短语 τῶν δὲ μετ’ αὐτόν 作为整体属格(悬垂属格)设定了后续陈述的范围。该句的实际主语是关系从句 ὃ ἂν θεὸς εἶναι λέγηται(“凡被称作神的”),其后附有限定性的分词短语 ἄλλο τι ὂν καθ’ ὕπαρξιν(“在实在的存在上为某种他物”),共同作主要动词 λέγεται 的主语及修饰语。
