- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:277.18-278.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯注解了亚里士多德将感觉、理智与欲求定为掌理行为与真理的三要素、并以野兽为例将感觉排除在行为的始基之外的论述(1139a17–20),并阐明了思考中的肯定与否定如何对应于欲求中的追求与回避(1139a21),揭示了实践理智与欲求的主仆协同关系。
" Τρία δ’ ἐστὶν ἐν τῇ ψυχῇ τὰ κύρια πράξεως καὶ ἀληθείας, αἴσθησις νοῦς ὄρεξις. τούτων δ’ ἡ αἴσθησις οὐδεμιᾶς ἀρχὴ πράξεως. δῆλον δὲ τῷ τὰ θηρία αἴσθησιν μὲν ἔχειν, πράξεως δὲ μὴ κοινωνεῖν." Ἔτι περὶ θατέρου τῶν λόγον ἐχόντων, ὃ περὶ τὰ ἐνδεχόμενα καταγίνεται, τοῦτο δ’ ἐστὶ τὸ λογιστικόν, διδάσκει ἡμᾶς. ἐπεὶ αἰσθητικὴ γνῶσις μὲν μετέχει πως καὶ αὐτὴ τῆς περὶ τὰ ἔνυλα καὶ ἄλλοτε ἄλλως ἔχοντα κρίσεως, ἀπαριθμεῖται καὶ αὐτὴν καί φησι, τρία εἶναι ἐν τῇ ψυχῇ τὰ κύρια πράξεως καὶ ἀληθείας, αἴσθησιν νοῦν ὄρεξιν, οὐχ ὅτι καὶ ἡ αἴσθησις ἔχει τινὰ μετοχὴν ἐν ταῖς πράξεσιν ὡς προϊσταμένη αὐτῶν, ἀλλ’ ὅτι γνώσεως καὶ αὐτὴ εἶδός τί ἐστι καὶ ἀληθεύειν ἔν τισι δύναται τῷ περὶ τὰ ἔνυλα καὶ ἐνδεχόμενα ἐνεργεῖν, περὶ ἃ καὶ ὁ πρακτικὸς νοῦς. ὁ δὲ νοῦς, ἁπλῶς μὲν λαμβανόμενος, εἰς τὰ ἐνδεχόμενα καὶ εἰς τὰ ἀναγκαῖα τὴν ἑαυτοῦ μερίζει ἐνέργειαν, πράττων μὲν περὶ τὰ ἐνδεχόμενα, θεωρῶν δὲ τεχνικῶς μὲν εἴσεται περὶ τὰ ἐνδεχόμενα, ἐπιστημονικῶς δὲ περὶ τὰ ἀναγκαῖα καὶ βέβαια. ἡ δὲ ὄρεξις ὥσπερ ὑπηρέτης ἐστὶ καὶ τῆς αἰσθήσεως καὶ τοῦ λογισμοῦ, ἤγουν τοῦ πρακτικοῦ νοῦ, τῆς μὲν προβαλλομένης τὰ ὀρεκτὰ καὶ φευκτὰ καὶ ὕλην προτιθεμένης αὐτῇ τὰ ἡδέα καὶ λυπηρά, τοῦ δὲ κρίνοντος ἃ δεῖ ἑλέσθαι καὶ ἃ φυγεῖν καὶ μέτρον τιθέντος1 προσῆκον ταῖς φυγαῖς τε καὶ ταῖς αἱρέσεσιν. ὅτι δὲ ἡ αἴσθησις οὐκ ἔστιν αἰτία πράξεώς τινος, δῆλον ποιεῖται ἐκ τοῦ τὰ θηρία, ἤγουν τὰ ἄλογα ζῷα, αἴσθησιν ἔχοντα μὴ κοινωνεῖν πράξεως. ταῦτα γὰρ αἰσθανόμενα τῶν ἡδέων καὶ λυπηρῶν, ἃ ὑπόκειται ταῖς αἰσθήσεσιν, ἀποστέργει μὲν τὰ πεφυκότα λυπεῖν ἢ τῷ φεύγειν αὐτὰ ἢ τῷ ἀμύνεσθαι καὶ ἀποσοβεῖν, ὀρέγεται δὲ τῶν ἡδέων καὶ ἢ ἕλκει πρὸς ἑαυτὰ ἢ μεταδιώκει αὐτά. πρᾶξις δ’ ἐν αὐτοῖς οὐδεμία, διότι μηδὲ λόγος. ἡ γὰρ πρᾶξις ἐν οἷς τὸ βουλεύεσθαι καὶ οὕτω τὸ αἱρετὸν συμπεραίνεσθαι καὶ οὕτω πρὸς αὐτὸ τὴν ὄρεξιν ἐπεκτείνεσθαι.2 οὐδεμιᾶς ἄρα ἡ αἴσθησις κυρία πράξεως, ἀλλὰ τὸ κῦρος ἅπαν αὐτῆς νοῦς ἔχει καὶ ὄρεξις, ὁ μὲν κρίνων καὶ εὑρίσκων τὸ αἱρετὸν ἐκ βουλεύσεως, ἡ δὲ ὄρεξις ἀντιποιουμένη ἐκείνου, ὃ νοῦς εἶναι βέλτιον ἐπεράνατο, ὥστ’ ἐν μὲν τοῖς ἀλόγοις ἡ ὄρεξις γνώσει καὶ κρίσει ἀμφοῖν ὑπηρετεῖ, ἐν δὲ τοῖς λογικοῖς λόγῳ τε καὶ νῷ πρακτικῷ. καλῶς ἄρα εἴρηται, ὡς οὐδεμιᾶς πράξεως ἀρχὴ ἡ αἴσθησις, ἐπεὶ καὶ ἐν τοῖς λογικοῖς, ὅταν τὰ αἰσθήσει ἡδέα φαινόμενα καταδιώκῃ ἡ ὄρεξις, ἡ τοῦ λόγου κρίσις ἀργὴ καὶ ὡς ἄλογος ὁ φύσει λογικὸς ἐνεργεῖ καὶ τοῖς ἀλόγοις ἐξομοιοῦται κατ’ αἴσθησιν ζῶν, γνῶσιν οὖσαν ἄλογον. τοιοῦτοι οἱ δοξομανεῖς, οἱ φιλόπλουτοι, οἱ ἡδυπαθεῖς καὶ φιλήδονοι, μόνων τῶν αἰσθητῶν ὀρεγόμενοι, τῶν δὲ νῷ ληπτῶν μὴ ἐπιστρεφόμενοι.
“在灵魂中主宰行为与真理者有三:感觉、理智、欲求。其中感觉绝非任何行为的始基。这从野兽虽有感觉却不分有行为这一点来看是显而易见的。” 他仍在就具有逻各斯者的另一部分向我们施教,该部分关涉可能偶然之物,这便是推算的部分。既然感觉的认识自身亦在某种程度上分有着关于质料性的、可变事物的判断,他便将它亦列举在内,说在灵魂中主宰行为与真理者有三:感觉、理智、欲求;这并非因为感觉作为行为的掌理者亦在行为中拥有某种分有,而是因为它自身亦是认识的一种形式,并且通过在质料性的和可能偶然的事物上施行现实活动——实践理智亦关涉这些事物——而能够在某些事情上成其为真。另一方面,理智若单从本义上来理解,便将其自身的现实活动划分为针对可能偶然之物与针对必然之物:针对可能偶然之物是践行,而在观相时,它将以技艺的方式认识可能偶然之物,以科学的方式认识必然且确固之物。而欲求宛如感觉与推算(即实践理智)两者的仆役:前者提出欲求的对象与规避的对象,并将快乐与痛苦作为质料呈现在它面前;后者则判定何者当选、何者当避,并为规避与选择确立适度的尺度。感觉并非任何行为的原因,这一点他通过野兽(即无理性的动物)虽有感觉却不分有行为而使其显明。因为这些[野兽]在感知作为感觉底层的快乐与痛苦之物时,对于依其本性致痛者,或通过逃避它们,或通过抵御并驱离它们而加以厌弃;对快乐之物则予以欲求,或将其引向自身,或加以追逐。但在它们之中绝无行为,因为甚至连逻各斯亦不存在。因为行为存在于具有深思熟虑、从而推论出应选之物、并从而使欲求向其延伸扩展的存在者之中。因此,感觉绝非任何行为的主宰者,理智与欲求拥有关于行为的全部主导权:前者基于深思熟虑判定并发现应选之物,欲求则执取理智断定为更优之物;因而在无理性的动物中欲求服从认识与判断两者,而在理性的存在者中则服从逻各斯与实践理智。因此,“感觉不是任何行为的始基”说得极好,因为即便在理性的存在者中,每当欲求追逐感觉上显现为快乐之物时,逻各斯的判断便沉寂废止,按本性为理性的存在者便作为无理性者而行动,并通过依循感觉生活而同化于无理性的动物,而感觉乃是无理性的认识。那些狂热追求虚荣者、贪恋财富者、沉溺享乐者与嗜好快感者便是如此,他们仅欲求可感事物,却对理智可把握之物毫不顾及。
"Ἔστι δ’ ὥσπερ ἐν διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτ’ ἐν ὀρέξει δίωξις καὶ φυγή." Τὸν λόγον ἡμῖν παραδίδωσιν, ὃν ἔχουσι πρὸς ἀλλήλας ἐν ταῖς πράξεσιν ἡ διάνοια καὶ ἡ ὄρεξις καὶ τὴν τούτων διαφοράν, διάνοιαν ὀνομάζων τὸν πρακτικὸν νοῦν, ἤτοι τὴν θεωρίαν τὴν ἐνεργουμένην ὅτε τις κρίνει περὶ τοῦ αἱρετοῦ. πᾶσα μὲν γὰρ διάνοια περὶ τοῦ ἀληθοῦς ζητεῖ καὶ τοῦ ψεύδους, ὡς τὸ μὲν ἐλέγξαι, τὸ δὲ συστήσασθαι, ἡ δὲ ὄρεξις περὶ τὴν δίωξιν τοῦ ἀγαθοῦ καὶ τὴν τοῦ κακοῦ φυγὴν καταγίνεται. ὅταν οὖν περὶ πρακτέου τινὸς ἡ ζήτησις εἴη, εἰ ἀγαθόν ἐστιν εἴτε μή, ἡ διάνοια συλλογίζεται καὶ ἀντιποιεῖται αὐτοῦ, φεύγει δὲ τὸ κακὸν3 καὶ ἀφίσταται ἀπ’ αὐτοῦ. ὥσπερ οὖν ὑπηρέτου λόγον ἐπέχει πρὸς τὴν διάνοιαν ἡ ὄρεξις ὡς δεσπότην, ἢ καὶ μαθητοῦ πρὸς διδάσκαλον ἐκδεχομένη τί προστάξει ἢ τί διδάξει ἡ διάνοια, ὡς ἂν ἢ αἱρετίσεται τὸ ἀγαθὸν ἢ ἐκφεύξεται τὸ κακόν. διὰ τοῦτό φησιν, ὅτι ὅπερ ἐν διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτ’ ἐν ὀρέξει δίωξις καὶ φυγή, τουτέστιν ὅτι ὥσπερ ἡ διάνοια τὸ ἀναφανὲν αὐτῇ ἀγαθὸν ἐκ τοῦ συλλογίζεσθαι καταφάσκει εἶναι ἀγαθόν, οὕτως ἡ ὄρεξις διώκει τὸ ὂν ἀγαθόν, ὃ ἐκείνη τοιοῦτον εἶναι συνεπεράνατο, καὶ ὥσπερ ἡ διάνοια ἀποφάσκει μὴ εἶναι ἀγαθὸν λέγουσα, ὃ συνεπεράνατο μὴ εἶναι ἀγαθόν, οὕτως ἡ ὄρεξις φεύγει τὸ μὴ ὂν ἀγαθόν. ταῦτα δὲ λέγομεν ἐπὶ τῶν ζώντων ἀνδρῶν μετὰ λόγου καὶ κρίσεως.
“并且,正如在思考中有肯定与否定,在欲求中追求与回避即是如此。” 他向我们传授了在行为之中思考与欲求相互之间所具有的关联以及二者的差异,将实践理智称为“思考”,即当人在关于应选之物作出判断时所施行的观相。因为一切思考都关涉真与假进行探求,以便驳斥后者而确立前者,欲求则致力于对善的追求与对恶的回避。因此,每当关于某件当行之事产生探求,即它是善抑或不是善时,思考便进行推论并执取该事物,而回避恶并离开恶。因此,欲求对于作为主人的思考宛如占据仆役的地位,或者对于教师亦如占据学生的地位,等待思考将发布何种指令或施以何种教导,以便或选取善或避开恶。为此他说,在思考中何为肯定与否定,在欲求中此即追求与回避;也就是说,正如思考将由推论而向自身显现为善者肯定为善,欲求便同样追求那实存的善(即思考断定其为善者);并且正如思考作出否定,说那由它断定不为善者并非是善,欲求亦同样回避那非善之物。而我们乃是就伴随逻各斯与判断而生活的人们而言说这些的。
- 6.10τῆς μὲν προβαλλομένης τὰ ὀρεκτὰ καὶ φευκτὰ καὶ ὕλην προτιθεμένης αὐτῇ τὰ ἡδέα καὶ λυπηρά, τοῦ δὲ κρίνοντος ἃ δεῖ ἑλέσθαι καὶ ἃ φυγεῖν καὶ μέτρον τιθέντος
属格分词结构,以 τῆς μέν … τοῦ δέ … 分别承接前文的属格名词 τῆς αἰσθήσεως 与 τοῦ λογισμοῦ,用以展开说明两种潜能各自的运作(既可视为前文属格的同位分词,亦可视为独立属格)。
- 6.10ἡ γὰρ πρᾶξις ἐν οἷς τὸ βουλεύεσθαι καὶ οὕτω τὸ αἱρετὸν συμπεραίνεσθαι καὶ οὕτω πρὸς αὐτὸ τὴν ὄρεξιν ἐπεκτείνεσθαι
省略句结构,关系从句 ἐν οἷς 内部省略了表示存在的动词(如 ἔνεστι),意为“行为存在于[那些]具有深思熟虑……的[存在者]之中”。关系词 οἷς 的先行词在语意上隐含指称理性存在者,与前文的“野兽(ἄλογα ζῷα)”相对立。
- 6.11ἡ διάνοια συλλογίζεται καὶ ἀντιποιεῖται αὐτοῦ, φεύγει δὲ τὸ κακὸν
以“思考(ἡ διάνοια)”为主语贯穿整句,表述为“思考进行推论并执取该事物,而回避恶”。此处将思考中的“肯定与否定(κατάφασις καὶ ἀπόφασις)”视作与欲求的“追求与回避(δίωξις καὶ φυγή)”相平行的心智接纳与排拒,因而使用了同类的动态动词。
