← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§283.15-284.33

三种思考的划分与目的的双重涵义

厄斯特拉提奥斯注解了亚里士多德《尼各马可伦理学》第六卷(1139a35)中关于思考、选择与行为的区分,并依据灵魂的双重存在状态以及目的的双重涵义(“为其之目的”与“为其利益之目的”),阐明了沉思、实践与制作三种思考之间的层级比例关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.16#1

" Διάνοια δ’ αὐτὴ οὐθὲν κινεῖ, ἀλλ’ ἡ ἕνεκά τινος καὶ πρακτική· αὕτη γὰρ καὶ τῆς ποιητικῆς ἄρχει· ἕνεκα γάρ του ποιεῖ πᾶς ὁ ποιῶν, καὶ οὐ τέλος ἁπλῶς ἀλλὰ πρός τι. καὶ τινὸς τὸ ποιητὸν ἀλλ’ οὐ τὸ πρακτόν. ἡ γὰρ εὐπραξία τέλος, ἡ δ’ ὄρεξις τούτου· διὸ ἢ ὀρεκτικὸς νοῦς ἡ προαίρεσις ἢ ὄρεξις διανοητική, καὶ ἡ τοιαύτη ἀρχὴ ἄνθρωπος." Εἴρηκε μὲν καὶ προλαβὼν ἤδη διαφορὰς τῶν δύο τῆς διανοίας εἰδῶν, παραδίδωσι δὲ εἰσέτι καὶ νῦν. ποιεῖται δὲ καὶ ὑποδιαίρεσιν τῆς περὶ τὰ ἐνδεχόμενα διανοητικῆς, διαιρῶν αὐτὴν εἰς πρακτικὴν καὶ ποιητικήν, καί φησι ταύτας διαφέρειν πρὸς ἀλλήλας τῷ τὴν μὲν μέχρι τοῦ πρακτικοῦ τέλους ἵστασθαι τὴν δέ, τὴν ποιητικήν, ἔχειν τι τέλος τῆς κατ’ αὐτὴν ἐνεργείας, ἐπέκεινα δὲ ὡς ἕνεκά του ἐνεργοῦσαν καὶ τὸ τέλος αὐτῆς πρὸς ἕτερον ἀναφερόμενον ἔχουσαν, ὡς ὃν λόγον ἔχει ἡ πρακτικὴ πρὸς τὴν ἐπιστήμην, τὸν αὐτὸν ἔχειν τὴν ποιητικὴν πρὸς τὴν πρακτικήν.1 ὡς γὰρ ἐν ἐκείναις ἡ μὲν ἐπιστημονικὴ διάνοια τέλος ἔχει τὸ εὑρεῖν τὴν ἀλήθειαν καὶ περαιτέρω οὐδὲν προστίθησιν, ἡ δὲ πρακτικὴ εὑρίσκει μὲν καὶ αὐτὴ τἀληθές, οὐ μέχρι δὲ τούτου ἵσταται ἀλλὰ δεῖ καὶ πράξεως, ἵν’ ἐφίκηται τοῦ ὀρεκτοῦ περὶ οὗ καὶ συνελογίσατο, οὕτως ἡ ποιητικὴ τέλος τῆς οἰκείας ἐνεργείας ὃ ἀπετέλεσεν ἔχουσα οὐ μέχρι τούτου ἵσταται, ἀλλ’ ἀναφέρει τοῦτο πρὸς ἕτερον σκοπιμώτερόν τε καὶ τελικώτερον, 〈οἷον ἡ οἰκοδομικὴ τέλος μὲν ἔχει τοῦ οἰκοδομεῖν τὴν οἰκίαν, τῆς δὲ οἰκίας σκοπιμώτερον καὶ τελικώτερον〉 τὴν σωτηρίαν τῶν ἐν αὐτῇ οἰκούντων καὶ ἀποτιθεμένων. καὶ ἔοικε κατὰ λόγον ἀκολουθηκέναι τῇ τῆς ἀνθρώπου ψυχῆς ἰδιότητι. ἐπεὶ γὰρ πέφυκεν αὐτὴ καὶ χωριστὴ εἶναι σώματός τε καὶ τῶν συντηρημένων αὐτῇ ζωῶν ἐν τῷ θεωρεῖσθαι μετὰ τοῦ σώματος καὶ συμπλέκεσθαι τούτοις διὰ τὰ αὐτοῖς χρησιμεύοντα ἐνεργεῖν μετ’ αὐτῶν καὶ δι’ αὐτῶν εἰς ἐκτός, ὡς μὲν χωριστὴ τούτων ἔχει καὶ ὑπὲρ αὐτὰ τὴν ἐνέργειαν εὑρίσκουσα τἀληθὲς κατὰ τὴν ἑαυτῆς καθ’ αὑτὴν τελειότητα καὶ μηδὲν δεομένη προσθεῖναι ὡς μηδὲν τῆς ἀληθείας ἔχουσα τελικώτερον, ὡς δὲ πρὸς αὐτὰ ἐνεργοῦσα2 καὶ ταῦτα πρὸς τὸ βέλτιον ἄγουσα καὶ πείθουσα ταῦτα ἕπεσθαι αὐτῇ κατὰ τὸ ἑκάστῳ αὐτῶν ἐγχωροῦν ἔχει μετὰ τὴν τῆς ἀληθείας εὕρεσιν τέλη ἕτερα, αὐτῇ μὲν ἀρκοῦντος κἀνταῦθα πρὸς ἑαυτὴν τοῦ εὑρεῖν τὴν ἀλήθειαν, ἐκείνων δὲ μὴ ἀρκουμένων πρὸς τὴν οἰκείαν τελείωσιν ἐπὶ μόνῃ τῇ εὑρέσει τοῦ ἀληθοῦς ἀλλὰ δεομένων καὶ ἐνεργημάτων ἑτέρων καὶ πράξεων, ἵν’ οὕτως ἀκολουθήσωσι τῷ βελτίονι καὶ μὴ σπῖλον αὐτῷ τινα καὶ μῶμον προσάψωσι, τὴν αὑτοῦ εὐγένειαν τῇ πρὸς τὰ χείρω ῥοπῇ καθυβρίσαντα. ὡς δὲ προσύλων ὄντων φύσει τῶν συμπεπλεγμένων τῇ κρείττονι καὶ δεομένων διὰ τοῦτο πολλῶν τῶν ἔξωθεν, διὰ τοῦτο καὶ πράξεις καὶ τέλη τῶν πράξεων διάφορα κατὰ γένος. ταῦτά ἐστι τό τε οὗ καὶ τὸ ᾧ.3 ἐντεῦθεν τέχναι πολλὰ χρειώδη κατασκευάζουσαι, ὡς ἔστιν ἰδεῖν ἐπὶ τῶν ποιητικῶν τεχνῶν, ἐν αἷς ὡς οὗ μὲν ἕνεκε τέλος τὸ τῆς τέχνης ἔργον καὶ ἀποτέλεσμα, ὡς δὲ ᾧ, ἤτοι δι’ ὃ ἡ χρεία τῆς καθ’ ἡμᾶς θνητοειδοῦς φύσεως πολλῶν δεομένη πρὸς τὸ συνίστασθαι καὶ μὴ φθείρεσθαι εἴς τε ἀναπλήρωσιν τῶν κενώσεων καὶ εἰς τὸ βλάπτεσθαι παρὰ μηδενὸς τῶν ἐπιόντων ἔξωθεν, οἷον ἀρτοποιητικὴ τέλος μὲν ἔχει ὡς οὗ τὸν ἄρτον, ὡς δὲ ᾧ τὸ τρέφειν τὸν ἄνθρωπον, χαλκευτικὴ δὲ ὡς μὲν οὗ τὸ σκεῦος, τῆς κατ’ αὐτὴν ἐνεργείας ὂν ἀποτέλεσμα, οἷον χύτραν ἢ λέβητα, ὡς δὲ ᾧ, ὅτι ἀνθρώπῳ χρήσιμον, καὶ οἰκοδομικὴ ὡς μὲν οὗ τὴν οἰκίαν, τέλος οὖσαν τῆς κατ’ αὐτὴν ἐνεργείας καὶ πράξεως, ὡς δὲ ᾧ τὴν ἀνθρωπίνην χρείαν, εἰς ἀποτροπὴν γινομένην τῶν ἐξ ἀέρος βλαβῶν ἢ ἄλλων τινῶν, ἃ δὴ ἐμπίπτοντα ἔξωθεν βλάβας τινὰς πέφυκε φέρειν. ταῦτα μὲν εἴρηται τὸν σκοπὸν ἐν βραχεῖ τῆς προκειμένης περιλαμβάνουσι λέξεως· ἴδωμεν δὲ κατὰ μέρος καὶ τὴν λέξιν αὐτήν. διάνοια δ’ αὐτή, φησίν, οὐθὲν κινεῖ ἀλλ’ ἡ ἕνεκά του καὶ πρακτική. εἶπεν ὅτι πράξεως ἀρχὴ ποιητικὴ προαίρεσις, προαιρέσεως δὲ ὄρεξις καὶ λόγος ὁ ἕνεκά του, λόγον ὀνομάζων τὴν πρακτικὴν διάνοιαν.

“思考本身不能推动任何事物,唯有为了某种目的且实践性的思考才推动;因为这种思考亦统治着制作性的思考;因为一切制作的人都是为了某种目的而制作,所制作出的东西并非无条件的终极目的,而是相对于某物且属于某物的目的,但所实践的行为并非如此。因为善行本身即是目的,而欲求正是朝向这一目的的;因此,选择要么是欲求性的智性,要么是思考性的欲求,而这样的一种始基便是人。” 他在前文固然已经谈及思考之两个种的区别,但如今依然再次阐明。他还对关涉可变之事的思考能力作了进一步的细分,将其分为实践性的与制作性的,并且说这两者彼此相异,在于前者止步于实践的目的,而制作性的思考虽然拥有其依自身活动的某种目的,但作为为了某种目的而活动并将其目的归向于另一事物,它走得更远,正如实践性思考对科学知识具有何种比例关系,制作性思考亦对实践性思考具有相同的比例关系。因为正如在那些思考中,科学思考以发现真理为目的,并不在此之外增加任何东西,而实践性思考自身固然也发现真理,却不止步于此,而是还需要行为,以便达到它所推论出的欲求对象;同样地,制作性思考虽然以其所完成之物作为自身固有活动的目的,却不止步于此,而是将这目的归向于另一个更具目标性且更具终极性的事物,〈例如建造术以房屋作为建造的目的,但拥有比房屋更具目标性且更具终极性的目的,即〉居于其中并储藏物品之人的安全。这似乎完全合乎情理地随顺于人类灵魂的本性特征。因为灵魂本身既天然能够脱离肉体以及随同它〔灵魂〕而被保全的诸生命——就其与肉体一同被考察而言,又与它们缠结在一起,以便为了对它们有益之物而与它们一同并经由它们向外活动;因此,灵魂作为脱离这些事物的存在,拥有凌驾于它们之上的活动,依其自身的圆满性发现真理,且无需增加任何东西,因为对它而言没有任何东西比真理更具终极性;而作为朝向这些事物活动、引导它们归向更好之境并劝导它们在各自允许的限度内追随自身的存在,它在发现真理之后还拥有其他目的;因为在这里,对于灵魂自身而言,发现真理已然自足,但那些生命仅凭真理的发现对于其自身的圆满而言并不自足,还需要其他活动与行为,以便借此追随更好者,而不致因向低劣之物的倾斜而侮辱它〔更好者〕的高贵,从而给它带来某种污点与瑕疵。由于与更优越部分相缠结的各部分在自然上是属质料的,并因此需要许多外在之物,故而行为以及行为的目的在类别上也是多样的。这些就是“为其之目的”与“为其利益之目的”。由此产生了构造诸多实用之物的技术,正如在制作性诸技术中所能见到的那样;在这些技术中,作为“为其之目的”的乃是技术的成果与产物,而作为“为其利益之目的”的(即因其缘故而制作的),则是我们具有必死形态的本性的需要,这一本性需要许多东西来维持自身而不致毁灭,既用于补充亏缺,又用于不受外来侵害,例如制面包术以面包作为“为其之目的”,而以滋养人类作为“为其利益之目的”;锻造术以作为自身活动产物的器皿(如锅或釜)作为“为其之目的”,而以对人类有用作为“为其利益之目的”;建造术以作为自身活动与行为之目的的房屋作为“为其之目的”,而以人类的需要(即为了抵御空气之侵害或天然会从外袭来带来损害的其他事物而产生的需要)作为“为其利益之目的”。这些话是〔我们〕简要概括当前文句主旨而说的;现在让我们逐部分考察文句本身。“思考本身,”他说,“不能推动任何事物,唯有为了某种目的且实践性的思考才推动。”他说过行为的动力始基是选择,而选择的始基则是欲求与为了某种目的的逻各斯,他在此将实践性思考称为逻各斯。

语法注3 条
  1. 6.16ὡς ὃν λόγον ἔχει ἡ πρακτικὴ πρὸς τὴν ἐπιστήμην, τὸν αὐτὸν ἔχειν τὴν ποιητικὴν πρὸς τὴν πρακτικήν

    相关比例结构:由从属从句 ὡς ὃν λόγον... 引出,后由前面 φησί 所支配的间接引语(带不定式的宾格结构)主句 τὸν αὐτὸν [λόγον] ἔχειν... 作出呼应,表达“正如A之于B,C之于D亦然”的比例对应关系。

  2. 6.16ἐπεὶ γὰρ πέφυκεν αὐτὴ καὶ χωριστὴ εἶναι... ὡς μὲν χωριστὴ... ὡς δὲ πρὸς αὐτὰ ἐνεργοῦσα...

    长难句的骨架结构:以原因从句 ἐπεὶ γὰρ πέφυκεν...(“因为灵魂在自然上既可分离又与其交织……”)为前提,后文展开为两个对称的对照主干结构:ὡς μὲν χωριστὴ...(“一方面,作为脱离的存在……”)与 ὡς δὲ πρὸς αὐτὰ ἐνεργοῦσα...(“另一方面,作为朝向它们活动的存在……”)。

  3. 6.16ταῦτά ἐστι τό τε οὗ καὶ τὸ ᾧ

    中性定冠词 τό 与属格关系代词(οὗ [ἕνεκα])及与格关系代词(ᾧ)结合而成的名词化术语结构,指代亚里士多德在《物理学》等著作中所区分的目的因的两种涵义:目标本身(“为其之目的”)与受益者(“为其利益之目的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:283.15-284.33