- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:284.33-286.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥解释了为何思考本身不推动任何事物而唯有实践性思考起推动作用,辨析了制作之目的的相对性与行为之目的(善行)的自足性,并阐明了选择被界定为“欲求性智性”或“思考性欲求”的缘由,以及为何唯有人是选择的始基。
ἵν’ οὖν μή τις οἰηθῇ ὅτι πάσης διανοίας τὸ τέλος ἕνεκά τού ἐστι καὶ πᾶσα διάνοια ἔχει τι, ὃ κινεῖ πρὸς τέλος ἕτερον τῆς ἀληθείας ἐπέκεινα, φησίν, ὅτι ἡ διάνοια ἁπλῶς αὐτὴ καθ’ αὑτὴν οὐκ ἔχει τι τέλος τῆς ἀληθείας σκοπιμώτερον, ἵνα τι πρὸς ἐκεῖνο κινῇ καὶ ἀρχὴ αὐτὸ τῆς πρὸς ἐκεῖνο εἴη κινήσεως,1 ἀλλὰ προσλαβοῦσα τὸ πρακτικεύεσθαι πρακτικὴ διάνοια γίνεται καὶ τότε κινεῖ τὴν προαίρεσιν ὥστε πρᾶξαι καὶ ἐφικέσθαι τοῦ ὀρεκτοῦ, περὶ οὗ καὶ τὴν ἀλήθειαν συνεπέρανε. διὰ τοῦτό φησιν, ὅτι οὐχ ἡ ἁπλῶς διάνοια κινητική ἐστιν, ἀλλ’ ἡ ἕνεκά του καὶ πρακτική, ἤτοι ἡ τὸ παρ’ ἑαυτῇ ἀληθὲς διά τι τέλος παρ’ ἑαυτὸ ἕτερον συμπεραίνουσα, ἢ καὶ πρακτικὴ λέγεται διὰ τὸ μετὰ τὴν τοῦ ἀληθοῦς εὕρεσιν πρᾶξιν ἀπαιτεῖν καὶ κινεῖν πρὸς αὐτὴν τὴν προαίρεσιν, ἵνα τινὸς ἐφίκηται τέλους, ὅπερ ἐστὶ παρὰ τὸ συμπέρασμα, ὃ λαβοῦσα συνεπεράνατο. αὕτη γάρ, φησί, καὶ τῆς ποιητικῆς ἄρχει. ἡ πρακτικὴ διάνοια, ἢ καὶ λογισμὸς καὶ λογιστικὴ διάνοια λέγεται, ἀρχή ἐστι καὶ τῆς ποιητικῆς διανοίας, ποιητικὴ δέ ἐστιν ἡ ἔργον ὡς τέλος ἕτερον παρὰ τὴν ἐνέργειαν ἔχουσα, οἷαι πᾶσαι αἱ ποιητικαὶ ὀνομαζόμεναι τέχναι, ὧν ἀνδριαντοποιητικὴ οἰκοδομικὴ τεκτονικὴ καὶ αἱ τοιαῦται, ὧν ἑκάστη τέλος ἐστὶ παρὰ τὴν ἐνέργειαν ἕτερον,2 τῇ μὲν ἀνδριάς, τῇ δὲ οἰκία, τῇ δὲ κλίνη ἢ θρόνος ἢ τράπεζα ἤ τι τοιοῦτον ἕτερον. ἕνεκα γάρ του ποιεῖ πᾶς ὁ ποιῶν καὶ οὐ τέλος ἁπλῶς ἀλλὰ πρός τι. καὶ τινὸς τὸ ποιητὸν ἀλλ’ οὐ τὸ πρακτόν. ἡ γὰρ εὐπραξία τέλος, ἡ δ’ ὄρεξις τούτου. τὸ τέλος φησὶ τῆς ποιητικῆς, ἤγουν τὸ ἔργον καὶ ἀποτέλεσμα, δι’ ὃ ἡ ἐνέργεια οὐκ ἔστιν ἁπλῶς, ἤγουν οὐκ ἔστιν ἑαυτοῦ καὶ μέχρις ἑαυτοῦ ἱστάμενον, ἀλλ’ ἐν σχέσει θεωρεῖται καὶ πρὸς ἕτερον ἀναφέρεται ὡς τελικώτερον, οὗ καὶ εἶναι [καὶ] λέγεται ὡς δι’ ἐκεῖνο γινόμενον·3 ὥσπερ τῆς οἰκοδομίας τέλος οὖσα ἡ οἰκία οὐκ ἔχει τὸ αὐτοτελὲς ἀλλὰ πρὸς τὴν χρείαν ἀφορᾷ τοῦ ἀνθρώπου καὶ ἐκείνου ἐστὶν ὡς δι’ ἐκεῖνον γεγονός, καὶ οὕτως ἐπὶ παντὸς ποιητοῦ πράγματος. οὐ τοιοῦτον δὲ καὶ τῆς πρακτικῆς τέλος ἀλλ’ ἀρκεῖ μόνον ὡς τέλος ἡ εὐπραξία, καὶ ἡ ὄρεξις ἐξ ἀρχῆς ταύτης ἐστίν, ἵνα εὖ πράξῃ ὁ ὀρεγόμενος, ὀρεχθείς τε καλῶς ἐξ ἀρχῆς καὶ ἀποδείξας καλῶς καὶ ὀρθῶς βουλευσάμενος καὶ τὴν ἐνέργειαν αὐτοῦ ἀποπερατώσας κατὰ τὸ δέον. διὸ ἢ ὀρεκτικὸς νοῦς ἡ προαίρεσις ἢ ὄρεξις διανοητική, καὶ ἡ τοιαύτη ἀρχὴ ἄνθρωπος. ἐπεί, φησίν, ἡ προαίρεσις ἀπὸ μὲν ὀρέξεως ἄρχεται, νοῦν δ’ ἔχει, τὸν λογιστικὸν δηλονότι καὶ πρακτικόν, ἐφεστηκότα τῇ ὀρέξει καὶ πρῶτον μὲν ἐξετάζοντα καὶ συλλογιζόμενον εἰ καλῶς ἡ ὄρεξις ὤρεκται, ἔπειτα προαιρούμενον καὶ βουλευόμενον ὅπως τοῦ ὀρεκτοῦ ἐπιτεύξεται, διὰ τοῦτο ἡ προαίρεσις ἢ ὀρεκτικὸς νοῦς ἂν ῥηθείη ὡς τῷ χρόνῳ προλαμβάνουσαν τὴν ὄρεξιν ἔχουσα, τὸν δὲ νοῦν ἐπικρίνοντα, ἢ ὄρεξις διανοητική. τὸ αὐτὸ γὰρ δηλοῦσιν ἀμφότερα ἢ τοῦ νοῦ τιθεμένου ὡς γένους καὶ τῆς ὀρέξεως ὡς διαφορᾶς ἐπιφερομένης εἰς διαστολὴν τοῦ θεωρητικοῦ, ἢ τῆς ὀρέξεως ταττομένης ὡς γένους καὶ τοῦ διανοητικοῦ ὡς διαφορᾶς ἐπιφερομένης πρὸς διαστολὴν τῆς ἁπλῶς ὀρέξεως, ἣ καὶ τοῖς ἀλόγοις πέφυκε γίνεσθαι, ὡς εἶναι τῇ σχέσει τοὺς ἀποδεδομένους τρεῖς ὅρους τῆς προαιρέσεως διαφέροντας, τῷ δὲ ὑποκειμένῳ τοὺς αὐτούς· μᾶλλον δὲ ὁ πρῶτος καὶ ὁ τρίτος τῇ λέξει μόνῃ διαφέρουσιν. ὃ γὰρ ἐν τῷ πρώτῳ τὸ βουλευτικόν, τοῦτο ἐν τῷ τρίτῳ τὸ διανοητικόν· ὁ γὰρ ὀρεγόμενος διανοεῖται ὡς ἕξιν ἔχων τέλος ἧς ἕνεκα καὶ νοεῖ καὶ συλλογίζεται καὶ βουλεύεται, τέλος ἔχων οὐ γνῶσιν ἀλλὰ πρᾶξιν. τὸ δὲ ἡ τοιαύτη ἀρχὴ ἄνθρωπος τοιαύτην ἔχει τὴν ἔννοιαν. ἐπεὶ γὰρ τὰ μὲν τῶν ἐνεργούντων ὑπὲρ προαίρεσιν ἐνεργεῖ ὅσα ὑπὲρ λόγον ἀνθρώπινον, ὡς ὁ θεὸς καὶ ὅσα μεταξὺ νοῦ καὶ ψυχῆς ἐπέκεινα τῆς κατ’ αὐτὴν τεταγμένα δυνάμεως4 (τὸ γὰρ προαιρούμενον ἅπαν βουλεύεται, τὸ δὲ βουλευόμενον ἅπαν ἐνδείᾳ φρονήσεως βουλεύεται, οὔτε δὲ θεὸς οὔτε νοῦς ἐνδεὴς φρονήσεως οὐδὲ παρ’ ἑαυτοῖς τι ἐνδεχόμενον ἔχουσιν, ἀλλ’ ἀναγκαῖα πάντα καὶ βέβαια, τὰ δὲ λείπεται προαιρέσεως ὅσα καὶ λόγου λείπεται, μόνος δὲ ὁ ἄνθρωπος ἐνεργεῖν κατὰ προαίρεσιν πέφυκε, καὶ ἀρχὴ καὶ αἴτιος τῶν ἀποτελουμένων ἐκ ταύτης), διὰ τοῦτό φησι τῇ δόξῃ ταύτῃ ἀπαρεσκόμενος,5 ὅτι ἡ πρώτη ἀρχὴ καὶ αἰτία τῶν κατὰ προαίρεσιν ἐνεργημάτων ὁ ἄνθρωπός ἐστι, μήτε πρὸ αὐτῆς μήτε μετ’ αὐτὴν ἔχουσά τι προαιρέσεως χρώμενον ἐν τοῖς ἐνεργήμασιν. ὡς γὰρ εἴρηται, τὸ προαιρούμενον καὶ βουλεύεται, τὸ βουλευόμενον καὶ λογικῶς ἐνεργεῖ καὶ περὶ τὰ ἐνδεχόμενα ποιεῖται τὴν βούλησιν.
因此,为了不让人以为一切思考的目的都是为了某种事物,且一切思考都具有某种向着真理之外且更高的另一目的而推动的事物,他说,无条件的思考就其自身而言,并不具有比真理更具目标性的目的,以便朝向那个目的推动某物,并自身成为朝向那个目的的运动始基;相反,思考通过附加实践性而成为实践性思考,此时它推动选择,从而去实行并达到它已就其推论出真理的欲求对象。因此他说,不是无条件的思考具有推动力,而是为了某种目的且实践性的思考具有推动力,亦即,为了自身之外的另一目的而推论其内在真理的思考,或者由于它在发现真理之后要求行为并推动选择走向行为,以便达到有别于它所把握并推论出的结论的某种目的,因而也被称为实践性的。 “因为这种思考,”他说,“亦统治着制作性的思考。”实践性思考(它亦被称为计算和推理性思考)也是制作性思考的始基;而制作性思考乃是将活动之外的另一产物作为目的的思考,正如一切被称为制作性的技术那样,其中包括雕塑术、建造术、木工术及诸如此类的技术,它们各自的目的都是有别于活动的另一事物:对前者而言是雕像,对次者而言是房屋,对再后者而言是床铺、坐椅、桌子或其他诸如此类的事物。 “因为一切制作的人都是为了某种目的而制作,所制作出的东西并非无条件的终极目的,而是相对于某物且属于某物的目的,但所实践的行为并非如此。因为善行本身即是目的,而欲求正是朝向这一目的的。” 他说,制作性思考的目的,即作为活动所为之缘由的成果与产物,并非无条件的目的,亦即并非属于自身且止步于自身,而是在关系中被考察,并归向于作为更终极者的另一事物,且由于因那另一事物而产生,因而也被说成是属于它的;正如房屋作为建造的目的并不具有自足性,而是关涉人类的需要,且由于因人而产生而属于人,在一切被制作的事物上皆是如此。但实践性思考的目的并非如此,唯有善行作为目的便已自足,而欲求从一开始即是朝向这一目的的,以便欲求者能够很好地行事,从一开始就合宜地欲求,出色地证明,正确地熟虑,并按照当行的规定完满完成其活动。 “因此,选择要么是欲求性的智性,要么是思考性的欲求,而这样的一种始基便是人。” 他说,由于选择从欲求出发,但拥有智性(显然是推理性且实践性的智性)主管着欲求,首先考察并推论欲求是否合宜地产生,继而选择并熟虑如何达成欲求对象,因此选择既可以被称为“欲求性智性”,即在时间上拥有先行开始的欲求而由智性来判定;又可以被称为“思考性欲求”。因为两者的含义相同:要么将智性设为属,附加欲求作为种差以区别于理论智性;要么将欲求设为属,附加思考性作为种差以区别于即便在无理性动物中亦天然存在的无条件欲求;因此,所给出的关于选择的三种界说在关系上各异,但在底层载体上是同一的;或者不如说,第一种与第三种仅在文辞上有别。因为在第一种界说中的熟虑能力,即是第三种界说中的思考能力;因为欲求者之所以思考,乃是作为一个将目的作为品质而拥有的存在,他正是为了这目的而理解、推论并熟虑,其目的并非知识,而是行为。 至于“这样的一种始基便是人”这一句,则具有如下涵义。因为在行动者中,凡超越人类理性的存在,其活动便超越了选择,如神以及介于智性与灵魂之间、被安排在超出依灵魂之能力的存在(因为凡选择者皆熟虑,而凡熟虑者皆因欠缺明智而熟虑,但神与智性皆不欠缺明智,在它们自身之中亦没有任何可变之事,一切皆是必然且确定的;另一方面,凡欠缺理性的存在亦欠缺选择,唯有人天然能够依据选择而活动,并且是由选择所达成之事的始基与原因),因此他顺从这一见解而说,依据选择的诸行为的首要始基与原因乃是人,在人之前或人之后皆没有任何在行为中运用选择的存在。因为正如所言,选择者亦熟虑,熟虑者亦依理性活动,并就可变之事产生意愿。
- 6.16ἀρχὴ αὐτὸ τῆς πρὸς ἐκεῖνο εἴη κινήσεως
此句由 καί 与 ἵνα 引导的分句中的虚拟式 κινῇ 相并列,主语为中性的 αὐτό(思考自身或前面的不定代词 τι)。希求式 εἴη 在统语上依然隶属于 ἵνα 从句。
- 6.16ὧν ἑκάστη τέλος ἐστὶ παρὰ τὴν ἐνέργειαν ἕτερον
属格关系代词 ὧν 指代前述诸技术(αἱ τοιαῦται)。ἑκάστη 为主语,τέλος ἕτερον 为表语名词,介词短语 παρὰ τὴν ἐνέργειαν 意为“有别于活动”。其后以与格 τῇ μέν ... τῇ δέ 进一步分别列举各技术的目的。
- 6.16οὗ καὶ εἶναι [καὶ] λέγεται ὡς δι’ ἐκεῖνο γινόμενον
关系代词 οὗ 为从属于 εἶναι 的领属属格,指代前文的 ἕτερον(“属于那一另一事物”)。方括号中的 [καὶ] 为编者怀疑之衍文。分词短语 ὡς δι’ ἐκεῖνο γινόμενον 作状语,表示“由于因其而产生”。
- 6.16ἐπέκεινα τῆς κατ’ αὐτὴν τεταγμένα δυνάμεως
属格 τῆς κατ’ αὐτὴν ... δυνάμεως 受介词 ἐπέκεινα(“超出”)支配。αὐτήν 指代前文的 ψυχή,整句意为“被安排在超出依灵魂之能力的存在”。
- 6.16διὰ τοῦτό φησι τῇ δόξῃ ταύτῃ ἀπαρεσκόμενος
动词分词 ἀπαρεσκόμενος 在古典希腊语中通常意为“不满”,但在当前语境中,亚里士多德显然完全赞同“人是选择之始基”这一主张,故此处按拜占庭/晚期用法理解为与 ἀρεσκόμενος 同义,意为“安于、顺从于、依凭于该学说”。
