- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:280.8-281.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《尼各马可伦理学》第六卷第二章(1139a26)关于实践思考与理论思考的区分,注释者阐释了理论思考的功能仅在于真假,而实践思考的好坏则要求真理与正确欲求及具体行为相符合。
" Αὕτη μὲν οὖν ἡ διάνοια καὶ ἡ ἀλήθεια πρακτική, τῆς δὲ θεωρητικῆς διανοίας καὶ μὴ πρακτικῆς μηδὲ ποιητικῆς τὸ εὖ καὶ κακῶς τἀληθές ἐστι καὶ ψεῦδος· τοῦτο γάρ ἐστι παντὸς διανοητικοῦ ἔργον." Ἐπεὶ εἰς δύο διῄρηκε τὴν διάνοιαν καὶ τὸ μὲν αὐτῆς εἶπε περὶ τὰ ἐνδεχόμενα καταγίνεσθαι, τὸ δὲ περὶ τὰ ἀναγκαῖα, καὶ τὸ μὲν ὠνόμασε λογιστικόν, τὸ δ’ ἐπιστημονικόν, εἰπὼν τὴν ἰδιότητα τοῦ λογιστικοῦ, λέγει νῦν καὶ τὴν τοῦ ἐπιστημονικοῦ. ἐν ἐκείνῳ μὲν γὰρ οὐ μέχρι θεωρίας ἦν τὸ τέλος, ὥσθ’ ἱκανὸν εἶναι τοῦ εὑρεῖν τὴν ἀλήθειαν,1 ἀλλ’ ἔδει καὶ ὄρεξιν ἐπακολουθῆσαι διώκουσαν τὸ συμπερανθὲν καὶ πρᾶξιν κατορθοῦσαν τὸ ἀγαθόν, ὅτι γε καὶ ἐφ’ ἡμῖν ἡ κτῆσις ἐκείνων. ἐνδεχομένου γὰρ ὄντος καὶ τῆς ἡμετέρας δεομένου σπουδῆς εἰς τὴν αὐτοῦ ἀποτέλεσιν (τοιαῦτα γὰρ τὰ σωφρονικά), διὰ τοῦτο καὶ πρακτικὸν τὸ εἶδος τῆς διανοίας ἐκεῖνο καὶ τῆς ἀληθείας ὠνόμασται. τὸ δὲ τῆς θεωρητικῆς μηδὲ πρακτικῆς μηδὲ ποιητικῆς. τὸ εὖ καὶ κακῶς μέχρι τοῦ θεωρεῖν ἔχει,2 τὸ μὲν εὖ, ὅταν εὑρίσκῃ τὸ ἀληθές, τὸ δὲ κακῶς, ὅταν πλανᾶται καὶ ψεύδηται, οἷον εἴ τις περὶ τοῦ σχήματος ζητοίη τῆς γῆς, εἴτε σφαιρικὴ εἴτε τυμπανοειδὴς εἴτε φακοειδής. ἐν τούτῳ γὰρ εὑρών τις τὸ ἀληθὲς ὅτι σφαιροειδὴς ἀρκεῖται, ἀλλ’ οὐ δεήσει αὐτῷ σφαῖραν ποιῆσαι ἢ γῆν ἢ ἄλλο τι ἐπὶ τῇ τῆς ἀληθείας εὑρέσει ἐργάσασθαι. συνῆψε δὲ τῇ πρακτικῇ τὴν ποιητικήν, ὡς καὶ αὐτὴν ἐνεργοῦσαν περὶ τὰ ἐνδεχόμενα καὶ περὶ τὰ ἐφ’ ἡμῖν ἔχουσαν τὸ ποιούμενον, οὗ ἕνεκα καὶ ἡ κατὰ τὸν λόγον σκέψις αὐτῇ γεγένηται, ὡς ἐπὶ τῆς τεκτονικῆς καὶ χαλκευτικῆς καὶ τῶν τοιούτων. εἰπὼν δὲ περὶ τῆς θεωρητικῆς ὅτι τὸ εὖ αὐτῇ καὶ κακῶς, τὸ ἀληθὲς αὐτῇ καὶ τὸ ψεῦδος ἐπήνεγκε. τοῦτο γάρ ἐστι παντὸς διανοητικοῦ ἔργον ὡς κοινῆς οὔσης τῆς τοῦ ἀληθοῦς εὑρέσεως ἢ καὶ τοῦ πλανηθῆναι περὶ τὸ ψεῦδος ἀμφοῖν τοῖν μορίοιν τοῦ διανοητικοῦ, διὸ καὶ ἐπάγει τοῦ δὲ πρακτικοῦ καὶ διανοητικοῦ ἡ ἀλήθεια ὁμολόγως ἔχουσα τῇ ὀρέξει τῇ ὀρθῇ.3 ἐπὶ γὰρ τοῦ διανοητικοῦ τοῦ μὴ μέχρι τοῦ εὑρεῖν τὴν ἀλήθειαν ἱσταμένου, ἀλλὰ καὶ πρᾶξαί τι ἀπαιτοῦντος κατὰ τὴν βουλευτικὴν ὄρεξιν, ἤτοι τὴν προαίρεσιν, οὐκ ἔστι τὸ εὖ καὶ τὸ κακῶς μέχρι τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους, ἀλλὰ καὶ πρᾶξιν ἀκολουθεῖν κατὰ τὸ σπουδαῖον ἢ φαῦλον. ἔχει οὖν ἡ ἀλήθεια ἐν τῷ τοιούτῳ εἴδει τοῦ διανοητικοῦ ὁμολόγως, ἤγουν συμφώνως, τῇ ὀρέξει τῇ ὀρθῇ· οὕτω γὰρ κατορθοῦται τὸ ἀγαθὸν τῆς ἀληθείας εὑρισκομένης, ὅτι τὸ πρακτικὸν ἀγαθὸν ἀγαθόν ἐστι καὶ τῆς ὀρέξεως ἐχούσης ὀρθῶς, ὥστε μὴ εὑρῆσθαι τὸ ἐναντίον τοῦ συμπερανθέντος τῇ λογικῇ διανοίᾳ, ἀλλ’ ἐκεῖνο ὅπερ ἀληθῶς συμπεπέρανται.
“因此,这种思考与真理是实践的;而对于既非实践亦非制作的理论思考而言,好与坏乃是真理与虚假;因为这是整个理智部分的功能。” 既然他已将思考分为二者,并指出其一部分关涉偶然之物,另一部分关涉必然之物,且将前者命名为计算的部分,将后者命名为科学的部分,在说明了计算部分的特质之后,他现在亦谈论科学部分的特质。因为在前一部分中,目的并非仅止于理论观照,以致仅发现真理便已足够,而是必须有追求结论的欲求以及实现善的行为随之而来,因为那些事物的获得亦取决于我们。因为既然它是偶然的,并且需要我们自身的竭诚努力以求其完成(因为关涉节制的事物正是如此),正因如此,那种思考与真理的种类便亦被命名为实践的。另一方面,既非实践亦非制作的理论思考的好与坏,则仅止于观照:当其发现真理时便为好,当其发生迷误而为假时便为坏,正如有人探究大地的形状,究竟是球状的、鼓状的,抑或是扁豆状的。因为在此事中,某人一旦发现其为球状的真理便已满足,在发现真理之后,他并不需要去制作一个球体或大地,亦不需要去操作任何其他事物。他又将制作与实践联系在一起,因为制作自身亦在可能偶然之物上活动,并且将所制作的产物置于取决于我们的事物之中,依凭逻各斯的考察亦正是为了这个产物而在制作中产生的,正如木工术、冶金术及此类技艺的情形一样。在论及理论思考的好与坏对其而言即是真理与虚假之后,他又附加上了:“因为这是整个理智部分的功能”,这是因为发现真理或者围绕虚假发生迷误,乃是理智的两个部分所共有的;因此他又引出:“然而对于实践的理智部分而言,真理乃是与正确欲求相符合的”。因为对于不停留于发现真理、而是亦要求依凭深思熟虑的欲求(即选择)去施展某种行为的理智而言,好与坏并不止于真理与虚假,而是必须有依据优秀或卑劣的行为随之发生。因此,在理智的此种形式中,真理与正确欲求相符合(即相和谐);因为唯有如此,当“实践之善即是善”的真理被发现且欲求处于正确状态时,善才得以实现,从而不至于发现与理性思考所断定者相反之物,而是恰恰发现那真正被断定之物。
- 6.13ὥσθ’ ἱκανὸν εἶναι τοῦ εὑρεῖν τὴν ἀλήθειαν
带冠词不定式 τοῦ εὑρεῖν 作为说明性/限定性属格,修饰形容词 ἱκανόν(“足够的”),意为“在发现真理方面是充分的”或“仅以发现真理便足够”。
- 6.13τὸ δὲ τῆς θεωρητικῆς μηδὲ πρακτικῆς μηδὲ ποιητικῆς. τὸ εὖ καὶ κακῶς μέχρι τοῦ θεωρεῖν ἔχει
句首的 τὸ δὲ τῆς θεωρητικῆς μηδὲ πρακτικῆς μηδὲ ποιητικῆς 构成了与前述实践理智相对比的先导主题(悬格/提项结构),与后文的主语 τὸ εὖ καὶ κακῶς(“好与坏”)相呼应。动词 ἔχει 与介词短语 μέχρι τοῦ θεωρεῖν 连用,表示“仅止于观照/达到观照为止”。
- 6.13διὸ καὶ ἐπάγει τοῦ δὲ πρακτικοῦ καὶ διανοητικοῦ ἡ ἀλήθεια ὁμολόγως ἔχουσα τῇ ὀρέξει τῇ ὀρθῇ
动词 ἐπάγει(“他附加上/引出”)的主语为亚里士多德,其后引出文本(1139a27–31)的直接引语 τοῦ δὲ πρακτικοῦ ... τῇ ὀρθῇ。属格 τοῦ δὲ πρακτικοῦ καὶ διανοητικοῦ 与后面的 ἡ ἀλήθεια 搭配,表示“实践理智部分的真理”,注释者随后用 ἐπὶ τοῦ διανοητικοῦ τοῦ... 进行了转述说明。
