- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:282.31-283.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃夫斯特拉蒂奥斯注解亚里士多德《尼各马可伦理学》1139a33的文本,借助行为中成败的表征,论证了选择必然以智性、思考和伦理品质(品格)为前提的缘由。
" Διὸ οὔτ’ ἄνευ νοῦ καὶ διανοίας οὔτ’ ἄνευ ἠθικῆς ἕξεως ἡ προαίρεσις· εὐπραξία γὰρ καὶ τὸ ἐναντίον ἐν πράξει ἄνευ νοῦ καὶ διανοίας καὶ ἤθους οὐκ ἔστι." Πιστοῦται διὰ τούτων τὸ εἰρημένον, ὅτι ἀρχὴ ποιητικὴ τῆς προαιρέσεώς ἐστιν ὄρεξις καὶ λόγος ὁ τὸ ἀφορᾶν πρὸς πρᾶξιν ὡς τέλος συλλογιζόμενος. δείκνυσι δὲ ἐκ τοῦ ὑστέρου τὸ πρότερον, τεκμηριώδη τὸν λόγον ποιούμενος.1 ὅτι γάρ, φησίν, ὄρεξις καὶ λόγος αἴτια ποιητικὰ προαιρέσεως, δῆλον ἐκ τοῦ ἄνευ νοῦ καὶ διανοίας καὶ ἠθικῆς ἕξεως μὴ εἶναι προαίρεσιν. εἰ μὴ γὰρ ἥ τε ὄρεξις κινηθῇ πρὸς τὸ ὀρεκτὸν καὶ ὁ νοῦς ὁ πρακτικὸς συμπεράνῃ περὶ αὐτοῦ ὡς ἄξιον ἑλέσθαι αὐτό, ἡ προαίρεσις ἑτέρως οὔτ’ ἐνεργεῖ οὔτε γίνεται. νοῦν γὰρ καὶ διάνοιαν τὸν περὶ τοῦ ὀρεκτοῦ συμπεραίνοντα λόγον ὠνόμασεν. ὀνομάζεται γὰρ καὶ ἡ διάνοια νοῦς ὡς νοῦ μίμημα. ὁ γὰρ κυρίως νοῦς ἁπλαῖς ἐπιβολαῖς γινώσκειν πέφυκε, τούτῳ μέσῳ χρωμένη ἡ διάνοια οἰκείῳ τοῦ πράγματος2 ἀνειλιγμένως καταλαμβάνει. τὸ δὲ ἄνευ ἠθικῆς ἕξεως περὶ τῆς ὀρέξεως εἴρηται, ὅτι τῇ ὀρέξει τὸ ὀρθῶς ἐνεργεῖν ἢ μὴ ἐκ τοῦ ἤθους περιγίνεται, ὡς ἀγαθοῦ ὄντος αὐτοῦ ὀρθὴν εἶναι καὶ τὴν ὄρεξιν, πονηροῦ δὲ διάστροφον. ὥστε δεῖ συντρέχειν ἀλλήλοις ἐν τῇ προαιρέσει τὴν διάνοιαν καὶ τὴν ὄρεξιν, τὴν μὲν ὀρθῶς ὀρεγομένην, τὴν δ’ ἀληθῶς συλλογιζομένην καὶ συμπεραίνουσαν. τὸ γὰρ εὖ καὶ τὸ μὴ ἐν ταῖς πράξεσιν ἄνευ τούτων ἀμφοῖν οὐ γίνεται, τὸ μὲν εὖ ἐχόντων ὀρθῶς, τὸ δ’ ἐναντίον τοῦ εὖ διεστραμμένως.3
“因此,选择既不能没有智性与思考,也不能没有伦理品质;因为行为中的善行及其对立面,绝不能离开智性、思考与品格而存在。” 通过这些论述,他证实了先前所说的那一点,即选择的动力始基乃是欲求以及着眼于将行为作为目的而推论的逻各斯。他以表征性的论证方式,从后生物表明先生者。他说,欲求与逻各斯乃是选择的动力因,这一点从没有智性、思考与伦理品质便不可能有选择这一事实来看是显而易见的。因为若非欲求朝向欲求对象运动,并且实践智性就该对象得出值得选择的结论,选择便绝不可能以其他方式活动或产生。因为他把就欲求对象得出结论的逻各斯命名为“智性与思考”。因为思考作为智性的模仿,亦被称为智性。本来意义上的智性天生通过单纯的直观来认识,而思考则借由运用与事物本性相符的中项,以展开的方式予以把握。至于“没有伦理品质”则是就欲求而言的,因为对于欲求而言,正确地活动与否乃是源于品格,品格若善,欲求亦正;品格若恶,欲求便偏邪。因此在选择中,思考与欲求必须相互吻合,一者正确地欲求,另一者真实地推论并得出结论。因为行为中的善与不善若无这两者便不能产生;当这两者处于正确状态时善得以产生,而当它们处于偏邪状态时善的对立面得以产生。
- 6.15δείκνυσι δὲ ἐκ τοῦ ὑστέρου τὸ πρότερον, τεκμηριώδη τὸν λόγον ποιούμενος
该句表示从后生物(结果)推导先生者(原因)的推理方向。τεκμηριώδη 作为谓语性形容词,担任 ποιούμενος 的宾语补足语(双重宾格结构:“使论述成为具有表征性质的”)。此处指出并非从原因(欲求与逻各斯)推导结果,而是从作为表征的结果(行为的成败)来论证其先行原因的必然性。
- 6.15τούτῳ μέσῳ χρωμένη ἡ διάνοια οἰκείῳ τοῦ πράγματος
此处出现 μέσῳ 与 οἰκείῳ τοῦ πράγματος 之间的倒置隔置(hyperbaton),其骨干语序为 τούτῳ οἰκείῳ μέσῳ τοῦ πράγματος χρωμένη(“借由运用与事物本性相符的中项”)。动词 χρῶμαι 支配与格成分(τούτῳ μέσῳ … οἰκείῳ),而 τοῦ πράγματος 则是依附于形容词 οἰκείῳ 的属格。
- 6.15τὸ μὲν εὖ ἐχόντων ὀρθῶς, τὸ δ’ ἐναντίον τοῦ εὖ διεστραμμένως
ἐχόντων 为独立属格分词,其逻辑主语即前文的 τούτων ἀμφοῖν(思考与欲求这两者)。对应于各分句的主语 τὸ εὖ 和 τὸ ἐναντίον,动词 γίνεται 承前省略。整句结构为:“当这两者处于正确状态时善得以产生,而当它们处于偏邪状态时善的对立面得以产生”。
