- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:272.37-274.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
详述认知潜能(推论思考、理智、感觉、表象)与欲求潜能(意愿、抉择、气魄、欲望)的层级结构,阐明逻各斯统摄无逻各斯冲动的优越性及实践德性的确立依据,从而驳斥将恶行辩解为潜能完满状态的观点。
ἡ γὰρ αἰτία μέση κειμένη τῶν ἄκρων ἀμφοῖν, ἃ ἐν τῷ συμπεράσματι ἀλλήλοις συνάπτεται, δεσμός τις αὐτοῖς πρὸς τὴν συνάφειαν γίνεται ἢ ἄλυτος πάντῃ, εἰ καὶ τοῦ πράγματός ἐστιν αἴτιος, οὐ μόνον τοῦ συμπεράσματος, καὶ ἀναγκαίως ἔχων καὶ τὰ κατηγορούμενα κατηγορούμενα καὶ τὰ ὑποκείμενα ὑποκείμενα,1 ἢ μόνου τοῦ συμπεράσματος αἴτιος καὶ ἐνδεχομένως ἔχων τὰς κατηγορίας καὶ τὰς ὑποθέσεις κἀντεῦθεν δυνάμενος λύεσθαι, τὸν δὲ νοῦν ὑπερέχειν,2 ὅτι καὶ ὑπὲρ αἰτίαν τῶν γνωστῶν ἐντὸς γίνεται ἀμέσοις ἐπιβολαῖς καταλαμβάνων αὐτά, ὥσπερ αὐτόπτης αὐτῶν γινόμενος καὶ ἑαυτῷ αὐτοῖς συγγινόμενος μηδενὸς μεσιτεύοντος. αἱ μὲν λογικαὶ οὕτως· ἴδωμεν δὲ καὶ τὰς ἀλόγους καὶ γνωστικάς, ὅπως καὶ ἐπ’ αὐτῶν ἡ κατὰ γνῶσιν ἐνέργεια γίνεται. αἴσθησις μὲν γὰρ περὶ τὰ καθ’ ἕκαστα καταγίνεται, οὐσίας μὲν αὐτῶν οὐ καταλαμβάνουσα (τοῦτο γὰρ ταῖς λογικαῖς ἥρμοσται), μόνας δὲ ποιότητας ἢ ποσότητας ἢ ἄλλο τι τῶν συμβεβηκότων αὐταῖς, φαντασία δὲ τῶν αἰσθήσει φανέντων τύπους καὶ εἰκόνας ἐν αὑτῇ εἰσοικίζουσα παραφυλάττειν αὐτὰς ἐντὸς πέφυκε. τίνες δή σοι δοκοῦσιν εἶναι κρείττονες, αἱ λογικαὶ τῶν ἀλόγων ἢ τὸ ἀνάπαλιν; καὶ τίς ἀντερεῖ πρὸς τὸ πρότερον τῷ δευτέρῳ συντιθέμενος, εἰ μὴ καὶ τὰ ἄλογα προκρίνει τῶν λογικῶν καὶ τῶν ἀΰλων τὰ ἔνυλα καὶ τῶν θείων τὰ φυσικὰ καὶ τὰ ἐν γενέσει καὶ φθορᾷ τῶν εἰς ἀεὶ μενόντων ἐν τῇ ταυτότητι; τὰ μὲν οὖν περὶ τῶν γνωστικῶν τῆς ψυχῆς δυνάμεων ταῦτα, μεταβῶμεν δὲ ἐπὶ τὰς ὀρεκτικάς. διαιροῦνται γὰρ καὶ αὗται κατὰ τὸ λογικὸν καὶ ἄλογον εἰς τέσσαρα συμποσούμενα, βούλησιν καὶ προαίρεσιν, θυμὸν καὶ ἐπιθυμίαν· ὧν ἡ μὲν βούλησις 〈καὶ〉 προαίρεσις λογική, ὅτι μόνοις τοῖς λογικοῖς ἐνυπάρχουσι, θυμὸς δὲ καὶ ἐπιθυμία ἄλογοι, ὅτι καὶ τοῖς ἀλόγοις κοιναί, καὶ ὅτι ἐκεῖναι μὲν οἰκεῖον ἔχουσαι τὸν λόγον κατ’ αὐτὸν τὰς ἑαυτῶν ἐνεργείας ἀποπληροῦσιν, αὗται δὲ παρὰ μὲν τοῖς ἀλόγοις ζῴοις παντοίως τοῦ λόγου ἀπέχουσιν, ἐπὶ δὲ τῶν ἀνθρώπων οὐδ’ ἐπ’ αὐτῶν μὲν οἰκεῖον ἔχουσι λόγον, ἀλλοτρίῳ δὲ λόγῳ ἐπιπειθεῖς πεφύκασι γίνεσθαι, ᾧ καὶ πειθόμενοι κατορθοῦσι τὰς ἀρετάς, εἰ δ’ οὖν ἀλόγως ἐνεργοῦσι, τοῖς ἁπλῶς ἀλόγοις ὅμοιαι γίνονται. ὅτι μὲν κρείττους αἱ λογικαὶ τῶν ἀλόγων ἔν τε ταῖς γνωστικαῖς καὶ ταῖς ὀρεκτικαῖς, οὐδεὶς ὁ ἀντερῶν, εἰ μὴ πάντῃ εἴη τοῦ λόγου ἀλλότριος, οὐδ’ ὅτι αὗται πρὸς ἀλλήλας ὑπηναντίωνται, οὐδ’ ὅτι ἐπιστατοῦντος μὲν τοῦ λόγου ταῖς ἀλόγοις ὀρέξεσι καὶ ἑαυτῷ αὐτὰς ὑποτάττοντος κατορθωτικὸς ὁ ἄνθρωπος τῶν ἀγαθῶν γίνεται, ἐνδιδόντος δ’ ἐκείναις καὶ ταῖς ὁρμαῖς ἐκείνων ἐφεπομένου αἱ πρὸς κακίαν ἐκπτώσεις ἐναργῶς ὁρῶνται ἀποτελούμεναι. τῶν δὴ σωματικῶν ἡδέων ἐκ ποίων δυνάμεων προβαίνειν ἡ ὄρεξις πέφυκε καὶ τίνες εἰσὶν αἱ ἀπολαύειν αὐτῶν ἐφιέμεναι; οὐχὶ αἱ ἄλογοι; τὴν δὲ τούτων ἀποχὴν εἴτε τὴν παντελῆ εἴτε τὴν θεωρουμένην κατὰ τὸ μέτριον, ἐν τίσιν εὑρίσκομεν; οὐχὶ ἐν τοῖς λογικοῖς; εἰ οὖν ἐν μὲν τοῖς ἀλόγοις ἡ πρὸς τὰ ἡδέα τοῦ σώματος σφοδροτέρα ὁρμή, ἐν δὲ τοῖς λογικοῖς ἥ τε παντελὴς κατορθοῦται εὐπάθεια καὶ ἡ σὺν μέτρῳ καὶ λόγῳ πρὸς τὰ πάθη κατάνευσις, πῶς οὐ κρείττων ἡ εὐπάθεια καὶ τὸ μέτρον τῆς ἀμέτρου πρὸς τὰ πάθη ὁρμῆς καὶ συννεύσεως; τὸ δ’ ἀμέτρως φέρεσθαι πρὸς τὰς μίξεις καὶ ἀδιαφόρως πρὸς αὐτὰς ἔχειν ὡς καὶ μοιχεύειν καὶ ἀνδρομανεῖν, ἄλογον πάντῃ καὶ ἀχαλίνωτον. πῶς ἄρ’ οὐχ ἕξει τὸ χείριστον καὶ τοῦ λόγου παντελῶς ἀποστήσεται, τούτου δὲ ἀφιστάμενος τοῖς ἀλόγοις συντάττεται; ἢ εἰ δεῖ τἀληθῆ εἰπεῖν, κἀκεῖνα κατὰ τὸ μοχθηρὸν ὑπερβέβηκεν ὁ τὸν λόγον ὑποτάττων τοῖς πάθεσι καὶ τὸ κρεῖττον τῇ φύσει τῶν χειρόνων τῇ φύσει ἀποφαίνων ἀνδράποδον, ὡς ἐπιτηδεύειν ἀεὶ τὰ ἐκείνοις ὄντα κατ’ ὄρεξιν. λοιπὸν τίς οὐκ ἂν εἴποι παγκάκιστον εἶναι καὶ πάναισχρον τὸν νομοθετοῦντα τὰ χείριστα καὶ ἃ τὸν φύσει λογικὸν ἐξιστῶντα τοῦ λόγου χείρω καὶ τῶν ἀλόγων καθίστησιν; ἔτι τίς οὐκ οἶδε τῶν μετασχόντων παιδείας, τρεῖς εἶναι κατὰ γένος τὰς πρακτικὰς ἀρετάς, ἀνδρείαν σωφροσύνην δικαιοσύνην, τῇ προστασίᾳ κατορθουμένας τῆς φρονεῖν πεφυκυίας δυνάμεως καὶ μετρούσης τὰς ὁρμὰς θυμῷ καὶ ἐπιθυμίᾳ;3 πῶς οὖν ἔσται σωφροσύνη, ἐν οἷς ἡ ἐπιθυμία τῷ τοῦ λόγου χαλινῷ μὴ ὑπόκειται; μὴ οὔσης δὲ σωφροσύνης, πῶς ἂν εἴη δικαιοσύνη;
因为处于在结论中彼此结合的两个极端项之间的原因,对于它们的连结而言乃是一种纽带:如果它不仅是结论的原因,而且亦是事物的原因,并必然地使受述谓之物作为受述谓之物、使充当主体之物作为充当主体之物而保持,那么它便是一种完全不可解构的纽带;而如果它仅仅是结论的原因,偶然而可能地保持着这些述谓与设定,那么它便由此是一种能够被解构的纽带。而理智之所以超越[推论思考],是因为它甚至超越原因而深入认知对象内部,通过直接的直观把握它们,宛如自身成为它们的目击者,且在没有任何中介的情况下自身与它们相聚。有逻各斯的诸潜能便是如此;让我们亦来看看无逻各斯且认知的诸潜能,看在它们身上依照认知的现实活动又是如何生成的。因为感觉是关涉个别事物的,并不把握其实体(因为这适合于有逻各斯的潜能),而仅把握其性质或数量或它们的某种其他偶性;而表象则将显现于感觉之物的印迹和影像迎入自身之中,生来便在内里看护它们。那么在你看来,究竟哪一类更为优越:是有逻各斯的潜能优于无逻各斯的,还是反过来?又有谁会反对前者而赞同后者呢,除非他亦将无逻各斯者置于有逻各斯者之上,将质料者置于无质料者之上,将自然者置于神圣者之上,将处于生成与毁灭之中的事物置于永远保持同一性的事物之上?关于灵魂的认知潜能就谈这些,让我们转向欲求潜能。因为这些潜能亦按照有逻各斯与无逻各斯划分为总计四种:意愿与抉择,气魄与欲望。在这些之中,意愿与抉择是有逻各斯的,因为它们只存在于有逻各斯者中;而气魄与欲望是无逻各斯的,因为它们亦为无逻各斯者所共有;并且前者具有属于自身的逻各斯,依此圆满其自身的现实活动,而后者在无逻各斯的动物那里则完全脱离逻各斯,在人类身上虽然自身亦不具有固有的逻各斯,却生来便能顺从于另一者的逻各斯,顺从于它便能行成诸德性,但若确实无逻各斯地进行活动,便变得与单纯无逻各斯者相似。无论在认知潜能还是欲求潜能上有逻各斯者都优于无逻各斯者,这一点无人会反对,除非他彻底与逻各斯无涉;亦无人会反对它们彼此相对立;亦无人会反对当逻各斯统领无逻各斯的欲求并使之臣服于自身时,人便成为善事的成就者,而当它向它们退让并跟随它们的冲动时,显见会导致滑向恶习的堕落。那么,对肉体快乐的欲求生来是从何种潜能中发出的,渴望享受这些快乐的又是什么?难道不正是那些无逻各斯的潜能吗?而对这些快乐的戒绝,无论是全然的戒绝,还是按照中庸所观照的节制,我们在什么之中能够找到呢?难道不是在有逻各斯者之中吗?因此,如果在无逻各斯者之中存在着朝向肉体快乐的更为剧烈的冲动,而在有逻各斯者之中全然的善情以及伴随尺度和逻各斯对激情的认可被正确成就,那么善情与尺度难道不比朝向激情的无节制冲动和顺从更为优越吗?无节制地奔向性结合并对之麻木不仁,以至于通奸和狂乱恋男,乃是全然无逻各斯且不受约束的。那么,处于这种状态之人怎会不具有最恶劣的品质并完全背弃逻各斯,且在背弃它时被编排入无逻各斯者的行列呢?抑或若是应当讲出真相,那个使逻各斯臣服于激情、将本性上更优越者贬为本性上更低劣者的奴隶,从而始终从事符合它们欲求之事的人,在恶劣程度上甚至超越了那些[无逻各斯的动物]。最后,把最恶劣之事以及使本性上有逻各斯的人丧失逻各斯并沦为比无逻各斯者更为低劣之事立为法令的人,谁又会不说他是极度邪恶和极度可耻的呢?再者,在受过教养的人之中,谁又不知道实践德性按属而言有三,即勇敢、节制、正义,它们是通过生来具有明智思考能力的潜能之主导,并节制气魄与欲望中的冲动而被正确成就的呢?那么,在欲望不服从逻各斯之缰绳的人之中,怎会有节制呢?而若没有节制,又怎可能会有正义呢?
- 6.9καὶ ἀναγκαίως ἔχων καὶ τὰ κατηγορούμενα κατηγορούμενα καὶ τὰ ὑποκείμενα ὑποκείμενα
分词 ἔχων 带双受格结构,意为“必然地使受述谓之物保持为受述谓之物、使充当主体之物保持为充当主体之物”。在两对重复的词中,前一个 κατηγορούμενα / ὑποκείμενα 为直接宾语,后一个为述补受格(宾语补足语)。
- 6.9τὸν δὲ νοῦν ὑπερέχειν
此为受格加不定词结构,延续前一语块末尾由间接引语引导词“τίς οὐκ ἂν εἴπῃ…”所支配的一连串不定词(λείπεσθαι, ὑπάρχειν, μεταβάλλειν, πληροῦν, ὑπερέχειν)。在经历关于推论思考(διάνοια)之三段论中项原因的较长插入性原因解释(“ἡ γὰρ αἰτία…”)之后,句法重新接续,陈述理智(νοῦς)超越推论思考。
- 6.9μετρούσης τὰς ὁρμὰς θυμῷ καὶ ἐπιθυμίᾳ
与格短语 θυμῷ καὶ ἐπιθυμίᾳ 作属格分词 μετρούσης 所支配的直接宾语 τὰς ὁρμάς 的范围或关系与格,意为“气魄与欲望之中的诸冲动”。
