← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§275.38-277.17

享乐主义反驳的总结与灵魂的中介秩序

厄斯特拉条斯总结了对享乐主义立场及其立法者的驳斥,阐明了造物主将植物性与感觉性生命作为理性灵魂与身体之中介的目的,并重新回到对亚里士多德本文的阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.9#4

οὗ τί ἄν εἴη ἀνοητότερον καὶ ἀσεβέστερον; ταῦτα μὲν εἴρηται ἐκ τῶν ὀρεκτικῶν δυνάμεων ὁρμηθεισῶν τῶν ἐπιχειρήσεων.1 περὶ μὲν γὰρ τὰ πάθη καὶ τὰ ἡδέα τοῦ σώματος αἴσθησις καὶ φαντασία τὰ ἐνεργοῦντά ἐστι, τάχα δὲ καὶ δόξα διάστροφος, νοῦς δὲ καὶ διάνοια οὐδαμοῦ, εἰ μὴ ὅσον καταλαμβάνειν τὰς φύσεις αὐτῶν. πῶς οὖν ἔσται κρεῖττον διάγειν λογικὸν ὄντα τὸν ἄνθρωπον κατὰ τὰς ἀλόγους γνώσεις καὶ χείρονας, κἀντεῦθεν ἐξαλογοῦσθαι τῶν κρειττόνων καὶ λογικῶν ἀφιστάμενον; ἔτι νοῦς μὲν καὶ ἐπιστήμη, ἤτοι διάνοια, γνώσεις ἀπλανεῖς, φαντασία δὲ καὶ αἴσθησις γνώσεις πλανήτιδες, ὁ γοῦν κατὰ ταύτας ζῶν κατὰ πλάνην ζῇ καὶ πλάνης ἐστί. πλάνης ἄρα νομοθέτης ἐστὶν ὁ κατὰ ταύτας ζῆν προτρεπόμενος καὶ τὰ ταύταις τερπνὰ διώκειν, καὶ διὰ τοῦτο πόρρω θεοῦ. πῶς οὖν προφήτης καὶ πῶς ἐκ θεοῦ ὁ πόρρω θεοῦ καὶ πλάνης αἴτιος τηλικαύτης τοῖς πειθομένοις; τίς δὲ καὶ ὁ σκοπὸς τῆς δημιουργίας ἐν τῷ συνηρτῆσθαι τῇ λογικῇ ψυχῇ τὴν ἄλογον ζωὴν καὶ τὴν φυτικὴν ἐξετάσωμεν, πότερον ἵνα ζῶσιν ἀλόγως οἱ λογικοὶ καὶ τὸν οἰκεῖον λόγον δουλεύοντες τοῖς πάθεσιν ἔχωσιν, ἢ διὰ τὸν σύνδεσμον τῶν ψυχῶν πρὸς τὴν παχυτέραν ταύτην σάρκα καὶ θνητὴν καὶ ἀντίτυπον. εἰ μὲν διὰ τὸ πρότερον, αἴτιος ταῖς κρείττοσι ψυχαῖς ὁ δημιουργὸς τῆς πρὸς τὸ χείρω καταφορᾶς ἐλεγχθήσεται, ὡς συντεταχὼς τὰ χείρω τοῖς κρείττοσι κἂν τοῖς σώμασι συνδήσας ἑκάτερα· ἀλλὰ τοῦτο ἄτοπον, καὶ ψευδὴς ἡ ὑπόθεσις, ᾗ τὸ ἄτοπον ἠκολούθησε. δεῖ ἄρα ἐξετάσαι τὴν αἰτίαν τῆς ἐν ταὐτῷ τῶν ἐναντίων συνδέσεως, ἵν’ οἰκεία φανεῖσα τῆς τοῦ δημιουργήσαντος ἀγαθότητος διαλύσει τὸ ἄπορον. ὁ γὰρ πάντα παραγαγὼν θεὸς διὰ τὴν αὑτοῦ ἀγαθότητα, ἐπειδὴ καὶ τὰ θνητὰ ταῦτα καὶ ἔνυλα καὶ πεφυκότα ταῖς οὐσίαις κακύνεσθαι παρῆξεν, οὐκ ἠνέσχετο μὴ καὶ ταῦτα μετέχειν ἀγαθότητος ὁμοῦ καὶ λόγου καὶ τάξεως. διὰ τοῦτο ψυχὰς λογικὰς παράγει δυναμένας συμπλέκεσθαι σώμασιν, ἃ ἐξ ἐναντίων συντέθεινται, τὸ δὲ τῆς συμπλοκῆς δυνατὸν ἀμέσως γίνεσθαι,2 μὴ δυναμένων τῶν σωμάτων ἄνευ μέσου τινὸς ἐκ τῆς λογικῆς ψυχῆς ἀγαθύνεσθαι καὶ τὰς ἐλλάμψεις αὐτῆς παραδέχεσθαι. διὰ τοῦτο φυτικὴ ζωὴ καὶ αἰσθητικὴ συνέζευκται ταύτῃ, μεσιτεύουσαι τῇ τῆς λογικῆς ψυχῆς καὶ τοῦ σώματος κοινωνίᾳ πρὸς ἄλληλα διὰ τὴν πρὸς ἄμφω συγγένειαν, ταῖς ἑαυτῆς ἐνεργείαις τῷ τῆς σαρκὸς χορηγοῦσαι πάσχειν τὴν ἐκ τοῦ λόγου ἀγάθυνσιν, ὑλικώτεραι μὲν οὖσαι τῆς λογικῆς, ἀυλότεραι δὲ τῆς σαρκός. ἡ μὲν γὰρ λογικὴ ψυχὴ καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ τοῦ σώματος χωρίζεσθαι πέφυκεν. αὗται δὲ κατ’ ἄμφω ταῦτα τῶν σωμάτων οὖσαι ἀχώριστοι, μόνῃ τῇ ἐπινοίᾳ ὡς εἴδη χωρίζονται, ἔνυλα ὄντα καὶ ἐν ὑποκειμένοις σώμασιν ὑφιστάμενα. διὸ καὶ ἀχωρίστους ἐντελεχείας ταύτας εἰρήκασιν οἱ περὶ ταῦτα σπουδάζοντες. ὁ μὲν προηγούμενος οὗτος σκοπὸς τῆς ἑνώσεως. ἵνα δὲ μὴ τὸ κοσμεῖν καὶ ἀγαθύνειν λαχὸν ἀκόσμητον μᾶλλον καὶ τῷ συνδέσμῳ κακυνόμενον γένηται, ἐντάλματα καὶ νόμοι ἐκτέθεινται τὸ κατὰ φύσιν συντηροῦντες τῷ τε κρείττονι καὶ τοῖς χείροσιν ἡ βελτίωσις ἐκ τοῦ κρείττονος γίνοιτο, αὐτὸ δὲ συντηροῖτο ἄχραντον καὶ ἀκάκωτον πρὸς μὲν τὰ κρείττω καὶ αὐτοῦ ἀνωτέρω ἐπιστρεφόμενον, ἤγουν νοῦν καὶ θεόν, καὶ ὑπ’ αὐτῶν τελειούμενον, τὰ δὲ χείρω ἄγον καὶ φέρον πρὸς ἑαυτὸ καὶ δι’ ἑαυτοῦ πρὸς τὰ κρείττω διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως, ὧν οὐδὲν ὁ ψευδοπροφήτης ἐκεῖνος εἰδὼς τὰ πάντων ἐνομοθέτησεν αἴσχιστα. οὗτος γάρ ἐστιν, ὃν Ἄραβες καὶ Αἰγύπτιοι καὶ Πέρσαι καὶ ὅσοι κατὰ τὸν βίον τούτοις ὡμοίωνται, προφήτην ἑαυτῶν καὶ νομοθέτην κηρύττουσιν, ἀνθρώπιον πάναισχρον καὶ ἀσελγείας ἀνάπλεων καὶ μηδ’ ἃ Σοδόμοις καὶ Γομόρροις συμβέβηκε δυσωπούμενον θεηλάτῳ καταφλεγεῖσι πυρί, ὅτι τοιαῦτα οἷα οὗτος νενομοθέτηκε διεπράττοντο, ὡς καὶ τὴν γῆν καταφλεγῆναι αὐτὴν καὶ εἰς αἰθάλην καταπεσεῖν, ἧς οἱ ἐν αὐτῇ κατοικοῦντες ἐπέβαινον ἀσελγαίνοντες. καὶ τί δεῖ καὶ εἰσέτι προστιθέναι τοῖς εἰρημένοις, ἱκανῶς ὄντων τῶν ἤδη ῥηθέντων3 πρὸς ἔλεγχον τῆς ἀλογίας τοῦ δόγματος, ἐπεὶ μηδὲ περὶ τούτου ἡμῖν ὁ σκοπὸς ἐξ ἀρχῆς. ἀναλαβώμεθα δ’ αὖθις τὰ παρ’ Ἀριστοτέλους λεγόμενα καὶ τὴν τούτων ὡς ἔνι ποιησώμεθα διασάφησιν.

还有什么能比这更为愚妄和不敬的呢?这些乃是在论证从欲求性潜能出发时被陈述的。因为关于身体的激情与令人愉悦之事,现实活动着的是感觉与表象,或许还有歪曲的意见,而理智与思考则无处可寻,除非仅就把握其本性而言。那么,人作为有理性的存在者,依照无理性的且更劣等的认识来度日,并由此离开更优越的理性事物而沦为无理性的,又怎会是更优越的呢?再者,理智与科学知识(即思考)是无误的认识,而表象与感觉是漂移的认识;无论如何,依照后者生活的人乃是依照迷误而生活,并属于迷误。因此,那劝诱人依照这些而生活并追求令其愉悦之事的人,乃是迷误的立法者,并因此远离神。那么,远离神且对服从他的人造成如此巨大迷误的人,又怎会是先知,又怎会是来自神的呢?我们还要考察,在将无理性的生命与植物性的生命系于理性的灵魂这一事上,造化的目的究竟为何:究竟是为了让理性的存在者无理性地生活,并在臣属激情的过程中保有其固有的逻各斯,还是因为灵魂与这具更为粗重、必死且具有阻抗性的肉身的结合?若是由于前者,造物主将被证实是更优越的灵魂向下倾坠于更劣等者的原因,因为他将更劣等者与更优越者并列、并将二者共同系于身体之中;但这乃是荒谬的,且这一荒谬随之而来的假定亦是虚妄的。因此必须考察对立者在同一事物中结合的原因,以便它在显明为切合于造物主的良善时,能够化解这一难题。因为因自身的良善而产生万物的神,既然亦产生了这些必死的、处于质料中的、依其本性其本质易于变劣之物,便不能容忍这些事物不同时分有良善、逻各斯与秩序。为此[神]产生能够与由对立者构成的身体交织的理性灵魂,然而由于身体若无某种中介便无法由理性灵魂得以善化并接受其照耀,交织要直接发生乃是[不]可能的。为此植物性生命与感觉性生命与这[理性灵魂]结合在一起,因与两者的亲缘关系而在理性灵魂与身体的相互共通中充当中介,通过自身的现实活动为肉身提供承受由逻各斯而来的善化之可能,它们虽比理性[灵魂]更具质料性,却比肉身更为无质料。因为理性的灵魂依其本性无论在实体上还是在现实活动上都能与身体相分离。而这些[较低的生命]在两方面均与身体不可分离,作为质料中的、在作为主体的身体中自存之物,仅在概念上作为形式被分离。因此研求这些事理的人亦称它们为不可分离的现实实现。这便是这一结合的首要目的。并且为了使分得秩序化与善化职分之物不至反倒失去秩序、因该纽带而变劣,诫命与律法被制定出来以守护合乎本性之状态,[以使]对于更优越者,以及对于更劣等者而言由更优越者而来的改善得以产生,而它[更优越者]自身亦得保纯洁无瑕,向着优于且高于自身者(即理智与神)回转并由其完善,同时通过诸德性的成就将更劣等者引向自身、并通过自身引向更优越者;那假先知对这些事一无所知,却将一切之中最为可耻之事定为律法。因为正是此人,被阿拉伯人、埃及人、波斯人以及在生活方式上与他们相似的所有人宣称为他们自己的先知和立法者,他是一个极度可耻、满身放荡的下贱之人,甚至对所多玛与蛾摩拉因施行此人所立律法之事而被天降之火烧尽的遭遇毫不畏惧,以至于其居民在放荡中践踏的土地本身亦被焚毁并沦为灰烬。并且,既然已说的内容对于驳斥该教条的无理性已然足够,且从一开始我们的目的便不在于此,那么对所说之言又何须再加赘述呢?让我们重新拾起亚里士多德所说的内容,并尽可能对其作出清晰的阐明。

语法注3 条
  1. 6.9ταῦτα μὲν εἴρηται ἐκ τῶν ὀρεκτικῶν δυνάμεων ὁρμηθεισῶν τῶν ἐπιχειρήσεων

    ὁρμηθεισῶν τῶν ἐπιχειρήσεων 为独立属格结构,介词短语 ἐκ τῶν ὀρεκτικῶν δυνάμεων 修饰分词 ὁρμηθεισῶν,表述论证所由出发的起点。

  2. 6.9τὸ δὲ τῆς συμπλοκῆς δυνατὸν ἀμέσως γίνεσθαι

    根据上下文,直接交织的“不可能”由随后的因果独立属格(μὴ δυναμένων τῶν σωμάτων...)加以解释。在句法上,此句为省略了否定词(或系动词)的破格句或宾格绝对句,表达“交织直接发生本不可能”之意。

  3. 6.9ἱκανῶς ὄντων τῶν ἤδη ῥηθέντων

    一种不规则的独立属格结构,在此使用副词 ἱκανῶς 与分词 ὄντων 连用,而非使用形容词 ἱκανῶν,意为“已说之事已然足够”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:275.38-277.17