← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§286.17-287.10

唯有未来偶然之事方可作为选择的对象

针对亚里士多德在1139b5中关于选择的对象绝非过去之事而唯独是未来可变之事的论述,欧斯特拉提乌斯阐明了熟虑与选择的不可分割性,并结合悲剧诗人阿伽通的诗句论证了连神也无法使过去之事未曾发生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.17

" Οὐκ ἔστι δὲ προαιρετὸν οὐθὲν γεγονός, οἷον οὐθεὶς προαιρεῖται Ἴλιον πεπορθηκέναι. οὐ γὰρ βουλεύεται περὶ τοῦ γεγονότος ἀλλὰ τοῦ ἐσομένου καὶ ἐνδεχομένου. τὸ δὲ γεγονὸς οὐκ ἐνδέχεται μὴ γενέσθαι." Περὶ τῶν ὑποκειμένων τῇ προαιρέσει φησὶν ἐνταῦθα, ὅτι ἐνδεχόμενά τέ ἐστι ταῦτα καὶ μέλλοντα. οὔτε γὰρ περὶ τῶν ἀναγκαίων βουλεύεταί τις οὔτε περὶ τῶν ἤδη γενομένων, καὶ ἐπεὶ περὶ τῶν τοιούτων οὐκ ἔστι βουλεύεσθαι, οὐδὲ ἔστι τι τῶν τοιούτων προαιρετόν. πᾶς γὰρ ὁ προαιρούμενος βουλευόμενος προαιρεῖται. διὸ καὶ βουλευτικὴ ὄρεξις ἡ προαίρεσις καθ’ αὑτὴν ἀποδίδοται. πῶς οὖν ἔστι προαιρετὸν περὶ οὗ οὐκ ἔστι βουλεύεσθαι, καὶ εἰς τί δέον βουλεύσαιτ’ ἄν τις περὶ πράγματος ἤδη γεγονότος, ἢ περί τινος ὃ ἔστιν ἀναγκαῖον γενέσθαι, καὶ μηδενὸς βουλευσαμένου περὶ αὐτοῦ; ὡς εἶναι ἐν τοῖς τοιούτοις κενὴν καὶ ματαίαν τὴν βούλευσιν.1 οὐκ ἄρα περὶ γεγονότων οὐδὲ ἀναγκαίων βουλεύσαιτ’ ἄν τις ἐχέφρων, ὥστ’ οὐδὲ προαιρήσεταί τι τοιοῦτον. εἰ γὰρ ἔνθα προαίρεσις, ἐκεῖ καὶ βούλευσις, ἔνθα μὴ βούλευσις, ἐκεῖ οὐδὲ προαίρεσις. ἔτι εἰ περὶ τῶν ἐνδεχομένων καὶ ἐφ’ ἡμῖν ἡ προαίρεσις, τὸ δὲ γεγονὸς οὐκ ἐνδέχεται μὴ γενέσθαι, ἤτοι ὡς μὴ γεγονὸς εἶναι, διὰ τοῦτ’ οὐδ’ ἂν εἴη προαιρετὸν τὸ γεγονός. τίθησι δὲ καὶ τοῦ λεγομένου παράδειγμα τὸ πεπορθηκέναι. τίς γάρ ἐστι νῦν προαιρούμενος πορθῆσαι τὸ πρὸ πλείστων πεπορθημένον ἐτῶν; διὸ ὀρθῶς Ἀγάθων “μόνου γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται ἀγένητα ποιεῖν ἅσσ’ ἂν ᾖ πεπραγμένα”2 τραγικὸς ποιητὴς ὁ Ἀγάθων καὶ μέμνηται τούτου ἐνταῦθα ὡς σύμφωνα εἰρηκότος αὐτῷ. διὸ καὶ ἐπαινεῖ τὴν ῥῆσιν αὐτοῦ ὡς εἰρηκότος ὀρθῶς. ἐπεὶ γάρ φησιν οὕτως ἔχει ταυτί, διὰ τοῦτο καὶ Ἀγάθων ὀρθῶς εἶπεν, ὅτι τοσοῦτον ἀνάγκη ἐστὶ μὴ γεγονέναι τὸ ἤδη γενόμενον,3 ὡς ἐξεῖναι λέγειν τολμᾶν καὶ περὶ θεοῦ, ὅτι γε εἰ καὶ πάντα αὐτῷ δυνατὰ ὡς πάντων αἰτίῳ, ἀλλὰ τούτου μόνου στερίσκεται καὶ αὐτὸς τοῦ ποιεῖν ἀγένητα ἃ ἤδη πέπρακται. ἢ ἐκεῖνος αἴτιος καὶ τοῦ πεπραγμένου ὡς πάντων αἴτιος ἅ ἐστιν ἢ γεγένηται, καὶ τὸ γενέσθαι τὸ γεγονὸς ἀναιρῶν ἀναιρήσει καὶ τὸ εἶναι αὐτὸν αἴτιον, ἢ ἀναίτιος ἁπλῶς τοῦ γεγονότος ὑπάρχων οὐ πάντων ἔσται αἴτιος· ἃ ἄμφω ἀδύνατα.

“但是任何已发生之事都不可作为选择的对象,例如,没有人选择已经攻陷了伊利昂。因为没有人对已发生之事进行熟虑,而是对将要发生且可变之事进行熟虑。而已发生之事是不可能未曾发生的。” 他在此处论及选择的底层对象,即这些对象既是可变的,又是未来的。因为没有人对必然之事进行熟虑,也没有人对已经发生之事进行熟虑;既然对诸如此类的事物不可能进行熟虑,那么诸如此类的事物中便没有任何一个是可选择的。因为凡选择者皆是在熟虑之后进行选择。因此,选择就其自身而言亦被规定为“熟虑的欲求”。那么,不可能对其进行熟虑之事,怎能成为可选择的对象呢?又有何必要对一件已经发生之事,或者对一件即使无人对其熟虑亦必然发生之事进行熟虑呢?以至于在这些事情上,熟虑会变成空洞且徒劳的。因此,任何有理智的人都不会对已发生之事或必然之事进行熟虑,从而也不会选择任何诸如此类的事物。因为如果在有选择的地方亦有熟虑,那么在没有熟虑的地方亦没有选择。再者,如果选择是关于可变的且取决于我们的事物,而已发生之事不可能未曾发生——亦即不可能处于未曾发生的状态——那么由于这一缘故,已发生之事亦不可能成为可选择的对象。他又举出“已经攻陷”作为所论之事的范例。因为现在又有谁会选择去攻陷那许多年前就已被攻陷的城邦呢?因此阿伽通说得很对:“因为唯有此事神亦被剥夺:使任何已经做成之事成为未曾发生之事。”阿伽通是一位悲剧诗人,〔亚里士多德〕在此处提及此人,将其作为与自己言论一致的人。因此亚里士多德亦称赞他的诗句,认为他说得很对。因为他说,正由于这些事情确实如此,所以阿伽通亦说得很对:既然已经发生之事必然不可能未曾发生,以至于人们甚至敢于就神断言:即便因神作为万物之因而一切对神皆为可能,但唯独在“使已经做成之事成为未曾发生之事”这一点上,神自身亦被剥夺。因为神要么亦是那已做成之事的原因(作为一切存在或已产生之事物的原因),而若取消已发生之事的产生,便会同时取消神自身作为其原因;要么神根本不是已发生之事的原因,从而神将不再是万物的原因:而这两者皆是不可能的。

语法注3 条
  1. 6.17ὡς εἶναι ἐν τοῖς τοιούτοις κενὴν καὶ ματαίαν τὴν βούλευσιν

    此处的 ὡς 加不定式 εἶναι 接续前文的反问句(“又有何必要熟虑呢”),充当结果状语从句,表达“以致在诸如此类的事情上,熟虑会变成空洞且徒劳的”这一荒谬推论。

  2. 6.17μονοῦ γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται ἀγένητα ποιεῖν ἅσσ’ ἂν ᾖ πεπραγμένα

    引用悲剧诗人阿伽通的诗行。属格短语 μονοῦ αὐτοῦ(“唯独此事”)作表示剥夺的动词 στερίσκεται 的补足语,而不定式短语 ἀγένητα ποιεῖν... 则作为同位说明语展开其具体内容。

  3. 6.17τοσοῦτον ἀνάγκη ἐστὶ μὴ γεγονέναι τὸ ἤδη γενόμενον

    此句改写了前文提引的亚里士多德原句“τὸ δὲ γεγονὸς οὐκ ἐνδέχεται μὴ γενέσθαι”(已发生之事不可能未曾发生)。此处的 μὴ γεγονέναι 表达“处于未曾发生的状态”,整句表达“已经发生之事必然不可能[成为]未曾发生”,阐明了过去之事的不可逆性与必然性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:286.17-287.10