← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§269.21-270.21

学识部分与推算部分的命名与差异

埃乌斯特拉提乌斯注解了 Bekker 1139a11 中亚里士多德将灵魂的理性部分区分为学识部分与推算部分的论述,阐明了这两者命名的由由、推算与深思的合一,以及两者在目的与对象上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.8#1

" Λεγέσθω δὲ τούτων τὸ μὲν ἐπιστημονικόν, τὸ δὲ λογιστικόν· τὸ γὰρ βουλεύεσθαι καὶ λογίζεσθαι ταὐτόν. οὐδεὶς δὲ βουλεύεται περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν, ὥστε τὸ λογιστικόν ἐστιν ἕν τι μέρος τοῦ λόγον ἔχοντος." Ἐπεὶ διάφορα ὄντα τῷ γένει ἤτοι τῷ εἴδει τὰ δύο μέρη τοῦ διανοητικοῦ ἔδειξεν ἐκ τῆς διαφορᾶς τῶν ὑποκειμένων περὶ ἃ καταγίνονται, ὡς ἀναγκαῖον ὂν ἐξομοιοῦσθαι γνῶσιν ἑκάστην τοῖς ἰδίοις γνωστοῖς, τίθησιν αὐτοῖς καὶ ὀνόματα, ὡς ἂν κἀκ τῶν ὀνομάτων ᾖ διαφόρως δηλούμενα. καί φησι τὸ μὲν δέον εἶναι ἐπιστημονικὸν ὀνομάζεσθαι, τὸ δὲ λογιστικόν, ὅτι τὸ μὲν ἐπίστασιν καὶ ὅρον ἄγει τὸν κατ’ αὐτὴν διανοούμενον,1 τὸ δ’ ὅτι διὰ τὸ λογίζεσθαι καὶ βουλεύεσθαι τὴν περὶ τὸ ὀρεκτὸν εὑρίσκει ἀλήθειαν, ὡς μὴ πλανᾶσθαι περὶ αὐτὸ μηδὲ ὀρέγεσθαι οὗ μὴ δεῖ. τῆς μὲν γὰρ τοῦ ἐπιστημονικοῦ2 κινήσεως τέλος ἡ ἀλήθεια καὶ οὐ χρεία προσθεῖναι ἐν τῷ ζητουμένῳ μετὰ τὴν αὐτῆς εὕρεσιν, εἰ μήπου κατὰ συμβεβηκός, ὡς ὅταν εἴη ἐπιστήμη προσλαμβανομένη ὡς ἐν πράξεσι χρησιμεύουσα, ὥσπερ ἡ κάθετος ἐπὶ τὸ ἄγειν πρὸς ὀρθὰς τὰ οἰκοδομούμενα καὶ τὸ ὀρθογώνιον τρίγωνον πρὸς τὸ ἱστᾶν τοὺς κίονας ἐν ὀρθότητι καὶ ἡ γεωμετρία πρὸς τὰ μηχανικά, τῆς δὲ τοῦ διαλογιστικοῦ καὶ βουλευτικοῦ οὐχ ἱκανὸν τὸ μόνον εὑρέσθαι τὸ ἀληθὲς ἀλλὰ δεῖ καὶ ἑλέσθαι τὸ ἀγαθὸν ὀρθῶς πράττοντα τὸν σπουδαῖον. καὶ αὐτὸς γὰρ ὁ Ἀριστοτέλης φησὶ περὶ τῆς ἠθικῆς πραγματείας λέγειν ἀρχόμενος, ὅτι τὸ τέλος αὐτῆς οὐ γνῶσις ἀλλὰ πρᾶξις. ἐναργεστέραν δὲ τὴν διαφορὰν ποιούμενος τῶν δύο τούτων εἰδῶν, τοῦ διανοητικοῦ καὶ ἐπιστημονικοῦ, μεταλαμβάνει τὸ λογίζεσθαι εἰς τὸ βουλεύεσθαι ὡς σαφέστερον, ταὐτὸν εἶναι λέγων λογίζεσθαι καὶ βουλεύεσθαι, ὡς δῆλον ὄν, ὅτι οὐδεὶς περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν βουλεύεται. περὶ γὰρ τῶν ἐφ’ ἡμῖν αἱ βουλεύσεις καὶ ἃ διαθέσθαι ἡμῖν δυνατὸν ὡς βουλόμεθα. καὶ οὕτως ἐκ τῆς τῶν πραγμάτων ἐναργείας ἡ ἀπόδειξις γίνεται τοῦ εἶναι τῷ γένει ἤτοι τῷ εἴδει ἀλλήλων ἕτερα τὸ ἐπιστημονικὸν καὶ βουλευτικόν. ὅτι μὲν γὰρ φύσει βουλευτικὸς ὁ ἄνθρωπός ἐστι, δῆλον. οὐκ ἂν δέ τις βουλεύσαιτο νοῦν ἔχων περὶ πραγμάτων, ἃ μὴ ἄλλως ἔχειν ἢ ἕξειν ἐνδέχεται, οἷον εἰ ἔσται ἡμέρα ἡλίου γεγονότος ὑπὲρ γῆν ἢ ὑπὸ γῆν αὖθις εἰ νύξ. εἶτα ἐπάγει καὶ τὸ συμπέρασμα τοῖς αὐτῷ εἰρημένοις, ἐπαρεσκόμενος ὡς τῇ φύσει τῶν πραγμάτων συνᾴδουσιν.3 ὥστε τὸ λογιστικόν ἐστιν ἕν τι μέρος τοῦ λόγον ἔχοντος. εἰ γὰρ τὸ λόγον ἔχον ποτὲ μὲν περὶ τὰ ἀναγκαῖα ἐνεργεῖ, ποτὲ δὲ περὶ τὰ ἐνδεχόμενα, καὶ περὶ μὲν τὰ ἀναγκαῖα οὐκ ἔστι βουλεύεσθαι καὶ λογίζεσθαι ἀλλὰ περὶ μόνα τὰ ἐνδεχόμενα, ἔστι μέρος τοῦ διανοητικοῦ παρὰ τὸ ἐπιστημονικὸν ἕτερον, ὃ περὶ τὰ ἐνδεχόμενα καταγίνεται.

“且让其中一者被称为学识部分,另一者被称为推算部分;因为深思与推算是同一回事。而没有人对不能是其他样态的事物进行深思,因此推算部分是具有逻各斯者的某一个部分。” 既然他已经根据思考能力的两个部分所从事对象的差异,指明它们在属上或者说在种上是相异的——因为每种认识都必然同化于其特有的被认知事物——他便亦为它们设定名称,以便从名称上亦能将它们差异地表明。他说,一者应当被命名为学识部分,另一者应当被命名为推算部分,这是因为前者将按照它来思考的人引向止步与定界,而后者则通过推算和深思发现关于欲求对象的真理,从而在它上面不致迷妄,亦不欲求不当欲求之物。因为学识部分的运动的终点是真理,在探索中于发现真理之后并无附加任何东西的需要,除非是出于偶性,正如有时引入一门科学作为在实践中有用之物,就如铅垂线用于使所建之物保持垂直,直角三角形用于使柱子直立,几何学用于机械学那样;然而对于推论与深思部分的运动而言,仅仅发现真实之物是不够的,还需要优秀之人在正确行动的同时选择善。因为亚里士多德自己在开始讨论伦理学研究时亦说,其目的不是认识而是行动。他为了使这两个种(即思考之种与学识之种)的差异更加清楚,便将推算转换为深思这一更为显明的概念,说推算与深思是同一回事,因为显然没有人对不能是其他样态的事物进行深思。因为深思关涉在我们掌控之中的事物,以及我们可以按照自身意愿来处置的事物。这样一来,从事实的显明性出发,便完成了关于学识者与深思者在属上或种上彼此相异的论证。因为人按本性是善于深思的,这是显而易见的;而任何具有理智的人都不会去深思那些不可能处于或将处于其他样态的事态,例如太阳在地平之上时是否会是白天,或太阳再次在地平之下时是否会是黑夜。接着,他亦为自己所说的话引入了结论,满意于这些话与事物的本性相和谐:“因此推算部分是具有逻各斯者的某一个部分。”因为如果具有逻各斯者有时从事于必然之物,有时从事于偶然之物,而在必然之物上不可能深思和推算,唯独在偶然之物上可以,那么在思考能力中除学识部分之外便还有另一个部分,它从事于偶然之物。

语法注3 条
  1. 6.8ἐπίστασιν καὶ ὅρον ἄγει τὸν κατ’ αὐτὴν διανοούμενον

    动词 ἄγει 以宾格分词 τὸν ... διανοούμενον 为直接宾语,并伴随表示结果或方向的宾格 ἐπίστασιν καὶ ὅρον(将依之思考的人引向停驻与定界)。此处是注疏者通过 ἐπίστασις(停止、凝定)来对 ἐπιστήμη / ἐπιστημονικόν 进行语源学阐发。

  2. 6.8τῶν δύο τούτων εἰδῶν, τοῦ διανοητικοῦ καὶ ἐπιστημονικοῦ

    属格短语 τοῦ διανοητικοῦ καὶ ἐπιστημονικοῦ 作 τῶν δύο τούτων εἰδῶν 的同位语。按上下文原本应指“推算部分(或深思部分)与学识部分”,此处用 διανοητικόν 代表思考能力中的推算/深思这一种,属于注疏者行文上的宽泛同位表达。

  3. 6.8ἐπαρεσκόμενος ὡς τῇ φύσει τῶν πραγμάτων συνᾴδουσιν

    分词 ἐπαρεσκόμενος(满意于、欣然赞同)支配前文的与格短语 τοῖς αὐτῷ εἰρημένοις,而接续的 ὡς 从句则解释其理由(“因其与事物的本性相和谐”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:269.21-270.21