← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§279.1-280.7

伦理德性与选择的本性及逻各斯与欲求的一致

注解者针对亚里士多德《尼各马可伦理学》第六卷第二章(1139a22),界定了伦理德性与选择的本性,阐明了意愿、深思熟虑与选择三者的关联,并借助美狄亚的例子论证了真的逻各斯与正确的欲求必须相一致的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.12

" Ὥστ’ ἐπεὶ ἡ ἠθικὴ ἀρετὴ ἕξις προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, δεῖ διὰ μὲν ταῦτα τόν τε λόγον ἀληθῆ εἶναι καὶ τὴν ὄρεξιν ὀρθήν καὶ τὰ αὐτὰ τὸν μὲν φάναι, τὴν δὲ διώκειν." Οὗτος ὁ λόγος ἐκ τοῦ προλαβόντος ἔτι συνίσταται καὶ ἐκείνῳ ἀκολουθεῖ. ἐπεὶ γὰρ ἡ ὄρεξις πρὸς τὴν διάνοιαν ἀφορᾷ καὶ ἐπ’ ἐκείνης ἐκδέχεται λαβεῖν πρόφασιν τοῦ διῶξαι ἢ φυγεῖν τὸ προκείμενον, διὰ τοῦτό φησιν, ὅτι ἡ μὲν ἀρετὴ ἕξις προαιρετική ἐστιν. ἔστι γὰρ ἕξις καὶ ἡ ἐπιστήμη, ἀλλ’ οὐ προαιρετική· οὐ γὰρ περὶ τὰ ἐνδεχόμενα οὐδὲ περὶ ὧν ἡ βούλευσις ἀλλὰ περὶ τὰ ἀναγκαῖα καὶ ἃ ὡσαύτως ἔχει ἀεί, κἂν μηδέν τις ἐπ’ αὐτοῖς πραγματεύσηται. καὶ τὸ μὲν γνῶναι τὸ τέλος αὐτῶν, ἤγουν τὸ ἀληθές, ἐφ’ ἡμῖν, τὸ δὲ οὐχ οὕτως ἔχειν αὐτὸν ἢ μή, οὐκ ἐφ’ ἡμῖν. καὶ ἀπὸ φύσεως μὲν πολλαὶ ἕξεις ἡμῖν, ὡς καὶ αἱ αἰσθήσεις. ἀλλ’ οὐ τοιαύτη ἡ ἀρετή, ἀλλ’ ἐφ’ ἡμῖν καὶ κατὰ προαίρεσιν, ὡς ἐκ προαιρέσεως κτωμένη καὶ σπουδῆς ἡμετέρας. ὁρίζεται δὲ καὶ τὴν προαίρεσιν ὄρεξιν ταύτην εἶναι λέγων βουλευτικήν. ὀρεκτικὴ μὲν γὰρ δύναμις ἡ προαἵρεσις, καὶ διὰ τοῦτο ὄρεξις, βουλευτικὴ δέ, διότι προηγησαμένης βουλεύσεως ἐνεργεῖ τὸ οἰκεῖον, τὸ βέλτιον προτιμῶσα τοῦ χείρονος. τρία γὰρ ἔχει ταῦτα τὰ ἐν ταῖς πράξεσι θεωρούμενα, βούλησις προαίρεσις βούλευσις· ἡ μὲν βούλησις τοῦ ἀγαθοῦ ἁπλῶς ὄρεξις, αὕτη ἐν μὲν ταῖς θείαις οὐσίαις θεωρουμένη κατάληψιν ἔχει τοῦ ἀγαθοῦ ἀκριβῆ, οὗ καὶ αὐτόθεν ὀρέγεται, μὴ δεομένη βουλεύσεως, διὰ τὸ ὅλως τὰ θεῖα μὴ λείπεσθαι φρονήσεως, διὰ τὸ εἶναι κατὰ ταύτην ἀνενδεῆ, ἡ δὲ ψυχὴ συνδεδεμένη τῷ σώματι καὶ τὸ ὄμμα τὸ αὐτῆς τῇ γενέσει θολούμενον ἔχουσα, ἀγνοεῖ τὰ πολλά, διὸ καὶ δεῖται φρονήσεως βουλομένης μὲν τὸ ἀγαθόν, δεδοικυῖα δὲ1 μὴ πλάνην τινὰ ὑποστήσεται, ὥστε καὶ βουλεύεται κἀντεῦθεν εὑροῦσα τὸ ἀγαθὸν προαιρεῖται αὐτὸ τοῦ μὴ ἀγαθοῦ καὶ γίνεται παρ’ αὐτῇ, μέση βουλήσεως καὶ προαιρέσεως, ἡ βούλευσις, εὑρίσκουσα μὲν τὸ τῇ βουλήσει ὀρεκτόν, οὗ ἐκείνη συγκεχυμένως ὀρέγεται, τοῦτο αὐτὴ ὡρισμένως ἐπὶ τοῦ προκειμένου πρακτέου ἀπογυμνώσασα, προτρεπομένη δὲ τὴν προαίρεσιν ἑλέσθαι αὐτό. ὥστε δύο ταῦτα δεῖ συνδραμεῖν τόν τε λόγον ἀληθῆ εἶναι, ὃν ἡ διάνοια συνεστήσατο εἴτε τὸ ἀγαθὸν ἀγαθὸν εἴτε τὸ φαῦλον φαῦλον περαίνουσα καὶ τὴν ὄρεξιν ὀρθήν, ἵνα μὴ διάστροφος οὖσα αὕτη οὐκ ὀρέγηται ἐκείνου,2 ὅ ἡ διάνοια διωκτὸν εἶναι συνεπεράνατο, ἀλλὰ πρὸς τοὐναντίον ὁρμᾷ. πολλάκις γὰρ ἐπὶ τῶν ἐμπαθῶν τοῦτο γίνεται, οἷον δὴ καὶ ἡ Μήδεια, εἰδυῖα μὲν ἐκ τοῦ λόγου, ὅτι φαῦλα ἦν ἅπερ ἔμελλε δρᾶν, ὑπὸ δὲ τῆς κατὰ θυμὸν νικωμένη ὀρέξεως, ἔδρασεν ἐκεῖνα, ἃ ὁ λόγος εἶναι φαῦλα ἀπέδειξε. πῶς δ’ ἂν εἴη ἡ ὄρεξις ὀρθή; εἰ ἡ προαίρεσις σπουδαία ἐστί, τουτέστιν ἀρετῆς ἐχομένη, καὶ προτιθεῖσα τὸ κρεῖττον τοῦ χείρονος· ὄρεξις γὰρ οὖσα βουλευτική, ὥσπερ εἴρηται, ἐὰν σπουδαῖος ᾖ, ἐκείνου ὀρέξεται ὅπερ ὡς ἀληθῶς ἀγαθὸν ἡ βούλευσις συνεπέρανεν, ὥστε ὅπερ ὁ λόγος κατέφη ἀγαθὸν εἶναι, τοῦτο διώκει σπουδαία οὖσα ἡ βουλευτικὴ ὄρεξις.

“因此,既然伦理德性是关涉选择的品质,而选择是深思熟虑的欲求,为了这些缘故,逻各斯必须为真,欲求必须为正确,并且对于同样的事物,前者必须肯定,后者必须追求。” 这段论述进一步由前述内容构成并紧随其后。因为欲求既然仰望思考,并等待自其获取追求或规避当前所呈之物的根据,为此他说德性乃是一种关涉选择的品质。因为知识亦是一种品质,但并非关涉选择的品质;因为它既不关涉可能偶然之物,亦不关涉可以深思熟虑之物,而是关涉必然之物以及无论人们是否在其上辛劳用功皆恒常如是之物。认识它们的目的(即真理)取决于我们,但该事物本身是如此或不是如此,则不取决于我们。而且我们天然地具有许多品质,如同诸感觉亦是如此。但德性并非此类,而是取决于我们并且依凭选择的,因为它是从选择与我们自身的竭诚努力中获得的。他又给选择下定义,称其为深思熟虑的欲求。因为选择是一种欲求能力,并因而是欲求,但它是深思熟虑的,因为在深思熟虑在先引导之后,它便施行自身特有的现实活动,偏好更优者胜于更劣者。因为在诸行为中所考察的这几项包含三者:意愿、选择、深思熟虑。意愿是对善的单纯欲求,这在神圣实体中被考察时,具有对善的精确把握,并且直接欲求它,不需要深思熟虑,因为神圣事物全然不缺乏明智,在这方面是无所欠缺的;然而灵魂由于与身体结合在一起,其自身的眼目受到生成的浑浊遮蔽,因而对许多事情一无所知,故而它亦需要明智,意愿善却又害怕陷入某种歧途,从而它亦进行深思熟虑,并由此发现善,从而选取善而放弃非善之物;在灵魂之中,深思熟虑便居于意愿与选择之间而产生,它发现那由意愿模糊欲求着的意愿对象,将其确定地在当前当行之事上揭示出来,并促请选择去选取它。因此,这两者必须契合:思考所确立的逻各斯——无论判定善为善还是判定卑劣为卑劣——必须为真,欲求亦必须为正确,免得欲求由于扭曲而不去欲求思考断定当追求之物,反倒向着相反者冲动奔去。因为在受情感支配者身上常常发生这种情况,正如美狄亚那样,尽管出于逻各斯知道自己将要行之事是卑劣的,却被依凭激怒的欲求所压倒,施行了逻各斯证明为卑劣的那些事。那么欲求如何才能是正确的呢?如果选择是优秀的,即保持德性并置优越者于低劣者之前;因为正如所言,选择作为深思熟虑的欲求,若自身为优秀,便将欲求那深思熟虑断定为真正善之物,从而逻各斯肯定为善的正是深思熟虑的欲求作为优秀者所追求的。

语法注2 条
  1. 6.12βουλομένης μὲν τὸ ἀγαθόν, δεδοικυῖα δὲ

    分词 βουλομένης 在属格上与紧邻的 φρονήσεως 一致,而接续的分词 δεδοικυῖα 则转为阴性主格单数,照应全句的主语 ἡ δὲ ψυχή。这构成了破格句法(anacoluthon),从属格限定修饰跳回到了逻辑主语。

  2. 6.12ἵνα μὴ διάστροφος οὖσα αὕτη οὐκ ὀρέγηται ἐκείνου

    在由 ἵνα μή 引导的否定目的从句中,否定副词 οὐκ 直接修饰动词 ὀρέγηται,构成双重否定结构,意为“免得它因歪曲而不去欲求”(即确保它会去欲求)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:279.1-280.7