- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:274.18-275.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者论证了若屈从于无逻各斯的冲动,正义、明智与勇敢等诸实践德性将彻底崩溃;并驳斥享乐主义者的辩解,指出造物主赋予无逻各斯潜能之目的并非为了通过强度的过量或无逻各斯的扩张而达到完善,而是通过服从并分有逻各斯而实现完善。
τῆς τε ἐπιθυμίας τοῦ λόγου ἀποπτυούσης τὸν χαλινὸν1 καὶ μήθ’ ἑαυτῷ μήτ’ ἐκείνῳ τὸ καθῆκον ἐχούσης τηρούμενον ἀλλὰ τήν τε ἐκείνου πρὸς αὑτὴν φυσικὴν δεσποτείαν ἀπαρνουμένης καὶ τὴν ἑαυτῆς πρὸς ἐκεῖνον δούλωσιν, γάμων τε καὶ ἀλλοτρίων ἐξορυττομένων διὰ τὸ πρὸς θηλυμανίαν ἀκόρεστον καὶ τῆς φύσεως ἀδικουμένης αὐτῆς διὰ τὸ τοῖς ἄρρεσι χρῆσθαι ἴσα καὶ θήλεσι; προσθήσω δέ τι καὶ τῶν ἄλλοις δικαίως ἀφαιρουμένων διὰ τὸ πρὸς χρηματισμὸν ἀκόρεστον τῆς ὀρέξεως. ἀλλὰ καὶ φρόνησις ἀναιρεῖται τῆς ἀλογίας τοῦ λόγου κατακρατούσης καὶ αὐτὸν καταφερούσης εἰς ἀκρισίαν καὶ ἄνοιαν, ταῖς χείροσι δυνάμεσιν ὑπαγόμενον. τούτων δ’ οὕτως ἐχόντων, ποῦ ἡ ἀνδρεία φανήσεται θυμὸν ἔχουσα τῷ λόγῳ μετρούμενον, τοιούτου καταστάντος τοῦ λόγου καὶ αἰσχρῶς ὑποπεσόντος τοῖς πάθεσι καὶ μὴ δυναμένου μηδ’ αὐτῷ χρῆσθαι κατὰ φύσιν διὰ τὸ ἀπολέσαι τὸ τῆς κατὰ φύσιν ἀρχῆς ἀξίωμα; ἀλλ’ οὐδ’ ὁ θυμὸς ἂν ἀνέξοιτο ὑποκεῖσθαι ὡς δεσπότῃ τῷ ὑποπεπτωκότι τῷ χείρονι, ἀφηνιάσει δὲ καὶ αὐτὸς καὶ ἀχαλίνωτος ἐνεργήσει τὰ ἴδια, ἢ καταπεσεῖται παντελῶς διὰ τὸ ὑπερβάλλον τῆς ἐκ φιληδονίας ἀνέσεως. καὶ οὕτως ἀρετὴ οὐδαμοῦ οὐδ’ ὁ ἄνθρωπος κατ’ ἐνέργειαν ἄνθρωπος. ἢ οὖν ὁμολογοῦσιν ἀρετὰς εἶναι ἀνθρώπων τὰς ἀπηριθμημένας οἱ τὸν ἡδυπαθῆ βίον ἀγαθὸν τιθέμενοι καὶ τὸ ὑπερβάλλον τῆς κατ’ αὐτὸν ἀπολαύσεως μακαρίζοντες καὶ πρὸς ἑαυτοὺς ἠναντίωνται ἀρετὰς εἶναι ὁμολογοῦντες καὶ τὰ πρὸς τὰς ἀρετὰς ἐναντία τῶν ἀρετῶν ὑπεραίροντες ἢ τὸ εἶναι τὰς ἀρετὰς ἀπαναίνονται καὶ ἴστωσαν τἀναντία δοξάζοντες πᾶσι τοῖς ἔμφροσι καὶ ἐναντίοι πρὸς τὸ ὀρθῶς φρονεῖν ἐλεγχόμενοι. ἀλλ’ ἴσως ἂν φήσαιεν ὅτι καὶ τίνος ἕνεκεν ὁ δημιουργὸς τὰς ἀλόγους δυνάμεις ταύτας τοῖς ἀνθρώποις ἐνέθετο, εἰ μὴ κατὰ ταύτας ἐνεργεῖν ἔμελλον καὶ ἐπιτείνειν τὰς ἐνεργείας, ἵν’ αὐταὶ ἑαυτῶν ἐκ τῆς ἐπιτάσεως τελεώτεραι γίνωνται. πρὸς ὅ φαμεν, ὅτι διττῶς ἐνεργεῖν αἱ δυνάμεις αὗται πεφύκασιν ἢ τῷ λόγῳ ὑπήκουσαι ἢ ὡς τὴν πρὸς αὐτὸν ὑποταγὴν ἀποπτύουσαι. ἐκείνως μὲν οὖν ἐνεργοῦσαι μετεχόντως λογικαὶ γίνονται καὶ ὡς ἀνθρώπῳ πρέπον τὰς ἐνεργείας ἐνδείκνυνται, οὕτω δὲ πρὸς ἀλογίαν ἐκκλίνουσαι οὐ μόνον ἀλογοπρεπῶς τὰς δράσεις ποιοῦσαι ἐλέγχονται ἀλλὰ καὶ χείρους ἢ κατὰ τὰ ἄλογα δείκνυνται πρὸς τὴν οἰκείαν ἀφροσύνην καὶ τὸ λογιζόμενον καὶ φρονοῦν καταφέρουσαι καὶ εἰς βυθὸν ἀπωλείας κατακρημνίζουσαι καὶ ὑπουργὸν αὐτὸ ἔχουσαι πρὸς ἐπινοίας κακῶν. ἔτι ἕκαστον τῶν τελειουμένων ἐκ τοῦ κρείττονος αὐτοῦ τελειοῦται, ἀναφερόμενον πρὸς αὐτό· ὁ δὲ λόγος κρείττων τῶν ἀλόγων δυνάμεων· πῶς οὖν τὰ χείρω τελειωθήσεται πρὸς τὸ κρεῖττον ἑαυτῶν μὴ ἀναφερόμενα μηδ’ ἐκείνῳ ὑποταττόμενα, ἀλλ’ ἐκεῖνο πρὸς ἑαυτὰ καταφέροντα καὶ ἑαυτοῖς ὑποτάττοντα; ὡς γὰρ ἡ λογικὴ ψυχὴ οὐκ ἂν τὸ τέλειον ἕξει ποτὲ μὴ πρὸς νοῦν ἀναφερομένη καὶ διὰ νοῦ πρὸς θεὸν καὶ ὑπ’ αὐτῶν ὡς κρειττόνων ἐλλαμπομένη καὶ δεχομένη τὴν τελειότητα, οὕτως οὐδὲ θυμὸς καὶ ἐπιθυμία τὸ τέλειον ἕξει ποτὲ μὴ πρὸς τὸν λόγον ἀναφερόμενα καὶ ὑπ’ αὐτοῦ βελτιούμενα καὶ μετρούμενα. οὐ γὰρ τῇ τῆς ἐνεργείας ὑπερβολῇ αὐτοῖς ἡ τελείωσις, ἀλλ’ ἐν τῷ ὀρθῷ λόγῳ ὡς μέτρῳ καὶ σταθμῷ ὑποβάλλεσθαι καὶ τῷ μετεχόντως λογικὰ γίνεσθαι, ὡς καὶ ἡ λογικὴ ψυχὴ ἐν τῷ νοερὰ γίνεσθαι καὶ θεία τὸ τέλειον δέχεται. ἕκαστον γὰρ ὃ πέφυκε δέχεσθαι κρεῖττον ἑαυτοῦ τοῦτο δεχόμενον τέλειον γίνεται, μὴ δεχόμενον δὲ μένει ἐν τῷ ἀτελεῖ πρὸς ὃ προκόπτειν πέφυκε μὴ προκεκοφός. πεπλάνηται ἄρα ὁ λέγων τὰς ἀλόγους τελειοῦσθαι δυνάμεις ἐκ τοῦ μᾶλλον καὶ μᾶλλον αὐταῖς τὴν ἀλογίαν ἐκτείνεσθαι. ἔτι εἰ ταῖς ἀλόγοις δυνάμεσιν ἡ τελείωσις ἐν τῷ ἐπὶ πλέον τὴν ἀλογίαν ἐκτείνεσθαι, ἔσται αὐταῖς ἡ ἀτέλεια ἐν τῷ τῷ λόγῳ ὑπείκειν καὶ τὴν ἀλογίαν αὐτῷ συστέλλεσθαι. εἰ γὰρ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ, εἰ δὲ τοῦτο, κρεῖττον ἔσται ἡ ἀλογία τοῦ λόγου. δι’ οὗ γὰρ ἡ τελείωσις κρείττων τοῦ δι’ οὗ ἡ τελεία.2 τί δ’ ἂν γένοιτο ἀλογώτερον τοῦ τὴν ἀλογίαν τοῦ λόγου ὑπερτίθεσθαι; ἔσται γὰρ καὶ τῇ λογικῇ ψυχῇ κρεῖττον τῆς τῶν θείων καὶ τοῦ θεοῦ ἀπολαύσεως τὸ ἐμμένειν ἑαυτῇ καὶ τοῖς χείροσι· καὶ ἡ προκοπὴ τοῖς οὖσιν ὑπάρξει πρὸς τὰ χείρω κατανεύουσιν, ὡς ὁδῷ προβαίνοντας καταντῆσαι ἡμᾶς εἰς τὸ τῆς ἀσωμάτου πάσης οὐσίας κρείττονα ἡγήσασθαι τῶν σωμάτων τὰ ἔσχατα καὶ τὴν ἐσχάτην ὕλην θεοῦ τοῦ πρώτου καὶ πάντων ὑπὲρ σύγκρισιν ὑπερέχοντος.
当欲望吐弃逻各斯的缰绳,既不为自身亦不为那[逻各斯]保持当尽之责,反而否认那[逻各斯]对自身的本性统治以及自身对那[逻各斯]的服从,且因对女色的无休止狂热而拆散他人的婚姻,因以同于女性之方式对待男性而使自然本身受害,[正义又怎能存在?]此外我还要加上,因欲求对敛财的无节制而使他人的财物横遭剥夺。不仅如此,明智亦被取消,因为无逻各斯压倒了逻各斯,并将屈从于更低劣潜能的它拖入丧失判断与愚昧之中。在这些情况如此这般的情形下,当逻各斯沦落到如此地步、可耻地屈从于激情、并因丧失依照本性统治的尊贵而甚至无法依照本性运用自身时,那使气魄受逻各斯节制的勇敢又将在何处显现呢?然而气魄亦绝不会忍受将屈从于更劣者之物当作主人来服从,它自身亦会脱缰而不受束缚地施行其固有的活动,抑或因由嗜乐而来的过度放任而彻底崩溃。于是,德性无处可寻,人在现实活动中亦不再是人。因此,那些将享乐的生活设定为善、并赞美依之而来的过度享受的人,要么承认所列举的诸德性是人的德性,从而在承认它们是德性的同时却将德性的对立面抬高到德性之上而自相矛盾;要么断然否认诸德性的存在,那么就让他们知道,他们的主张与一切明智之士相反,并被证明是与正确思想为敌的。但他们或许会说:若非要依照这些潜能活动并强化其现实活动,以使它们自身因强化而变得更为完善,造物主又为何要将这些无逻各斯的潜能植入人类之中呢?对此我们回答说,这些潜能生来便有两种活动方式:要么顺从逻各斯,要么吐弃对它的臣服。因此,以前一种方式活动时,它们通过分有而成为有逻各斯的,并展示出适合于人的现实活动;但若以后一种方式向无逻各斯倾斜,它们不仅被证实是以符合无逻各斯之物的方式行动,而且被表明比无逻各斯的动物更加恶劣,因为它们连推论与思想之物也拖向自身的愚妄,将之推落毁灭的深渊,并使之充当构想罪恶的仆役。再者,每个被完善之物都是通过其更优越者而完善的,通过被导向它;而逻各斯优于无逻各斯的潜能。那么,更劣者不导向其更优越者亦不臣服于它,反而将它拖向自身并使之臣服于自身,又怎会得到完善呢?因为正如理性的灵魂若不导向理智并通过理智导向神,若不被它们作为更优越者所照亮并领受完善,便永不可能拥有完善一样,气魄与欲望若不导向逻各斯并不被其改善与节制,亦永不可能拥有完善。因为对于它们而言,完善并不在于现实活动的过度,而在于臣服于作为尺度和准绳的正确逻各斯,在于通过分有而成为有逻各斯的,正如理性的灵魂在成为理智的和神圣的过程之中领受完善一样。因为每个生来能领受其更优越者之物,通过领受此物而成为完善,未领受者则停留在不完善中,未向其生来能进修之物进修。因此,说无逻各斯的潜能是通过使其无逻各斯越来越扩大而得以完善的人,乃是陷入了迷误。再者,如果对无逻各斯的潜能而言完善在于更进一步扩大无逻各斯,那么它们的缺陷便在于屈从于逻各斯并由此使无逻各斯受限。因为如果相反者归于相反者,那么相反者亦归于相反者;若是如此,无逻各斯将比逻各斯更为优越。因为那作为完善之由来的,必优于那作为不完善之由来的。然而,还有什么能比将无逻各斯置于逻各斯之上更为荒谬的呢?因为若是如此,对于理性的灵魂而言,停留在自身与低劣事物之中亦将优于享受神圣事物与神;并且进修将属于那些向下倾斜的存在物,以至于循此路径前行,我们将最终认为最末等的物体优于一切无形体的实体,最末等的质料优于那超越一切、无可比拟的最初之神。
- 6.9τῆς τε ἐπιθυμίας τοῦ λόγου ἀποπτυούσης τὸν χαλινὸν
紧承前一语段末尾的疑问句“而若没有节制,又怎可能会有正义?”(μὴ οὔσης δὲ σωφροσύνης, πῶς ἂν εἴη δικαιοσύνη;)的独立属格结构链(τῆς τε ἐπιθυμίας... γάμων τε... τῆς φύσεως ἀδικουμένης)。它在句法上充当境况/原因性独立属格,详述了正义绝不可能成立的具体情境。随着下文引出新的主句动词(προσθήσω... ἀλλὰ καὶ φρόνησις ἀναιρεῖται),此段开头的属格句在语义上是作为前文疑问的补充与生发而理解的。
- 6.9δι’ οὗ γὰρ ἡ τελείωσις κρείττων τοῦ δι’ οὗ ἡ τελεία
基于上下文中的对立(前句中的完善 ἡ τελείωσις 与不完善 ἡ ἀτέλεια),此处的 τοῦ δι’ οὗ ἡ τελεία 作为比较格属格受 κρείττων 支配,在句意上表示完善的来源优于不完善的来源(ἡ τελεία 读作代表 ἀτέλεια 的讹误或省略)。其句式骨架为:“完善赖以产生者,必优于[不完善]赖以产生者”。
