← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§281.9-282.30

作为行为原因的选择与欲求及逻各斯之二重性

埃乌斯特拉提奥斯注解了亚里士多德关于行为、选择、欲求与逻各斯之间关系的论述(1139a31),阐明选择是行为的动力因,而欲求和指向目的的逻各斯则是选择的原因。针对此处与此前将选择定义为“深思熟虑的欲求”之间的表象矛盾,他通过揭示实践事务中欲求与逻各斯各自具有的前后双重运作模式作出了调解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.14

" Πράξεως μὲν οὖν ἀρχὴ προαίρεσις, ὅθεν ἡ κίνησις ἀλλ’ οὐχ οὗ ἕνεκα, προαιρέσεως δὲ ὄρεξις καὶ λόγος ὁ ἕνεκά τινος." Ἐπὶ τῶν πρακτικῶν ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν, αἳ καὶ πράξεις ἰδίως λέγονται, τρία ταῦτα θεωρεῖται, διάνοια, ἣ καὶ λογισμὸς εἰδικῶς ὀνομάζεται, προαίρεσις, ὄρεξις. λέγει οὖν τίνα τὰ τρία ταῦτα λόγον ἔχει πρὸς ἄλληλα, καὶ τὴν μὲν προαίρεσίν φησιν αἰτίαν τῆς πράξεως καὶ αἰτίαν οὐ τελικὴν (αὕτη γάρ ἐστι τὸ οὗ ἕνεκα), ἀλλὰ ποιητικήν. ὅθεν γὰρ ἡ κίνησις τὸ ποιητικόν ἐστιν αἴτιον· ἐκ γὰρ τῆς προαιρέσεως ἡ πρᾶξις ἀπογεννᾶται. προαιρούμενοι γὰρ τὸ ἀπὸ τῆς διανοίας ἀποδειχθὲν ἀγαθὸν τοῦ ἀντικειμένου αὐτοῦ ἐνεργοῦμεν καὶ πράττομεν ὥστ’ ἐφικέσθαι αὐτοῦ. τῆς δὲ προαιρέσεως αὖθις αἴτιον ὄρεξίν φησι καὶ λόγον τὸν ἕνεκά του, καίτοι πρότερον τὴν ὄρεξιν ἁπλῶς ὡς γένος τῆς προαιρέσεως εἴληφε καὶ τὸν λόγον ὡς διαφορὰν συστατικήν, ὅτε τὴν προαίρεσιν ὡρίζετο εἶναι ὄρεξιν βουλευτικήν. πῶς οὖν νῦν αἴτια ποιητικά φησι τῆς ὀρέξεως;1 μᾶλλον γὰρ ἄν φαίη τις ταῦτα ἢ ἄμφω ὑλικὰ ὡς μέρη ὄντα τοῦ ἐξ αὐτῶν ὅλου (τὸ γὰρ ὡς ἐκ μερῶν ὅλον εἶδός ἐστιν ὡς ἐν ὕλῃ ἐνθεωρούμενον τοῖς ἐξ ὧν συντέθειται μέρεσιν) ἢ τὸ μὲν ὕλη, τὸ δὲ εἶδος. ἐν γὰρ τοῖς ὁρισμοῖς ὕλη μὲν τὸ γένος ἀναλογεῖ, εἴδει δὲ αἱ διαφοραί. δόξειε δ’ ἂν ἐν τούτοις μὴ ἀκολουθεῖν ἑαυτῷ ὁ Ἀριστοτέλης. ἢ ἐκεῖ μὲν τὴν ἁπλῶς ὄρεξιν τῆς προαιρέσεως γένος εἴληφεν ὡς κοινὴν οὖσαν ἀλόγοις καὶ λογικοῖς καὶ εἶδος αὐτῆς τὴν προαίρεσιν ἔταξεν ὡς μόνων οὖσαν τῶν λογικῶν, διὸ καὶ βουλευτική ἐστιν, ἐνταῦθα δὲ ποιητικὴν αἰτίαν τῆς προαιρέσεώς φησι τὴν ὄρεξιν, ὅτι προκειμένου τινὸς ὀρεκτοῦ, δεῖ προηγήσασθαι τὴν ὄρεξιν ἔφεσιν οὖσαν τοῦ ὀρεκτοῦ ἁπλῶς καὶ λόγου χωρίς, εἶτα τὸν λόγον ἐπισχεῖν τὴν ταύτης ὁρμήν, ὥστε συλλογίσασθαι αὐτὸν καὶ δεῖξαι, εἰ ἀξίως αὕτη ὠρέξατο, καὶ οὕτω τὴν προαίρεσιν ἐπακολουθῆσαι, τὴν ἀρχὴν λαβοῦσαν ἀπὸ τῆς ὀρέξεως, καὶ τοῦ λόγου τοῦτο ἀληθὲς περὶ τὸ ὀρεκτὸν ἀποδείξαντος. καὶ οὕτως ἔχει παρ’ ἑαυτὴν ἡ προαίρεσις τὴν μὲν ὄρεξιν ὡς γένος, τὸν δὲ λόγον ὡς διαφοράν, οὐκέτι ζητοῦντα καὶ συλλογιζόμενον ὁποῖον τὸ τῇ ὀρέξει γεγονὸς ὀρεκτόν (τοῦτο γὰρ ἤδη εὕρηκε, καὶ διὰ τοῦτο καὶ ἡ προαίρεσις ἠκολούθησεν) ἀλλὰ βουλευόμενον ὅπως αὐτοῦ ἐπιτεύξεται. ταῖς μὲν γὰρ ὑπὸ τὴν ψυχικὴν οὐσίαν δυνάμεσιν ἔξω οὔσαις ὕλης οὐ δεῖ βουλεύσεως, ἐκεῖνα βουλευομέναις ἃ ἐξ ἀνάγκης καὶ δύνανται καὶ ἐν οἷς οὐκ ἔστι τὸ ἁπλῶς ἐνδεχόμενον,2 τῇ δὲ ψυχῇ συνδεδεμένῃ ὕλῃ καὶ σώματι καὶ δυνάμεις ἀλόγους ἐχούσῃ συνηρτημένας αὐτῇ καὶ ἀμφιβολία καὶ ἄγνοια πρόσεστι καὶ τὸ ἐνδεχόμενον συμπαρομαρτεῖ ἐν ταῖς πράξεσι. διὸ καὶ κινδυνεύει εἰς ἔνδειαν ἰέναι πολλάκις φρονήσεως, ὥστε δεῖ αὐτῇ καὶ βουλεύσεως διὰ ταύτην τὴν ἔνδειαν τὸν τρόπον ἀνερευνώσης, δι’ οὗ ἁπλῶς ἢ ῥᾳότερον τοῦ ὀρεκτοῦ ἐπιτεύξεται. εἰπὼν δὲ ὅτι προαιρέσεως ἀρχὴ ἡ ὄρεξις καὶ λόγος ἐστίν, ἐπάγει τὸ ὃ ἕνεκά τινος, ἵνα δηλώσῃ τὸν λόγον καὶ τὴν διάνοιαν τὴν ἐν τοῖς πρακτικοῖς ἁρμόζουσαν, ἣ ἔστιν ἡ μὴ μέχρι τῆς ἀληθείας ἱσταμένη τοῦ συμπεράσματος ἀλλ’ ἡ ἕνεκα συλλογιζομένη τῆς πράξεως καὶ τοῦ κατ’ αὐτὴν τέλους, ἣ καὶ τοῖς ἐνδεχομένοις ἐφηρμοσε, τοῖς τε κατὰ πρᾶξιν καὶ ποίησιν. ἡ γὰρ ἐπιστημονικὴ διάνοια οὐχ ἕνεκά τινος ἑτέρου τὸ παρ’ ἑαυτῇ ἀληθὲς ἀποδείκνυσιν, ἀλλ’ ἔχει τὸ αὔταρκες ἑαυτῇ μέχρι τοῦ εὑρεῖν τὴν ἀλήθειαν, καθάπερ καὶ ἤδη εἴρηται. ἔστι τοίνυν συνιδεῖν ἐκ τῶν εἰρημένων, ὅτι διττὴ ἡ ὄρεξις καὶ ὁ λόγος διττὸς ἐν τοῖς πρακτοῖς ἀγαθοῖς. πρώτη μὲν ὄρεξις ἡ πρὸ τῆς τοῦ λόγου κρίσεως καὶ τοῦ ἀποδεῖξαι, εἰ ἄξιον τοῦ ὀρεχθῆναι τὸ προκείμενον, ἣ καὶ οὔπω λογικὴ λέγεται ὄρεξις, δευτέρα δὲ ὄρεξις ἡ μετὰ λόγου, ἣ καὶ προαίρεσις ὀνομάζεται καὶ μετὰ τὴν ἀπόδειξιν τοῦ ἄξιον 〈εἶναι〉 ὀρέξεως τὸ προκείμενον ἐπιγίνεται. λόγος δὲ πρῶτος μὲν ὁ ἀγαθὸν εἶναι συλλογιζόμενος τὸ κατ’ ὄρεξιν γεγονός, ὃς καὶ προηγεῖται τῆς προαιρέσεως, δεύτερος δέ, ὃς τὸν τρόπον εὑρίσκει δι’ οὗ τοῦ ἐν προαιρέσει γεγονότος ἐπιτυγχάνει ὁ προαιρούμενος.

“因此,行为的始基乃是选择——运动由之而起的始基,而非目的——而选择的始基则是欲求与为了某目的的逻各斯。” 在关涉实践德性以及依据它们而展开的活动(这些活动在特有意义上被称为行为)中,有这三者受到考察:思考(在种的意义上亦被称为计算)、选择与欲求。因此他说明这三者相互之间具有何种关系,并指出选择乃是行为的原因,且非目的因(因为这正是‘为了某目的’),而是动力因。因为运动由之而起者即是动力因;行为正是从选择中产生出来的。因为我们在选择了由思考就该对象本身所证明的善之后,便进行活动并施行行为,从而达到它。另一方面,他又指出选择的原因乃是欲求以及为了某目的的逻各斯,尽管此前在将选择定义为深思熟虑的欲求时,他纯粹将欲求作为选择的属,将逻各斯作为构成性的种差。那么,他现在为何将它们称为欲求的动力因呢?因为人们宁可说,这两者要么都是质料性的,作为由它们构成的整体的部分(因为由部分构成的整体作为一种形式,正如在质料中一样被考察于构成它的各部分之中),要么一者是质料,另一者是形式。因为在定义中,属对应于质料,而种差对应于形式。在这些表述中,亚里士多德似乎有自相矛盾之嫌。抑或是在前一处,他将单纯的欲求作为选择的属,因为它是无理性者与有理性者所共有的,并将选择列为其种,因为它仅属于有理性者(因此它亦是深思熟虑的);而在此处,他将欲求称为选择的动力因,是因为当某个欲求对象摆在面前时,欲求作为单纯且脱离逻各斯的对该对象的企求必须先行,随后逻各斯制止其冲动,从而对其加以推论并指明其欲求是否得当,进而选择在从欲求获得始基且逻各斯就欲求对象证明了此项真理之后随之产生?从而选择在自身之中包含作为属的欲求以及作为种差的逻各斯,而此时的逻各斯不再探究和推论为欲求所产生的对象是何种性质(因为这一点它已经发现,正因如此选择才随之产生),而是深思熟虑如何能够达成它。因为对于属于灵魂实体、处于质料之外的潜能而言,即使它们考虑那些出于必然性而能做且绝非偶然的事物,也无需深思熟虑;然而对于与质料和身体相结合、并将无理性潜能依附于自身的灵魂而言,疑惑与无知并存,且偶然性在行为中相伴随。因此它常常面临陷入缺乏明智的危险,以致因这种缺乏而需要深思熟虑,来探究借以能够直接或更容易地达成欲求对象的方式。在指出选择的始基乃是欲求与逻各斯之后,他附加上“为了某目的”,以便表明适合于实践事务的逻各斯与思考,这种思考并不止步于结论的真理,而是为了行为以及依据行为的目的而推论,它亦适合于偶然之物,即依凭行为与制作之物。因为科学思考并非为了某种他物而证明其自身中的真理,而正如前面已述的那样,在发现真理这一点上它具有自足性。由此,根据上述内容可以领会,在实践之善中,欲求是双重的,逻各斯亦是双重的。第一种欲求是在逻各斯的裁决以及证明摆在面前的对象是否值得欲求之前的那种欲求,它尚未被称为理性欲求;第二种欲求则是伴随逻各斯的欲求,它亦被命名为选择,并且是在证明了摆在面前的对象值得欲求之后产生的。第一种逻各斯乃是推论依凭欲求而产生者为善的逻各斯,它先行于选择;第二种逻各斯则是找出选择者借以达成处于选择中的对象之方式的逻各斯。

语法注2 条
  1. 6.14πῶς οὖν νῦν αἴτια ποιητικά φησι τῆς ὀρέξεως;

    由于前文刚刚指出“选择的原因是欲求与为了某目的的逻各斯”,此处的“τῆς ὀρέξεως”从论证实质来看显然关涉的是“选择(τῆς προαιρέσεως)”。在此依据传抄文本作属格补足语理解,但注解者所提出的疑难实质在于“为何欲求与逻各斯被称为[选择的]动力因”。

  2. 6.14ταῖς μὲν γὰρ ὑπὸ τὴν ψυχικὴν οὐσίαν δυνάμεσιν ἔξω οὔσαις ὕλης οὐ δεῖ βουλεύσεως, ἐκεῖνα βουλευομέναις ἃ ἐξ ἀνάγκης καὶ δύνανται καὶ ἐν οἷς οὐκ ἔστι τὸ ἁπλῶς ἐνδεχόμενον

    与格分词短语“ἐκεῖνα βουλευομέναις ...”与“ταῖς ... δυνάμεσιν”在语法上一致,但与前面的主句谓语“οὐ δεῖ βουλεύσεως”在意义上存在表面的冲突。该分词应理解为限制性或让步性用法,意指“即便这些潜能有所考虑,所考虑的亦是出于必然的事物,因此(在严格实践意义上的)深思熟虑对它们而言并无必要”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:281.9-282.30