- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:26.20-27.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注解了亚里士多德总结听众资格(1095a8)之处,阐明他如何以不能自制者为例说明知识对于沉溺情感者无益;随后提出教导伦理言辞对于善人多余而对于恶人徒劳的疑难,并通过将伦理学与政治学视为灵魂的医术来论证其对二者的益处,从而化解了该难题。
" Τοῖς γὰρ τοιούτοις ἀνόνητος ἡ γνῶσις." Ἔτι τὸ αὐτὸ δείκνυσι λαμβάνων τοὺς ἀκρατεῖς εἰς παράδειγμα. ἀκρατὴς γάρ ἐστιν ὁ ὑπὸ χείρονός τινος συνηθείας κατακρατούμενος, εἶτ’ ἐφιστάνων τῷ λόγῳ καὶ ἀνακόπτειν ἑαυτὸν τῆς παραλόγου ὁρμῆς βουλόμενος καὶ κρατεῖν μὴ δυνάμενος. ὡς γὰρ ἐν ἐκείνῳ ὁ λόγος † φαῦλον οἶδε διὰ τὸ τῇ παραλόγῳ ὀρέξει συνυπάγεσθαι,1 καὶ βούλεται μὲν ἀπέχεσθαι τῆς φαύλης συνηθείας, νικᾶται δ’ ὑπὸ τοῦ πάθους τῇ συνηθείᾳ τῇ μοχθηρᾷ κατακρατούμενος, οὕτω καὶ πᾶς ζῶν ἐμπαθῶς τοὺς περὶ τῆς ἀρετῆς λόγους ἐνωτιζόμενος, ὑπ’ αὐτῶν ὠφεληθῆναι οὐ δύναται, τῇ συνήθει ἐμπαθείᾳ πρὸς τὰ φαῦλα κατασυρόμενος. τοῖς δὲ κατὰ λόγον τὰς ὀρέξεις ποιουμένοις. ἐκ τοῦ ἐναντίου τοῖς προσεχῶς εἰρημένοις τὸ ἐνταῦθα λεγόμενον. ὡς γὰρ οἱ ἐμπαθῶς ζῶντες ἐκ τῶν ἐνταῦθα λεγομένων οὐδὲν ὠφελοῦνται, οὕτως οἱ κατὰ λόγον τὰς ὀρέξεις ποιούμενοι πλεῖστα ἂν ὠφελοῖντο τὴν τῶν ἐνταῦθα λεγομένων εἴδησιν ἔχοντες. πρὸς ὃ ἄν τις ἀπορήσειε λέγων, ὡς δόξειεν ἂν καὶ περιττὸν τὸ περὶ τούτων διδάσκειν. εἰ γὰρ οἱ μὲν φαῦλοι ἐκ τούτων μὴ ὠφελοῦνται πρὸς τὴν διόρθωσιν, οἱ δὲ ἀγαθοὶ καὶ πρὸ τούτων κατὰ λόγον τὰς ὀρέξεις ποιοῦνται, δόξειεν ἂν οἱ λόγοι τοῖς μὲν φαύλοις μάταιοι ὡς ἀνωφελεῖς, τοῖς δ’ ἀγαθοῖς περιττοὶ ὡς καὶ πρὸ αὐτῶν εὖ ἔχουσιν. ἢ τοῖς μὲν ἀγαθοῖς πρὸ τῶν λόγων ἐκ συνηθείας μόνης τὸ ἀγαθὸν κανόνα μὴ ἔχουσι τεχνικὸν ᾧ τὰς πράξεις παραμετρήσουσι, κατά γε τοὺς λόγους σὺν μέτρῳ καὶ λόγῳ τεχνικῷ ἡ τῶν ἀστείων μετέλευσις πράξεων.2 διὸ καὶ βεβαιοτέρα αὐτοῖς ἡ τοῦ ἀγαθοῦ ἀντιποίησις πληροφορουμένοις ἐκ τῶν λόγων, πότε καλῶς ἢ μὴ καλῶς ἔχουσιν. ἄλλως τέ εἰσι τῶν ἀνθρώπων πολλοὶ ἐξ ἀρχῆς μὲν εὐθὺς τὰ φαῦλα ἀποστρεφόμενοι καὶ τῶν ἀγαθῶν ὀρεγόμενοι, ὅπως δὲ ταῦτα ἀλλήλων διαστήσουσι καὶ ἑαυτοῖς τὰ κρείττω περιποιήσονται, οἴκοθεν εἰδέναι μὴ ἔχοντες· καὶ δεῖ τούτοις λόγου καὶ τέχνης πρὸς τὴν ἐκλογὴν τῶν καλῶν καὶ κατόρθωσιν. ἀλλ’ οὐδὲ τοῖς φαύλοις πάντη ἀνόνητος ἡ τῶν λόγων τούτων κατάληψις. εἰ γὰρ μὴ εὐθὺς αὐτοῖς ἡ ἐκ τούτων ὄνησις παντελὴς ἀπαντήσεται, ἀλλὰ διαγνόντες οἷ κακοῦ κατηνέχθησαν καὶ ὅσον πόρρω γεγόνασι τοῦ βελτίονος, εἴπερ μὴ πάντη εἶεν ἀσύνετοι, ἕξουσί τινα ὁρμὴν πρὸς διόρθωσιν, καὶ οὕτω κατὰ μικρὸν ἐπιδιδόντες τάχ’ ἂν καὶ παντελῶς πρὸς τὸ κρεῖττον μετάθοιντο. καὶ ἄλλως δὲ ἠθικὴ καὶ πολιτικὴ ἰατρικὴ τῶν ψυχῶν. καὶ ὥσπερ ἡ τῶν σωμάτων ἰατρικὴ καὶ συντηρητική ἐστι τῆς ὑγιείας ἐν τοῖς ὑγιαίνουσι καὶ ἀνακλητικὴ αὐτῆς ἐν τοῖς κάμνουσιν, οὕτω καὶ πρὸς τὰς ψυχὰς ἡ ἠθικὴ καὶ πολιτική. δόξειε γὰρ ἂν ἄτοπον τὰ μὲν σώματα καὶ τὰς φύσεις ὑπὸ τῆς σφῶν θεραπευτικῆς ὠφελεῖσθαι ὅπως ἂν ἔχωσι, τὰς δὲ ψυχὰς λόγον ἐχούσας καὶ χρωμένας αὐτῷ ἐκ τῆς οἰκείας ἰατρικῆς μὴ ὠφελεῖσθαί ποτε,3 ὅπως ἂν ἔχωσι διαθέσεως, εἴτε στερεούμεναι ἐν τῷ κατὰ φύσιν, εἴτε διορθούμεναι ἐκ τοῦ παρὰ φύσιν· καίτοι ψυχαῖς ῥᾴων, ὅσον ἐκ τῆς οὐσίας αὐτῶν, ἢ σώμασί τε καὶ φύσεσιν καὶ ἡ ἐν τῷ ἀγαθῷ τε μονὴ καὶ συντήρησις καὶ ἡ ἐκ τῶν φαύλων διόρθωσις, ἅτε λόγον ἐχούσαις καὶ νῷ γειτνιώσαις καὶ ἀπ’ ἀμφοῖν συνεργουμέναις πρὸς κατάκτησιν τοῦ βελτίονος. ἴσως δὲ καὶ Ἀριστοτέλης πρὸς τὴν κρίσιν τῶν λεγομένων, εἴτε εὖ ἔχουσιν εἴτε μή, πλέον εἴρηκε μὴ συμβάλλεσθαι τοῖς ἐμπαθέσι τὰ παρ’ αὐτοῦ λεχθησόμενα, ἅτε ἀσυνήθως ἔχουσι καὶ ἀπείρως τῶν χαριέντων ἀκουσμάτων τε καὶ ἐνεργημάτων, ὥσπερ πλεῖστα λυσιτελεῖ τοῖς κατὰ λόγον ὀρεγομένοις καὶ πράττουσι τῷ οὕτω διακεῖσθαι αὐτούς. καὶ περὶ μὲν ἀκροατοῦ συμπεραίνει τὰ εἰρημένα ἐπανόδῳ χρώμενος κἀκ τῶν ὑστέρων ἀνιὼν πρὸς τὰ πρότερα· εἶτ’ ἐπιφέρει
“因为对此类人而言知识是无益的。” 他进一步以不能自制者(无节制者)为范例来表明同一事理。因为不能自制者是指被某种较劣下的习惯所制服,随后将注意力转向理性并希望制止自己的非理性冲动,却无法克制的人。正如在那种人身上,理性因受到非理性欲望的拉拢而认识到何为劣下,且他虽希望戒除劣下的习惯,却被恶劣的习惯所制服而屈服于情感,同样,凡沉溺于情感而生活并倾听关于德性的论辩之人,亦因习惯性的情感被向下拖拽至劣下之物,故而无法因这些论辩而获益。“但对于依循理性形成其欲望的人而言。”此处所言乃是从方才所言的对立面出发的。因为,正如沉溺于情感而生活的人无法从此处所言之事中获得任何助益,依循理性形成其欲望的人若拥有对此处所言之事的知识,则将获得极大的助益。对此有人或许会提出疑难说,就这些事物进行教导似乎甚至是多余的。因为倘若劣下之人不能由此获益以得到矫正,而善良之人甚至在此之前便已依循理性形成其欲望,那么言辞对于劣下之人似乎因无用而属徒劳,对于善良之人则因他们在此之前便已处于良好状态而属多余。抑或[应当说],对于言辞之前的善良之人而言,善仅出于习惯,他们没有用于衡量诸实践的技艺性准则,而至少依循言辞,对优秀实践的追求是伴随着尺度与技艺性理性而展开的。因此,当他们从言辞中确知自己何时处于良好状态、何时不处于良好状态时,他们对善的把握也就更加稳固。此外,许多人从一开始便径直转离劣下之物而企求善行,但如何将彼此区分开来并为自己争取更优越之物,他们却无法自发得知;这些人为了选择高尚之物与施行正确之举,需要理性与技艺。然而,即便对于劣下之人,领会这些言辞亦非全然无益。因为即便从这些言辞而来的完全助益并非立即临到他们,但只要他们并非全然昏聩无智,一旦辨明自己堕入了何等恶劣之境,以及自己距离更优越者已多么遥远,便会产生某种走向矫正的冲动,如此逐渐长进,或许最终也能完全转向更优越者。再者,伦理学与政治学亦是灵魂的医术。正如身体的医术既能在健康者身上保持健康,又能在患病者身上召回健康,伦理学与政治学之于灵魂亦是如此。因为若身体与自然本性无论处于何种状态皆能受其医护之益,而具有理性并运用理性的灵魂无论处于何种状态——无论是在合乎本性的状态中得到坚固,抑或是从违背本性的状态中得到矫正——却绝不能从其固有的医术中获益,这似乎是荒谬的;更何况对于灵魂而言,就其本质而言,在善中持守与保持,以及脱离劣下之物的矫正,比身体与自然本性更为容易,因为它们拥有理性,与理智为邻,并且为了获得更优越者而受到两者的协同襄助。或许亚里士多德说由他所将要言说之事对于沉溺情感者并无助益,更多是针对对所言之事处于良好状态与否的评判而言的,因为他们对文雅的言谈与作为素不习惯且缺乏经验,正如对于依循理性欲望并行事的人而言,由于他们处于如此的性向,这些论辩便最有裨益。关于听众,他运用回溯法,从后起之事上升到先行之事,以此总结了所言之事;接着他补充道:
- 1.26ὡς γὰρ ἐν ἐκείνῳ ὁ λόγος † φαῦλον οἶδε διὰ τὸ τῇ παραλόγῳ ὀρέξει συνυπάγεσθαι
校勘本中带有短剑符的难读之处。在句法上,最自然的读法是将 ὁ λόγος 作主语,φαῦλον 作 οἶδε 的直接宾语或补足宾语(“理性认识到劣下之事”)。另一种可能虽是将其理解为对理性自身状态的表述,但紧随其后的分句 καὶ βούλεται μὲν ἀπέχεσθαι τῆς φαύλης συνηθείας(“且他虽希望戒除劣下的习惯”)表明,此处是在描绘理性客观上明知其恶却屈从于非理性欲望的情状。
- 1.26ἢ τοῖς μὲν ἀγαθοῖς πρὸ τῶν λόγων ἐκ συνηθείας μόνης τὸ ἀγαθὸν κανόνα μὴ ἔχουσι τεχνικὸν ᾧ τὰς πράξεις παραμετρήσουσι, κατά γε τοὺς λόγους σὺν μέτρῳ καὶ λόγῳ τεχνικῷ ἡ τῶν ἀστείων μετέλευσις πράξεων
用于引出对前述疑难(aporia)之解答的省略句。连词 ἢ(“抑或”)提示解决方案,全句省略了主要动词(如 ἐστί 或 λέγοιμεν ἄν)。句子的主语是后半部分的 ἡ τῶν ἀστείων μετέλευσις πράξεων,与前半部分的与格短语 τοῖς μὲν ἀγαθοῖς... κανόνα μὴ ἔχουσι 相对照,构成“抑或[应当说],对于言辞之前的善良之人而言……对优秀实践的追求是伴随着尺度与技艺性理性而展开的”这一骨架。
- 1.26δόξειε γὰρ ἂν ἄτοπον τὰ μὲν σώματα καὶ τὰς φύσεις ὑπὸ τῆς σφῶν θεραπευτικῆς ὠφελεῖσθαι ὅπως ἂν ἔχωσι, τὰς δὲ ψυχὰς λόγον ἐχούσας καὶ χρωμένας αὐτῷ ἐκ τῆς οἰκείας ἰατρικῆς μὴ ὠφελεῖσθαί ποτε
由非人称潜在表达 δόξειε γὰρ ἂν ἄτοπον(“因为……似乎是荒谬的”)统摄的“带不定式的宾格”结构。整个结构由 μέν... δέ 串联起两个对立分句:前半句为 τὰ μὲν σώματα... ὠφελεῖσθαι,后半句为 τὰς δὲ ψυχὰς... μὴ ὠφελεῖσθαι,形成了反驳的核心逻辑骨架,即身体尚且能从其医护中获益,而有理性的灵魂若不能从其固有医术中获益则是荒谬的。
